- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:85.32-87.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥的注解。针对亚里士多德批评从假定推论定义同样属于乞题之处(92a24),详细阐释了为何从相反者的定义推导定义其逻辑机制等同于通过自身证明自身。
" Καὶ ἐνταῦθα λαβὼν τὸ τί ἦν εἶναι δείκνυσι." Καὶ οὗτος, φησίν, ὁ τρόπος ὁρισμοῦ ζητουμένου εἰς ἀπόδειξιν αὐτοῦ ὁρισμὸν λαμβάνει· ὡς ἐοικέναι καὶ τοῦτον αἰτεῖσθαι τὸ ἐν ἀρχῇ.1 ἔροιτο δ’ ἄν τις ‘καὶ τί ἄτοπον; εἰ μὲν γὰρ ὁ ζητούμενος ὁρισμὸς ἐλαμβάνετο ἢ ἕτερος μέν, τοῦ αὐτοῦ δ’ ὁριστοῦ, εὐλόγως ἂν ὡς τὸ ἐν ἀρχῇ αἰτούμενος κατεκρίνετο, οἷον εἰ ζητουμένου ὁρισθῆναι τὸ ἀγαθὸν ὁρισμὸν τοῦ ἀγαθοῦ λαβὼν ἢ τὸν αὐτὸν ὃν εἴληφεν ἢ καὶ ἕτερον, ὡς οἱ διὰ τῶν ἀντιστρεφόντων ἐποίουν, συνῆγε κατὰ τοῦ ὁριστοῦ· ἀμφοτέρως γὰρ ἂν οὗτος ᾐτεῖτο τὸ ἐξ ἀρχῆς. νῦν δ’ οὔτε τὸν αὐτὸν οὔτε τοῦ αὐτοῦ, ἀλλ’ ἑτέρου καὶ ἕτερον’. πρὸς οὖν τὸν οὕτως τῷ λόγῳ ἐπαπορήσοντα ἐπιφέρει.
“而在这里,他也是在设定了‘何以是其所是’之后来进行证明。” 他说,这种模式也是在探求定义时为了其自身的证明而设定了定义,因此这种模式似乎也是在乞题。但有人可能会问:“这又有什么荒谬之处呢?因为如果所设定的正是被探求的定义本身,或者是针对同一被定义项的另一个定义,那么它被判定为乞题是理所当然的——例如,在探求定义善时,有人若取善的定义,无论是取他已设定的同一个定义,还是像那些通过可换位项进行论证的人那样取另一个定义,并据此得出关于被定义项的结论;因为无论在哪种情况下,此人都会是在乞求最初的论题。但在目前的情形下,既不是同一个定义,也不是针对同一事物的定义,而是针对另一事物的另一个定义。”因此,针对将要如此对该论证提出疑难的人,他接着说道:
"Λαμβάνει δ’ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι, ἕτερον μέντοι ἔστω· καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε,2 ἀλλὰ μὴ αὐτὸ μηδὲ οὗ ὁ αὐτὸς λόγος καὶ ἀντιστρέφει." Ἔξεστι μὲν γὰρ λαμβάνειν εἰς δεῖξιν τοῦ ὁρισμοῦ καὶ ἄλλου οὑτινοσοῦν ὃ εἰς δεῖξιν πρόκειται, καὶ οὐχ ἁπλῶς τὸ λαμβάνειν τι πρὸς ἀπόδειξίν τινος ἀπηγόρευται· πλὴν ἕτερόν τι δεῖ λαμβάνειν, ἀλλὰ μήτε τὸ αὐτὸ μήτε οὗ ὁ αὐτὸς λόγος καὶ ἀντιστρέφει· ἀμφοτέρως γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι συμβαίνει. ἐνταῦθα γὰρ ἐπὶ τοῦ κακοῦ καὶ τοῦ ἀγαθοῦ εἰ καὶ μὴ αὐτόθεν δοκεῖ λαβεῖν τὸ ζητούμενον, ἀλλ’ οὖν τὸ τὸν αὐτὸν λόγον ἔχον καὶ ἀντιστρέφον λαβὼν τὸ ἐν ἀρχῇ καὶ οὕτως ᾐτήσατο. πῶς δὲ τὸν αὐτὸν λόγον ἔχει τῷ δεικνυμένῳ τὸ εἰς δεῖξιν ληφθὲν καὶ ἀντιστρέφει πρὸς αὐτό, εἴπωμεν. ὃν γὰρ λόγον ἔχει τὸ κακὸν πρὸς τὸ ἀγαθὸν ἐναντίον ὂν αὐτῷ, τὸν αὐτὸν καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἐναντίον ὂν πρὸς αὐτό. καὶ ὥσπερ ἐκείνου ὁ ληφθεὶς ὅρος εἰς δεῖξιν τοῦ τί ἦν εἶναι τούτου εἴληπται, οὕτως ἀντιστρέψει καὶ τούτου τὸν ὁρισμὸν ληφθῆναι εἰς δεῖξιν τοῦ ὁρισμοῦ ἐκείνου· καὶ ἔσται δι’ ἀλλήλων δεικνύμενα, καὶ ἢ ἄμφω ἄδηλα, καὶ πῶς διὰ τοῦ ἀδήλου τὸ ἄδηλον δείκνυται; ἢ ἄμφω δῆλα, καὶ περιττὸν τὸ περὶ δήλων ζητεῖν. ἀλλὰ καὶ δι’ ἑαυτοῦ δείξει ἑκάτερον, εἴπερ καὶ δι’ ἑκατέρου ἑκάτερον. εἰ γὰρ τοῦ Α ὄντος τὸ Β ἐστί, τοῦ δὲ Β ὄντος τὸ Α, τοῦ Α ὄντος ἔσται τὸ Α, καὶ ἀνάπαλιν. ὥστε ὅταν τὸ ἀναλόγως ἔχον καὶ ἀντιστρέφον ἐλάμβανεν εἰς ἀπόδειξιν, πάλιν τὸ αὐτὸ ἐδείκνυ δι’ ἑαυτοῦ καὶ ᾐτεῖτο τὸ ἐν ἀρχῇ. τὸ δὲ καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε πρὸς πίστιν εἴρηται τοῦ ἐξεῖναι λαμβάνειν· λαμβάνομεν γὰρ ἐν ταῖς ἀποδείξεσι προτάσεις τόδε κατὰ τοῦδε κατηγοροῦντες, δι’ ὧν δείκνυμεν τὸ ζητούμενον· πλὴν οὔτε τὸ αὐτὸ τῷ ζητουμένῳ τὸ λαμβανόμενον οὔτε τὸν αὐτὸν λόγον ἔχον οὔτ’ ἀντιστρέφον, ὡς ἐνταῦθα γενόμενον δέδεικται. τὸ δὲ ἕτερόν τι ἔστω οὐχ ἁπλῶς οὕτως εἴρηται, ἀλλ’ ἐπειδὴ αὐτὸς μὲν οὐχ ὁμολογεῖ συλλογιστικῶς τι λαμβάνεσθαι ἐν ταῖς περὶ τῶν ὅρων ζητήσεσιν, ὁ δὲ ὑποθετικῶς περὶ τοῦ ὅρου συλλογιζόμενος οὕτω ποιεῖ, διὰ τοῦτό φησιν ‘ἔστω δὲ καὶ δεδόσθω λαμβάνειν τι εἰς τὸ δεῖξαι τὸν ὁρισμόν, ὥσπερ καὶ ἐν ταῖς ἀποδείξεσι γίνεται· πλὴν οὐ τοιαῦτα δεῖ λαμβάνειν, οἷα ὁ ὑποθετικῶς ἐνταῦθα συλλογιζόμενος εἴληφεν. ἔοικε δὲ τὸν ταῦτα λέγοντα ἐκ περιουσίας αἱρεῖν,3 ὅταν καὶ δοὺς αὐτῷ τὸ ἐνδέχεσθαι περὶ τοῦ ὁρισμοῦ συλλογίζεσθαι, ἐλέγχῃ αὐτὸν μηδ’ οὕτως εὐοδούμενον.
“但他设定它是为了证明‘何以是其所是’——然而,就让它是另一事物吧;因为在证明中也是[设定]此事属于彼事,但既不是其自身,也不是定义相同且可换位的事物。” 因为为了证明定义,以及为了证明摆在我们面前的任何其他事物,设定某物是允许的,而且为了某事的证明而设定某物并不是被绝对禁止的;只是必须设定某种不同的事物,既不可设定其自身,也不可设定定义相同且可换位的事物;因为在这两种情况下都会导致乞题。因为在这里,在恶与善的例子中,即使他看起来没有直接设定所探求的事物,但他设定了具有相同关系且可换位的事物,因而同样乞求了最初的论题。让我们说明一下,为了证明而设定的事物是如何与被证明的事物具有相同关系并与之换位的。因为恶作为善的相反者对善所具有的关系,与善作为恶的相反者对恶所具有的关系是完全相同的。而且,正如设定的前者的定义被用来证明后者的‘何以是其所是’,后者的定义被用来证明前者的定义也是可以换位的;于是它们将互为证明,而这要么两者都是不显明的——可是不显明的事物如何通过不显明的事物来证明呢?——要么两者都是显明的,而探求显明的事物是多余的。不仅如此,如果他通过对方来证明每一个,那么他也将通过自身来证明每一个。因为如果当Α存在时Β存在,而当Β存在时Α存在,那么当Α存在时Α就将存在,反之亦然。因此,当他为了论证而设定了处于类似关系中且可换位的事物时,他又是在通过自身证明同一事物,并且乞求了最初的论题。至于“因为在证明中也是此事属于彼事”这一短语,是为了证实设定前提是允许的;因为我们在证明中通过把此事谓述于彼事来设定前提,并通过它们来证明所探求的事物;只是所设定的事物既不与所探求的事物相同,也不具有相同的关系,亦非可换位的,而不像在这里已被证明发生的那样。至于“就让它是另一事物吧”,并不是无条件地这样说的,而是因为亚里士多德本人并不承认在关于定义的探求中可以三段论式地设定某物,但由于通过假定就定义进行推论的人如此行事,因此他说:“就承认并准许为了证明定义而设定某物吧,正如在证明中所发生的那样;只是不应当设定像这里通过假定进行推论的人所设定的那种东西。”看来,当他即使向对方让步说有可能就定义进行推论、却仍驳斥对方即使如此也无法成功时,他是绰绰有余地驳倒了持此说者。
- 1.99ὡς ἐοικέναι καὶ τοῦτον αἰτεῖσθαι τὸ ἐν ἀρχῇ
连词 ὡς 后接不定式 ἐοικέναι,表示由前文(为证明定义而设定定义)引出的结果或推论。不定式 ἐοικέναι 及其后 αἰτεῖσθαι 的逻辑主语为 τοῦτον(此种模式)。
- 1.100καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν ὅτι ἔστι τόδε κατὰ τοῦδε
引文(lemma)中极度省略的表达。亚里士多德的原文中需要在 ὅτι 引导的名词性从句前补充动词 λαμβάνεται(或以我们为主语的 λαμβάνομεν,意为“被设定/我们设定”),即“在证明中也是[设定]此事属于彼事”。厄斯特拉齐奥在随后的注解中(πρὸς πίστιν εἴρηται τοῦ ἐξεῖναι λαμβάνειν· λαμβάνομεν γὰρ ἐν ταῖς ἀποδείξεσι προτάσεις...)正是如此补充说明的。
- 1.100ἔοικε δὲ τὸν ταῦτα λέγοντα ἐκ περιουσίας αἱρεῖν
动词 ἔοικε 后接补充不定式短语。不定式 αἱρεῖν(驳倒、击败)的逻辑主语是未明言的亚里士多德,而宾格 τὸν ταῦτα λέγοντα(主张这些观点的人,即通过假定进行推论者)是 αἱρεῖν 的宾语。成语 ἐκ περιουσίας 意为“游刃有余地”、“自优势地位”。
