← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§82.3-83.8

论证本质的小前提结构与构成要素的条件

厄斯特拉提奥斯解释了该假言三段论的小前提“唯有这些在‘是什么’之中且整体是固有的”,阐明了邻近属和种差如何包含潜在谓项、各部分及整体的可换位性,并对“因为这就是那一事物的存在”一句提出了两种解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.94#2

τούτῳ δὲ τῷ λήμματι καὶ ταύτῃ τῇ ὑποθέσει προσλαμβάνεται ἕτερον τὸ ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν· τοῦτο γάρ ἐστιν ἡ ἐλάττων τοῦ συλλογισμοῦ πρότασις· λέγεται δὲ ὡς περὶ συνηγμένων τινῶν καὶ ἀλλήλοις συντεθειμένων εἰς ἑνὸς λόγου συμπλήρωσιν, ὅτι ταῦτα δὲ μόνα ἐν τῷ τί ἐστιν, ἤτοι ὡς πάντων τῶν ἐν τῷ τί ἐστι λέγεσθαι δυναμένων ἐκεῖσε συνηγμένων κατὰ τοῦ ὑποκειμένου καὶ μηδενὸς ὑπολειπομένου. εἰ γὰρ καὶ τὸ προσεχὲς γένος τοῦ ὁριστοῦ καὶ τὰς προσεχεῖς αὐτοῦ διαφορὰς λαμβάνοντες ἐν τῷ ὁρισμῷ ἔχομεν ἴσως λαβεῖν καὶ ἕτερα τῶν ληφθέντων ἐπέκεινα, ἃ καὶ αὐτὰ ἐν τῷ τί ἐστι τοῦ ὁριστοῦ κατηγορεῖσθαι δύναται, ἀλλ’ οὖν δυνάμει κἀκεῖνα λαμβάνεται ὡς τοῖς ληφθεῖσιν ἐνθεωρούμενα· ὁ γὰρ τὸ ζῷον ἐν τῷ τί ἐστι κατηγορήσας τοῦ ἀνθρώπου καὶ οὐσίαν καὶ ἔμψυχον καὶ αἰσθητικὸν αὐτοῦ κατηγόρησεν, ὥστε πάντα ἐκεῖσε τὰ ἐν τῷ τί ἐστιν εἰλῆφθαι, τὰ μὲν δυνάμει τὰ δ’ ἐνεργείᾳ· ὡς ταῦτα μόνα ἐν τῷ τί ἐστιν εἶναι τοῦ ὁριστοῦ καὶ μηδὲν παραλελεῖφθαι,1 εἰ τὰ προσεχῆ ἅπαντα εἴληπται. ἢ καὶ οὕτω τὸ μόνα, ὡς καὶ μόνων ἀρκούντων τῶν ληφθέντων δηλοῦν τὸ τί ἐστι. τὸ δὲ καὶ ἴδιον τὸ πᾶν προστέθειται, διότι μὴ ἀρκεῖ λαβεῖν μόνον τινὰ ἐν τῷ τί ἐστι κατὰ τοῦ ὑποκειμένου λεγόμενα, ἀλλὰ δεῖ καὶ τὸ ἐκ πάντων ἀντιστρέφειν πρὸς τὸ ὁριστόν. ἢ ὅτι ἐπειδὴ ἡ μείζων πρότασις εἶχε κατηγορούμενον μὲν τὸν ὁρισμόν, ὑποκείμενον δὲ τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων, διὰ τοῦτο εἶπεν ὅτι ταῦτα μόνα ἐν τῷ τί ἐστι, καὶ ἴδιον τὸ πᾶν, τουτέστι καὶ καθ’ ἕκαστον ἴδιον ὡς οἰκεῖον γένος καὶ οἰκεῖαι διαφοραί, καὶ τὸ πᾶν ἴδιον ὡς ἀντιστρέφον. εἰ γὰρ μὴ ἐκ τῶν οἰκείων γένους καὶ διαφορῶν ὁ λόγος συνέκειτο, οὐκ ἂν ἀντέστρεφεν, εἰ καὶ ἐν τῷ τί ἐστιν ἦν τὰ ληφθέντα· τὸ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ ἐκ τῶν ἐν τῷ τί ἐστι μὲν οὐ μόνον τοῦ ζῴου, ἀλλὰ καὶ τοῦ ἀνθρώπου· κατηγορεῖται γὰρ καὶ τούτου ἐν τῷ τί ἐστιν ἐκεῖνα. τῶν γὰρ καθ’ ὑποκειμένου λεγομένων ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ἀλλὰ τοῦ μὲν ζῴου ἐν τῷ τί ἐστιν ἴδια ἁπλῶς, τοῦ δὲ ἀνθρώπου ἐν τῷ τί ἐστι μέν, οὐ μὴν ἁπλῶς ἴδια, ἀλλὰ διὰ τὸ ζῷον. ἢ καὶ ἀνωτέρω τὸ ἰδίων ἀντὶ τοῦ ἰδιαστικῶν ἤγουν ἰδιοποιῶν, ὡς τῇ ἑαυτῶν συνθέσει ἴδιον τῷ ὑποκειμένῳ τὸ πᾶν καὶ ἀντιστρέφον ἀποτελούντων, καὶ ἐνταῦθα τὸ ἴδιον τὸ πᾶν ὡς ἐκ τῶν συντεθέντων ἀποτελούμενον. ὡς εἶναι τὸν λόγον οὕτως· πᾶν τὸ ἐκ τῶν ἐν τῷ τί ἐστι ποιούντων ἴδιον ὁρισμός ἐστιν· οὗτος ὁ λόγος ἐκ τῶν ἐν τῷ τί ἐστιν ἴδιος πεποιημένος. οὗτος ἄρα ὁ λόγος ὁρισμός ἐστι. τὸ δὲ τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ2 ταῦτα γὰρ εἰπόντες τὸν ὁρισμὸν συλλελογίσμεθα, ἐπεὶ τοῦτό ἐστι τὸ εἶναι τῷ ὁριστῷ, ὅπερ ὁ λόγος δηλοῖ ὁ ἐκ τῶν ἐν τῷ τί ἐστι συγκείμενος καὶ ἴδιος ὢν πρὸς αὐτὸ καὶ ἀντιστρέφων. ἢ ὥσπερ ἐπίκρισίς ἐστι τῆς μείζονος προτάσεως, ὡς καλῶς εἴληπται· τοῦτο γάρ ἐστι τὸ εἶναι ᾡτινιοῦν ὁρισμῷ, τὸ ἐκ τῶν ἐν τῷ τί ἐστι ἰδίων.

而在该前提和该假设之外,又补充了另一前提:“唯有这些在‘是什么’之中,且整体是固有的”;因为这是该三段论的小前提。而就为了成就单一的定义语句而汇集在一起并彼此结合的某些要素而言,说“唯有这些在‘是什么’之中”,是指在主词的‘是什么’中能够被表述的所有要素都已汇集于此,未遗漏任何一项。因为即使我们在定义中接受被定义项的邻近属及其邻近种差时,或许也能接受所取要素之外的其它要素(这些要素本身也能在被定义项的‘是什么’中被谓述),但无论如何那些要素也已潜在地被接受了,因为它们包含在所接受的要素之中;因为在‘是什么’中将动物谓述于人的人,也就将实体、有灵魂和有感觉谓述于人了,从而‘是什么’中的一切要素都已被接受于其中,一些是潜在地,另一些是现实地——以至于若所有的邻近要素均已被接受,那么唯有这些存在于被定义项的‘是什么’之中,没有任何被遗漏。或者,“唯有”也是在此种意义上说的:即所接受的要素唯独它们自身就足以表明‘是什么’。而之所以加上“且整体是固有的”,是因为仅仅接受在‘是什么’中就主词所表述的某些要素是不够的,而且由全部要素构成的整体还必须与被定义项可换位。或者是因为,既然大前提以定义为谓项,以“由‘是什么’中的固有要素所构成者”为主项,因此他才说“唯有这些在‘是什么’之中,且整体是固有的”,也就是说,分别而言作为固有的属与固有的种差是固有的,而作为可换位者整体也是固有的。因为如果定义语句不是由固有的属与种差构成的,那么即使所接受的要素处于‘是什么’之中,它也不会换位;因为“有灵魂的有感觉的实体”不仅属于动物的‘是什么’中的要素,而且也属于人的‘是什么’中的要素;因为在‘是什么’中那些要素也被谓述于人。因为在关于主词表述的事物中,凡关于谓项表述的,也将关于主词表述。但对于动物而言,它们在‘是什么’中是单纯固有的;而对于人而言,它们虽在‘是什么’之中,却绝非单纯固有的,而是通过动物[成为固有]。又或者,前文中的“固有要素”是指“特异化的”即“赋特异性的”,意指通过它们自身的结合使整体对于主词而言成为固有的且可换位的,而这里的“整体是固有的”则是指由被结合的要素所成就的。因此整个论证如下:凡由在‘是什么’中造成固有的要素所构成者,皆是定义;这一言明由‘是什么’中的要素构成为固有的;因此,这一言明是定义。而“因为这就是那一事物的存在[本质]”这句话,相当于说:“因为说了这些,我们便推论出了定义,因为对于被定义项而言,存在[本质]正是由‘是什么’中的要素构成且对其固有并可换位的言明所揭示者。”或者这宛如对大前提是否已被正当接受的决断:因为对于任何定义而言,存在[本质]正是由‘是什么’中的固有要素构成的那一事物。

语法注2 条
  1. 1.94ὡς ταῦτα μόνα ἐν τῷ τί ἐστιν εἶναι τοῦ ὁριστοῦ καὶ μηδὲν παραλελεῖφθαι

    连词 ὡς 后接不定式 εἶναι 与 παραλελεῖφθαι,用以表示结果或推论(进一步阐述前文 ὥστε 从句所引出的逻辑结果),宾格 ταῦτα μόνα 与 μηδέν 充当其不定式的逻辑主语。

  2. 1.94τὸ δὲ τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ

    由冠词 τὸ 引导的亚里士多德原文引句(92a9)τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ 充当句子的主语,与谓词形容词 ἴσον 以及与格成分 τῷ...(引入紧随其后由 ταῦτα γὰρ εἰπόντες 开始的解释性转述)构成等同或意译句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:82.3-83.8