← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§81.1-82.3

依假设论证实体本质与几何公设

厄斯特拉修对亚里士多德《后分析篇》92a6中提出的问题进行注解,即在换位与划分受阻之后,能否通过“依据假设”来论证实体方面的本质定义;他阐明了“在实体方面的‘是什么’”与质料性或偶性描述的区别,并援引几何学公设说明假设性前提的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.94#1

" Ἀλλ’ ἆρα ἔστιν καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ’ οὐσίαν, ἐξ ὑποθέσεως δὲ λαβόντα;1" Ὅτι μέν, φησίν, οὔτε διὰ τῶν ἀντιστρεφόντων οὔτε διὰ τῆς διαιρέσεως τὸν ὁρισμὸν ἐνδέχεται συλλογίζεσθαι, ἤδη δῆλον ἐκ τῶν εἰρημένων ἐστί. μήποτε δὲ ἄλλον τρόπον ἔστι τοῦτο ποιεῖν, οἷον ὑποθεμένους τι ὥσπερ λῆμμα καὶ τούτῳ ἕτερον προσάψαντας ὁμολόγημα συμπεραίνειν τὸν ὁρισμόν. τὸ δὲ ὑποτιθέμενον λῆμμά ἐστιν ὅτι πᾶν τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων οὑτινοσοῦν ὁριστοῦ συγκείμενον, τοῦτο ὁρισμός ἐστι, ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα καὶ ἴδιον τὸ πᾶν, καὶ συμπέρασμα ὅτι ταδὶ ἄρα ὁρισμός ἐστι τοῦ ἀνθρώπου, ὅπερ αὐτὸς παρῆκεν ὡς δῆλον. καὶ αὕτη μὲν ἡ διάνοια τῆς λέξεως· δεῖ δὲ καὶ καθ’ ἕκαστον ἐπεξελθεῖν τὰ μέρη αὐτῆς. τὸ τί ἐστι κατ’ οὐσίαν εἶπεν, ὅτι ἔστιν ἀποδοῦναι τὸ τί ἐστι μὴ κατ’ οὐσίαν, ἐκ τῆς ὕλης τινὰ ἢ ἐκ τῶν ἁπλῶς συμβεβηκότων λαβόντας, ὡς ἐπὶ τῶν ὑπογραφῶν γίνεται, οἷον εἰ τὸν ἄνθρωπον εἴποιμεν ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γελαστικόν· ἐκ γὰρ τῆς ὕλης αἱ τοιαῦται διαφοραὶ ἀλλ’ οὐκ ἐκ τοῦ εἴδους ἐλήφθησαν. διὸ τὸ τί ἐστι μὲν δι’ αὐτῶν ἀποδίδοται, ἐπεὶ τῷ γένει συνάπτονται, οὐ κατ’ οὐσίαν δέ, ἐπεὶ μὴ ἐκ τοῦ εἴδους εἰσί· τὸ γὰρ εἶδος ἡ οὐσία ἑκάστου, καὶ εἰδητικὰ δεῖ εἶναι τὰ εἰς δήλωσιν τοῦ εἴδους λαμβανόμενα. ὡσαύτως ὁ τί ἐστι Σωκράτης ἀποδιδοὺς ὅτι ἀνὴρ φαλακρὸς προκοίλιος σιμὸς καὶ τὰ τοιαῦτα, τί μέν ἐστιν εἶπεν, οὐ κατ’ οὐσίαν δέ, τῷ μηδὲν οὐσιῶδες εἰληφέναι. ἐπεὶ δὲ νῦν οὐ περὶ τῶν οὕτως ἀποδιδομένων ὁ λόγος αὐτῷ, ἀλλὰ περὶ τοῦ κυρίως ὁρισμοῦ, διὰ τοῦτό φησι τὸ τί ἐστι κατ’ οὐσίαν, ἀντιδιαστέλλων τὸν ὁρισμὸν ἀπ’ ἐκείνων. ἆρα δὴ ἔστι, φησί, τοῦτον ἀποδεῖξαι, ἐξ ὑποθέσεως δέ; τουτέστι μὴ κατὰ τινα τῶν προτέρων τρόπων ἀλλ’ ἐξ ὑποθέσεως λαμβάνοντας ἤγουν οὕτω λαμβάνοντας ὡς αἱ κατὰ τὰς ἐπιστήμας ὑποθέσεις λαμβάνονται, οἷον ὡς ἐπὶ γεωμετρίας τὸ δύο εὐθεῖαι χωρίον οὐ περιέχουσι, καὶ τὸ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν, καὶ τὸ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον περιγράφεσθαι. ἀρχαὶ γὰρ καὶ ταῦτα γεωμετρικαί, κἂν μὴ οὕτως ὡς τὰ ἀξιώματα ἔχωσιν, ὥστε ἀφ’ ἑαυτῶν ταῦτα τοὺς μαθητευομένους προβάλλεσθαι ὡς ἐκεῖνα, ἀλλὰ παρὰ τῶν διδασκάλων παραλαμβάνοντες δέχονται. ἆρ’ οὖν ἔστιν ὡς ἐν ὑποθέσεως τάξει λαβόντας εἶναι μὲν τὸ τί ἦν εἶναι, ταὐτόν δ’ εἰπεῖν τὸν ὁρισμόν, τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων,2 τουτέστιν ἐκεῖνο εἶναι τὸν ὁρισμόν, τὸ συγκείμενον ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων, ἤγουν ἐκ τῶν οἰκείων οὐσιωδῶν κατηγορημάτων οὑτινοσοῦν ὁριστοῦ; οὐ γὰρ ἰδίων τοιούτων οἷα τὰ ἀντιστρέφοντα, ἀλλ’ ἴδια ἐν τῷ τί ἐστι τὸ ἴδιον γένος τοῦ ὑποκειμένου φησὶ καὶ τὰς ἰδίας αὐτοῦ διαφοράς, ἃ καὶ συντεθέντα δεόντως ἴδιον τὸ πᾶν ἀντιστρέφον ἀποτελοῦσι.

“然而,依据假设来接受,是否也有可能论证在实体方面的‘是什么’呢?” 他说,既不可能通过可换位之项,也不可能通过划分来推论定义,这从前文所言已是显而易见的了。但或许可以用另一种方式做到这一点,例如将某项作为前提加以假设,并为此附加另一项经同意的前提,从而推导出定义。而所假设的前提是:凡由任何被定义项的‘是什么’中的固有要素构成的,这便是定义;而[第二前提是]唯有这些处于‘是什么’之中且整体是固有的;结论则是:因此这些便是人的定义——这一结论他因其明显而略去了。这就是该段文句的旨义;然而也有必要对它的各个部分逐一研读。他说“在实体方面的‘是什么’”,是因为也有可能不依据实体来陈述‘是什么’,即通过从质料中或从单纯的偶性中接受某些特征,正如在描述中所发生的那样,例如若我们称人为“直立行走的、扁指甲的、有笑能力的动物”;因为这样的种差是从质料而非从形式中接受而来的。因此,通过它们确实陈述了‘是什么’(因为它们与属相连),但却不是在实体方面,因为它们不来自形式;因为形式乃是每一事物的实体,而为了表明形式所接受之项必须是形式上的。同样,陈述苏格拉底是什么并说他是“秃顶的、大肚子的、塌鼻子的男子”等等的人,陈述了他是什么,但却不是在实体方面,因为他丝毫没有接受任何实质性的东西。但是,由于他现在讨论的不是以这种方式陈述的事物,而是关于严格意义上的定义,因此他才说“在实体方面的‘是什么’”,将定义与那些事物区分开来。他说:“那么,依据假设来接受,是否可能论证这一项呢?”也就是说,不是按照先前的任何方式,而是依据假设来接受前提,换言之,正如诸科学中接受假设那样去接受——例如在几何学中,“两直线不包围一空间”,以及“从任意一点到任意一点作一直线”,以及“以任意中心和距离作一圆”。因为这些也是几何学原理,即使它们并不像公理那样,以至于初学者能够像面对公理那样由自己提出它们,而是从教师那里领受并接纳的。那么,在假设的序列中预先设定本质(换言之即定义)是由‘是什么’中的固有要素构成的,也就是说,定义就是由‘是什么’中的固有要素(或者说是由任何被定义项特有的实体性谓项)所构成的那一事物,[这是否可能呢]?因为所谓‘是什么’中的固有要素,他并不是指诸如可换位的特征那样的固有属性,而是指主词特有的属及其特有的种差,它们被正当合成后,便构成了整体上可换位的固有特性。

语法注2 条
  1. 1.94ἐξ ὑποθέσεως δὲ λαβόντα

    宾格分词 λαβόντα 与不定式 ἀποδεῖξαι 的逻辑主语(泛指的人)保持一致。这是不定式结构中泛指逻辑主语取宾格的典型用法。

  2. 1.94ἆρ’ οὖν ἔστιν ὡς ἐν ὑποθέσεως τάξει λαβόντας εἶναι μὲν τὸ τί ἦν εἶναι... τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων

    在 ἆρ’ οὖν ἔστιν 之后,复数宾格分词 λαβόντας 带有“宾格加不定式”补足结构 εἶναι μὲν τὸ τί ἦν εἶναι ... τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων 作为其支配内容(即“假定本质……乃是由固有要素构成的”)。句末承接前文 ἆρα ἔστιν ... ἀποδεῖξαι 的问句框架,省略了主要不定词,属于语意依赖前文补足的悬垂/省略结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:81.1-82.3