- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:84.14-85.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯解释了为何三段论的定义不包含在其大前提或小前提中,因而定义的定义绝不能在定义探求中被预先假定,并阐明了方法的定义仅在事后受质疑时才具有效用。接着他转向亚里士多德在92a20中的讨论,介绍通过相反概念由假定演绎出定义的尝试及其缺陷。
" Ἀεὶ γὰρ ὅλη ἢ μέρος ἡ πρότασις ἐξ ὧν ὁ συλλογισμός." Τοῦτο δεικτικόν ἐστι τοῦ μὴ λαμβάνεσθαι τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν ἐν τῷ συλλογίζεσθαι. εἰ γάρ, φησίν, ἐλαμβάνετο, ἦν ἂν ἀεὶ ἡ μείζων ἢ ἐλάττων πρότασις τῶν δύο ἐξ ὧν ὁ συλλογισμὸς σύγκειται, ἐν ᾗ ἔδει κεῖσθαι τὸν αὑτοῦ ὁρισμόν, καὶ ὡρισμένον ἂν ἦν τοῦτο ποῦ ὀφείλει κεῖσθαι ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ, εἴτε ἐν τῇ μείζονι, ἣν ὅλην φησίν, εἴτε ἐν τῇ ἐλάττονι, ἣν μέρος καλεῖ,1 ὡς δέον εἶναι τὸν κανόνα ἀεὶ ὡσαύτως ἔχοντα· νῦν δ’ οὐδαμοῦ τοῦτο θεωρεῖται γινόμενον. οὐκ ἄρα ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ λαμβάνεται ἐν τῷ συλλογίζεσθαι· οὐδ’ ἄρα ἐν τῷ συλλογισμῷ τῷ περὶ τοῦ ὅρου δεῖ τὸν ὅρον αὐτοῦ λαμβάνεσθαι. διττὴ δὲ ἡ γραφὴ τίθεται. ἐνίοις μὲν γὰρ τῶν ἀντιγράφων οὕτως εὕρηται οὕτως ἄρα οὐδὲ τὸ τί ἦν εἶναι· ἐνίοις δὲ οὕτω γὰρ οὐδὲ τὸ τί ἦν εἶναι. ἐκείνως μὲν οὖν οὐδεμίαν ἔχει δυσχέρειαν ἡ τῆς λέξεως σύνταξις. κατὰ δὲ τὴν δευτέραν θέσιν τὸ γάρ οὐ κατασκευαστικὸν κριθήσεται, ἀλλὰ παραπληρωματικὸν ἀντὶ τοῦ δή,2 ὡς εἶναι τὸν λόγον οὕτως ‘οὕτω δὴ οὐδὲ τὸ τί ἦν εἶναι δεῖ ἐνεῖναι ἐν τῷ συλλογισμῷ, ἀλλ’ εἶναι τὸ τί ἦν εἶναι τοῦ τε συλλογισμοῦ τοῦ τε ὁρισμοῦ χωρὶς τῶν κειμένων’, τουτέστι τῶν προτάσεων τῶν τεθεισῶν καὶ ὁμοῦ γραφεισῶν πρὸς τὸ ἀκολουθῆσαι αὐταῖς τὸ ζητούμενον. καὶ ὥσπερ τινὸς ἐρωτᾶν μέλλοντος, εἰ μηδέποτε μηδαμῇ τοῖς συλλογιζομένοις περί τινος ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ χρήσιμος ἐν τῷ περὶ τοῦ συλλογιζομένου πράγματος συλλογίζεσθαι, φησὶν ὅτι ἕως ἔτι συλλογιζόμεθα καὶ τὴν εἰς εὕρεσιν τοῦ ζητουμένου ὁδὸν συλλογιστικῶς ἐξανύομεν, οὐ χρεία τοῦ ὅρου ἐστὶ τοῦ συλλογισμοῦ, μετὰ δὲ τὸ ἀπαρτισθῆναι τὸν συλλογισμὸν εἴ τις εἴη ἀμφισβητῶν, εἰ ὁ κανὼν ἡμῖν τετήρηται τοῦ συλλογισμοῦ εἴτε μή, ἀνθίστασθαι καὶ τότε προφέρειν εὐκαίρως τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ δεικνύντας3 ὡς συλλελογίσμεθα· τοῦτο γὰρ ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ ἀπαιτεῖ, ὃ ἡμεῖς πεποιήκαμεν. τὸ αὐτὸ χρὴ ποιεῖν καὶ ἐν τῷ ὁρίζεσθαι, εἴτε διὰ συλλογισμοῦ τοῦτο εἴτε ἄλλως τις ἐκπληροῖ· μετὰ δὲ τὸ τὴν ὁδὸν ἐκτελέσαι τὴν ἄγουσαν εἰς ἀπαρτισμὸν τοῦ ὁρισμοῦ εἴ τις εἴη φάσκων ὡς οὐ τί ἦν εἶναι δέδεικται, τότε καιρὸς τῷ ὁρισμῷ χρῆσθαι τοῦ ὁρισμοῦ δεικνύντας δι’ αὐτοῦ ὡς τὸ τί ἦν εἶναι τὸ δεδειγμένον ἐστί· τοῦτο γὰρ εἶναι ὁμολογεῖται τὸ τί ἦν εἶναι. δῆλον ἄρα ἐκ τῶν εἰρημένων ἐστὶν ὅτι οὔτε τὸν τοῦ συλλογισμοῦ ὅρον χρὴ παραλαμβάνειν ἐν τῷ συλλογίζεσθαι οὔτε τὸν τοῦ ὅρου ἐν τῷ ὁρίζεσθαι ἤτοι ὁρισμὸν κατασκευάζειν. προσθετέον δ’ ὅτι οὐδ’ ἐν τῷ διαιρεῖν τὸν τῆς διαιρέσεως ἢ ἐν τῷ ἀναλύειν τὸν τῆς ἀναλύσεως ἢ ἴσως ἄλλης μεθόδου τινὸς ἐν τῷ δι’ αὐτῆς τι ζητεῖν.
“因为构成三段论的前提总是全体或部分。” 这证明了在进行推论时三段论的定义不被假定。他说,因为如果它被假定,那么构成三段论的两个前提中的大前提或小前提,就必定总是其自身定义应当置于其中的那一个,且三段论的定义应当置于何处本应是确定了的——无论是在他称为‘全体’的大前提中,还是在他称为‘部分’的小前提中,因为规则本应始终保持一致。但实际上,这种情况在任何地方都不曾被观察到发生。因此,在进行推论时三段论的定义不被假定;因而,在关于定义的三段论中,定义的定义也不应当被假定。不过,这里传下了两种读法。因为在某些抄本中发现的是“因而这样一来,甚至‘何以是其所是’也不[被假定]”;而在另一些抄本中则是“因为这样一来,甚至‘何以是其所是’也不[被假定]”。按照前一种读法,文句的句法没有任何困难。但按照第二种读法,“因为”将不被判定为论证性的,而被判定为相当于“确实”的语气助词,以至于该言明是:“确实如此,甚至‘何以是其所是’也不应当存在于三段论中,相反,三段论的‘何以是其所是’与定义的‘何以是其所是’应当在既定项目之外”——也就是说,在为了使所探求的事物随之得出而设定并合写在一起的前提之外。并且,宛如有人将要提问:对于就某事物进行推论的人而言,在就所推论的事物进行推论的过程中,三段论的定义难道绝不且在任何方面都毫无用处吗?对此他说,只要我们仍处于推论之中,并且正在通过推论完成通往发现所探求事物的路径,就不需要三段论的定义;但在三段论完成之后,若有人争议三段论的规则是否被我们遵守,那时就当予以抵御,并适时提出三段论的定义,表明我们已经进行了推论;因为我们所做的事,正是三段论的定义所要求的。在进行定义时也必须做同样的事情,无论有人是通过三段论还是以其他方式完成这一任务:在完成了通向定义完满的路径之后,若有人声称‘何以是其所是’未被证明,那时正是使用定义的定义的时机,通过它来表明所证明的事物正是‘何以是其所是’;因为人们公认‘何以是其所是’就是这个。因此,由上述可见,既不应当在进行推论时引入三段论的定义,也不应当在进行定义即确立定义时引入定义的定义。还应当补充的是,既不应当在进行划分时引入划分的定义,也不应当在进行分析时引入分析的定义,或者或许在通过任何其它方法探求某物时也不应当引入该方法的定义。
"Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ." Ἐπὶ τὸν ἕτερον μεταβαίνει τρόπον τὸν ὑποθετικῶς πειρώμενον περὶ τοῦ ὁρισμοῦ συλλογίζεσθαι καὶ οὕτως εὑρίσκειν αὐτόν. καὶ πρότερον ἐκτίθησι παράδειγμα πῶς ἐνδέχεται προχωρεῖν τὸ ἐξ ὑποθέσεως τὸν ὁρισμὸν δείκνυσθαι κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ ἐξ ὑποθέσεως· εἶτα δὲ ἀπελέγχει καὶ αὐτὸν ὡς οὐκ εὐοδούμενον. τῷ δὲ κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ χρὴ συνεξακούειν τὸ οὐδ’ οὕτως ἕξει καλῶς4 τὸ τὸν ὁρισμὸν δεικνύειν ἢ συλλογίζεσθαι. εἶτα τὸ παράδειγμα, οἷον εἰ πρόκειται τοῦ ἀγαθοῦ εὑρεῖν ὁρισμόν· τούτῳ δέ ἐστιν ἐναντίον τὸ κακόν. εἶτα ὑποθώμεθα τὸν τοῦ κακοῦ ὁρισμόν, ἵν’ οὕτω προβαίη συλλογισμὸς ὁ ἐξ ὑποθέσεως ‘εἰ τῷ κακῷ ἐστι τὸ εἶναι τὸ διαιρετῷ εἶναι, τούτῳ δὲ ἐναντίον τὸ ἀγαθόν, οἷς δέ ἐστιν ἐναντία, τούτοις τὸ εἶναι τὸ ἐναντίοις εἶναι οἷς ἐστιν ἐναντία, δῆλον ὅτι τῷ ἀγαθῷ τὸ εἶναι τὸ ἀδιαιρέτῳ εἶναι· ἐναντίον γὰρ τὸ διαιρετὸν καὶ τὸ ἀδιαίρετον. ἔστιν ἄρα ἀγαθῷ εἶναι τὸ ἀδιαιρέτῳ εἶναι.’ ἔστιν οὖν τοιουτοτρόπως γινόμενος ὁ ὑποθετικός, ἐκ τριῶν συγκείμενος ὑποθέσεων, αἷς ἐπάγεται τὸ συμπέρασμα. ἐλέγχεται δὲ καὶ οὗτος ὁ τρόπος μὴ καλῶς τὸν ὁρισμὸν συλλογιζόμενος.
“即使他从假定出发来证明。” 他过渡到另一种模式,即试图假定性地就定义进行推论并以此方式发现定义的模式。他首先举出一个例子,说明按照“从假定出发”的这一含义,从假定出发证明定义可以如何进行;接着,他也驳斥了这一模式,指出其不能成立。对于“即使他从假定出发来证明”,必须连带理解为“即使如此,证明或推论出定义也是不妥当的”。接着是这个例子:设想任务是发现善的定义;而恶与它是相反的。然后让我们假定恶的定义,以便使假定三段论按如下方式进行:“如果对于恶而言存在就是可分的存在,而善与它是相反的,且对于具有相反者之事物而言存在就是与它们作为相反者的那些事物相反的存在,那么显而易见,对于善而言存在就是不可分的存在;因为可分与不可分是相反的。因此,对于善而言存在就是不可分的存在。”这样形成的假定三段论就是如此样态的,由三个假定构成,结论由此被引出。然而,这一模式也被驳斥为未能妥当地推论出定义。
- 1.97ἣν ὅλην φησίν, εἴτε ἐν τῇ ἐλάττονι, ἣν μέρος καλεῖ
厄斯特拉提奥斯将亚里士多德原文引文中的“全体(ὅλη)”与“部分(μέρος)”分别解释为指三段论的“大前提(μείζων πρότασις)”与“小前提(ἐλάττων πρότασις)”。
- 1.97κατὰ δὲ τὴν δευτέραν θέσιν τὸ γάρ οὐ κατασκευαστικὸν κριθήσεται, ἀλλὰ παραπληρωματικὸν ἀντὶ τοῦ δή
关于异读“οὕτω γὰρ οὐδέ...”中 γάρ 的句法功能的讨论。若将其视为通常的论证/陈述原因的用法(κατασκευαστικόν),在上下文连接上存在困难,因此此处将其判定为相当于强调语气助词 δή 的补填辞(παραπληρωματικόν)。
- 1.97ἀνθίστασθαι καὶ τότε προφέρειν εὐκαίρως τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ δεικνύντας
不定词 ἀνθίστασθαι 与 προφέρειν 依赖于上下文省略的表达必要性或应当的无人称结构(如 δεῖ 或 χρή,或承接前文的 χρεία ἐστί),意为“应当抵御并适时提出……”。阳性宾格复数分词 δεικνύντας 与代表推论者(我们)的逻辑主语一致。
- 1.98τῷ δὲ κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ χρὴ συνεξακούειν τὸ οὐδ’ οὕτως ἕξει καλῶς
针对亚里士多德极其简练的让步条件句(κἂν ... δεικνύῃ),注解者指出了主句的省略,说明应当连带领会并补出结论部“即使如此也是不妥当的(οὐδ’ οὕτως ἕξει καλῶς)”。
