- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:83.9-84.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德指出在推论定义时通过中项预先假定本质(定义)构成了窃取论题(92a9);欧斯特拉提乌斯阐明了其逻辑结构,并详细解释了以此与任何探求方法均不预设自身定义进行类比的批判(92a11)。
" Ἢ πάλιν εἴληφε τὸ τί ἦν εἶναι καὶ ἐν τούτῳ; ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι.1" Πάλιν, φησί, τὸ αὐτὸ ἄτοπον κἀνταῦθα ὃ δὴ καὶ πρότερον. ὁ γὰρ ταῦτα λέγων εἴληφε τὸ ζητούμενον καὶ ἐν τούτῳ τῷ τρόπῳ ἢ τῷ συλλογισμῷ, ὃ δὴ καὶ ἐπὶ τῶν πρώην ἐγίνετο. τὸ γὰρ ταδὶ ἐν τῷ τί ἐστι μόνα καὶ ἴδιον τὸ πᾶν ταὐτόν ἐστι τῷ ταδὶ ὁρισμός ἐστιν· οὐδὲν γὰρ ἄλλο ἐστὶν ὁρισμὸς ἢ ὁ ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι πάντων ἴδιος λόγος. τὸ δὲ ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι τοιοῦτόν ἐστιν, ὅτι τούτου τοῦ μέσου ληφθέντος ἀνάγκη διὰ τούτου δεῖξαι ὅτι ὁρισμός ἐστιν· ὁ δὲ μέσος οὗτος οὐδὲν ἄλλο ἐστὶν ἢ ὁ ζητούμενος ὁρισμός· ὥστε κἀνταῦθα τὸ ἐξ ἀρχῆς εἴληπται. εἰ γὰρ πρόκειται ὁρίσασθαι ἄνθρωπον, εἴποι δέ τις ὅτι ‘ζῷον πεζὸν δίπουν τὰ ἐν τῷ τί ἐστι μόνα καὶ ἴδιος λόγος ἄνθρωπον,2 πᾶν δὲ τὸ τοιοῦτον τὸ τί ἦν εἶναί ἐστι· οὗτος ἄρα ὁ λόγος τὸ τί ἦν εἶναι τοῦ ἀνθρώπου’ τὸ ἐξ ἀρχῆς ᾐτήσατο. τὸ γὰρ εἰπεῖν ὅτι τὰ ἐν τῷ τί ἐστι τοῦ ἀνθρώπου μόνα καὶ ἴδιος λόγος αὐτοῦ ταὐτόν ἐστι τῷ εἰπεῖν ὁρισμὸν εἶναι αὐτοῦ· ὡς εἶναι τὸν λόγον τοιοῦτον ‘τὸ ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου. πᾶς ὁρισμός τινος ὁρισμός ἐστιν αὐτοῦ. τὸ ἄρα ζῷον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου’.
“或者,在这种情况中,他是否又假定了‘何以是其所是’?因为必须通过中项来证明。” 他说,在此处同样荒谬的事情再次发生,正如先前一样。因为说这些话的人,在这个模式或这个三段论中,也假定了所探求的事物,恰如在前文的情况中所发生的那样。因为说“唯有这些在‘是什么’之中,且整体是固有的”,与说“这些是定义”是完全同一的;因为定义不是别的,正是在“是什么”中由一切固有要素构成的固有言明。而“因为必须通过中项来证明”这句话的意思是:既然接受了这一中项,就必须通过它证明它是一个定义;但这个中项不是别的,正是所探求的定义;因此在这里也窃取了论题。因为若设想去定义人,而有人说“‘两足陆生动物’是唯有在‘是什么’之中的要素,且是对于人而言固有的言明,而凡此类者皆是‘何以是其所是’;因此,这一言明是人的‘何以是其所是’”,那么他就窃取了论题。因为说它是唯有在人的‘是什么’之中的要素且是对他固有的言明,与说它是他的定义是完全同一的;以至于该论证成为如下形式:“‘两足陆生动物’是人的定义。某事物的任何定义皆是它的定义。因此,‘两足陆生动物’是人的定义。”
"Ἔτι ὥσπερ οὐδ’ ἐν συλλογισμῷ λαμβάνεται τί ἐστι." Τὸ μὲν πρότερον αἰτίαμα κοινὸν τοῖς προλαβοῦσι τρόποις ἐστί, τοῦτο δ’ ἴδιον τοῦ νῦν προκειμένου. ὥσπερ δὲ ἔγκλημα παρανομίας τινὸς κατὰ τῶν οὕτως ἐπιχειρούντων τὸν ὁρισμὸν συλλογίζεσθαι ἐπάγει τουτί.3 πολλοὶ γὰρ τρόποι ζητήσεως δι’ ὧν μὴ γινωσκόμενά τινα ἐφευρίσκεται, οἷον ζητοῦμεν καὶ διὰ διαιρέσεως καὶ δι’ ἀναλύσεως καὶ δι’ ἀποδείξεως καὶ ἁπλῶς διὰ συλλογισμοῦ, καὶ τούτων ἑκάστη τῶν μεθόδων ὑποδιαιρέσεις ἔχει πολλάς. πολλοὶ γὰρ διαιρέσεως τρόποι καὶ πολλοὶ ἀναλύσεως καὶ συλλογισμοῦ ὡσαύτως πολλοί. ὅπερ οὖν Ἀριστοτέλης ὡς ἀπὸ συλλογισμοῦ κατὰ τῶν οὕτω τὴν ὁριστικὴν μετιόντων ἐπάγει ἔγκλημα, τοῦτο καὶ ἀπὸ πάσης μεθόδου ζητητικῆς ἐπαχθήσεται. οὔτε γὰρ διαιροῦντες οὔτε ἀναλύοντες οὔτε τινὶ ἑτέρᾳ τῶν τοιούτων μεθόδων χρώμενοι πρὸς εὕρεσίν τινος τὸν ὁρισμὸν τῆς μεθόδου ἐν τῷ ζητεῖν εἰς μέσον παραλαμβάνομεν, ἀλλὰ μόνον εἴ τις ἐνίσταιτο ὕστερον μετὰ τὴν τοῦ προκειμένου συμπλήρωσιν, ὡς οὐ καλῶς τῇ μεθόδῳ κεχρήμεθα, τότε ἴσως χρεία τοῦ αὐτῆς ὁρισμοῦ, δι’ οὗ δείξομεν ὅτιπερ ἡμῖν τὸ καθῆκον τῇ μεθόδῳ τετήρηται. ὃ οὖν ἐν οὐδεμιᾷ μεθόδῳ εἴωθε γίνεσθαι, τοῦτο πῶς ἐν τῇ ὁριστικῇ ποιοῦσιν; ἴδωμεν δὲ τὴν λέξιν. ὥσπερ, φησίν, οὐδὲ ἐν τῷ συλλογίζεσθαι ὁ ὁρισμὸς λαμβάνεται τοῦ συλλογισμοῦ (τοῦτο γάρ ἐστι τὸ τί ἐστι τὸ συλλογίζεσθαι) οὕτως οὐδὲ τὸ τί ἦν εἶναι ἤτοι τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ δεῖ λαμβάνειν ἐν τῷ ὁρίζεσθαι (τὸ γὰρ ποιεῖν ὁρισμὸν ἢ εὑρίσκειν ὁρισμὸν ὁρίζεσθαί ἐστιν), ὅπερ ἐργάζεσθαι πειρῶνται οἱ διὰ τοῦ εἰρημένου τρόπου τὸν ὁρισμὸν εὑρίσκειν πειρώμενοι.
“再者,正如在三段论中并不假定‘是什么’一样。” 前一个指责对于先前的诸模式是共通的,而这一个则是针对当前所提出模式特有的。他提出这一点,宛如对那些试图以此方式推论出定义的人提出某种违法的指控。因为存在许多探求的模式,通过它们某些未知之物得以被发现,例如我们通过划分、通过分析、通过证明以及单纯通过三段论来进行探求,而这些方法中的每一种都有许多细分。因为划分的模式是多样的,分析的模式是多样的,三段论的模式同样也是多样的。因此,亚里士多德就三段论对那些如此探求定义之法的人所提出的指控,从任何一种探求方法出发也都可以提出。因为无论是在进行划分、分析,还是在使用任何其它此类方法以发现某物时,我们在探求的过程中绝不会将该方法的定义引入中间;唯有当有人在当前的任务完成之后提出异议,指责我们未曾妥当地使用该方法时,那时或许才需要该方法本身的定义,通过它我们将表明我们遵守了该方法应有的规程。那么,在任何方法中都不习惯发生的事情,他们又如何在定义之法中做出来呢?让我们来看具体的文句。他说,正如在进行推论时三段论的定义不被假定(因为这正是‘推论是什么’),同样在进行定义时也不应当假定‘何以是其所是’,即定义的定义(因为制定定义或发现定义就是‘进行定义’),而这恰恰是那些试图通过前述模式发现定义的人企图要做的事情。
- 1.95ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι
亚里士多德原文引文(词元的后半部分);欧斯特拉提乌斯将其解释为三段论结构中的形式必然性,即一旦设定了中项,就必须通过该中项来证明谓项属于主项(即其为定义)。
- 1.95ἴδιος λόγος ἄνθρωπον
宾格 ἄνθρωπον 可以理解为由形容词 ἴδιος 所引导的关系宾格(“就人而言固有的言明”),亦可视为对应于属格的破格结构(与后文出现的 ἴδιος λόγος αὐτοῦ 平行)。无论何者,皆指对人而言固有的定义言明。
- 1.96ὥσπερ δὲ ἔγκλημα παρανομίας τινὸς κατὰ τῶν οὕτως ἐπιχειρούντων τὸν ὁρισμὸν συλλογίζεσθαι ἐπάγει τουτί
省略的主语是亚里士多德,主动词为 ἐπάγει。直接宾语是中性指示代词 τουτί(“这一指责”)。ὥσπερ ἔγκλημα παρανομίας τινός 作状语/宾语补足语(“宛如某种违法的指控”),κατὰ τῶν ... 则表示指控所针对的对象。
