← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§79.13-80.34

相反者假设的循环性与定义统一步骤的驳斥

厄斯特拉齐奥表明在推论中引入定义的定义是多余的,并驳斥了基于相反者假设的第二种推论方式会陷入乞题和循环论证。进而,他批判了划分法和假言法共同存在的缺陷,即无法从各项分别成立推导出定义作为单一整体的统一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.93#2

τὸ γὰρ τὸν ὅρον ἀποδεικνύειν οὐδέν ἐστιν ἄλλο ἢ ὁρίζεσθαι· οὐκ ἔστι δὲ χρεία τοῦ παρεισάγειν εἰς μέσον τὸν ὅρον τοῦ ὁρισμοῦ, ἀλλ’ ἔχειν μὲν καὶ τοῦτον ὁμολογούμενον, ὁπόταν δὲ ὁρισαμένοις ἡμῖν ἀνθίσταιτό τις ὡς τὸ ἴδιον τοῦ ὁρισμοῦ μὴ τηρήσασιν, τότε χρῆσθαι τῷ ὁρισμῷ τοῦ ὁρισμοῦ καὶ ἑαυτοὺς δεικνύναι τοῦτον τετηρηκότας ἐν τῷ ὁρίζεσθαι, ὅτι γε τὸ λέγειν ὡς οὗτος λόγος ἐστὶν ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων καὶ ὅτι ὁ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων λόγος ὁρισμός ἐστιν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸν ὁρισμὸν παραλαμβάνειν τοῦ ὁρισμοῦ· ὁ γὰρ ὁρισμὸς λόγος ἐστὶν ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων. καὶ οὗτος μὲν ἅτερος τρόπος τῶν ὠνομασμένων ἐξ ὑποθέσεως, ἱκανῶς ἐλεγχθεὶς ὡς ὁρισμὸν δεικνύειν οὐ δύναται. ὑποθετικὸς δὲ ὁ ἕτερος ὡς καὶ οὗτος συλλογιζόμενος ἐξ ὑποθέσεως, ὃς οὐδὲ αὐτός, ὡς δειχθήσεται, ὁρισμοῦ κατορθοῦν ἀπόδειξιν δύναται. κἂν γὰρ μὴ οὕτως τὸ ἐξ ὑποθέσεως λάβωμεν ὡς πρότερον εἴρηται, ἀλλὰ καθάπερ εἴωθε λέγεσθαι, οὐδ’ οὕτως ὁ ὁρισμὸς ἀποδείκνυται, ἀλλ’ αἰτεῖσθαι τὸ ἐξ ἀρχῆς καὶ ὁ οὕτω τὸν ὁρισμὸν συλλογιζόμενος ἀναγκάζεται. καὶ παραδείγματα τούτου ὡς ὁριστὰ μὲν κακὸν καὶ ἀγαθόν, ὡς ὁρισμοὶ δὲ διαιρετὸν καὶ ἀδιαίρετον. λέγομεν τοίνυν ‘εἰ τῷ κακῷ τὸ εἶναι τὸ διαιρετῷ αὐτῷ εἶναι, τῷ δ’ ἐναντίῳ τὸ εἶναι τὸ ἐναντίῳ εἶναι, ἔστι δὲ τὸ κακὸν ἐναντίον τῷ ἀγαθῷ, ἔστιν ἄρα τῷ ἀγαθῷ τὸ εἶναι τὸ ἐναντίῳ εἶναι τῷ κακῷ. ἦν δὲ τῷ κακῷ τὸ εἶναι τὸ διαιρετῷ εἶναι· τῷ ἀγαθῷ ἄρα τὸ ἀδιαιρέτῳ εἶναι· ἐναντία γὰρ τὸ διαιρετὸν καὶ τὸ ἀδιαίρετον.’ πρῶτον μὲν οὖν ὁ λόγος οὐκ ἐπὶ πάντων κρατήσει τῶν ὁριστῶν, ὥστε πάντα οὕτως ὁρίζεσθαι τὰ ἐναντία περὶ τῶν ἐναντίων ὑποτιθεῖσιν, ἀλλ’ ἐπὶ μόνων οἷς ἐναντιότης εὑρίσκεται, ἐφ’ ὧν δὲ μή, οὔ· ἔπειτα κἀνταῦθα, ἵνα τὸ τί ἦν εἶναι δείξῃ, λαμβάνει τὸ τί ἦν εἶναι. εἰ δὲ καί τις ἐρεῖ ὡς ἕτερον λαμβάνων ἕτερον ἀποδείκνυσι, τοῦτο δὲ οὐκ ἄτοπον, ἀλλὰ πρῶτον μὲν οὐδ’ αὐτὸ δῆλον τὸ λαμβανόμενον, οὐδὲν δὲ ἧττον τοῦ προκειμένου ζητούμενον· ἔπειτα εἰ καὶ αὐτὸ δέοι δεῖξαι, διὰ τοῦ ἐναντίου δειχθήσεται, ὡς εἶναι1 δι’ ἀλλήλων ταῦτα δεικνύμενα, ὅπερ ἐπιστήμης ἀλλότριον. λαμβάνειν γὰρ ἐφεῖται μὲν ἐν ταῖς ἀποδείξεσι· καὶ γὰρ ἐν αὐταῖς ἄλλο ἄλλου κατηγορεῖται, ὅπερ οὐκ ἂν ἦν, εἰ μή τι ἐν αὐταῖς ἐλαμβάνετο· οὐ μὴν αὐτὸ ἐκεῖνο ὃ δεῖξαι πρόκειται, ἀλλ’ οὐδὲ οὗ ὁ αὐτὸς λόγος, ὡς ἀντιστρέφειν τὰς δείξεις πρὸς ἀλλήλας τοῦ τε ληφθέντος καὶ τοῦ δι’ ὃ εἴληπται, ἀλλ’ ἕτερόν τι καὶ ἄλλως ἔχον, καὶ οὕτω τὰς κατηγορίας ποιεῖσθαι, ταὐτὸν δὲ εἰπεῖν λαμβάνειν τὰς προτάσεις ἕτερον τὸ μέσον θεμένους τῶν ὅρων οὓς ἔχειν δεῖ τὸ συμπέρασμα, ὅπερ ἢ ἀμφοῖν ἔσται κατηγορούμενον ἢ ἀμφοῖν ὑποκείμενον, ἢ τοῦ μὲν οὕτως τοῦ δ’ ἐκείνως, ὅπερ δὴ καὶ πρὸς τὴν τοῦ ὁρισμοῦ ἀπόδειξιν οἰκειότατον ὡς καθόλου τῷ ὁριστῷ καὶ ἐν καταφάσει ὑπάρχοντος. ταῦτα μὲν οὖν πρὸς ἕκαστον εἴρηται τῶν τρόπων. κοινῶς δὲ πρός τε τὸν ἐκ διαιρέσεως λέγοντα δεικνύειν τὸν ὁρισμὸν καὶ πρὸς τὸν ἐξ ὑποθέσεως ἔστιν εἰπεῖν ὡς οὐδεμία ἐστὶν ἀνάγκη, εἰ καὶ καθ’ ἓν τὰ κατηγορούμενα ἀληθεύει κατὰ τοῦ ὁριστοῦ, ἤδη καὶ τὸ ἐκ πάντων, ὡς ἓν εἶναι δύνασθαι δηλοῦν τὸ τί ἐστιν αὐτό. οὔτε γὰρ ὁ ἐκ διαιρέσεως ἐκλεξάμενος τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν, ἀνάγκην τινὰ ἐκ τῶν λαμβανομένων ἐφίστησιν ἓν εἶναι τὸ πᾶν κατηγόρημα, ἀλλ’ ἐνδέχεται ἰδίᾳ μόνον κατηγορεῖσθαι ἕκαστον, ζῷον καὶ πεζὸν καὶ δίπουν, οὐ μὴν δὲ καὶ ἅμα ὡς ἕν, ζῷον πεζὸν δίπουν, ὥσπερ εἰ καὶ τὸν αὐτὸν ἄνθρωπον λέγοιμεν μουσικὸν καὶ γραμματικόν, ἅπερ οὐκ ἐνδέχεται ἓν γενέσθαι, οὔτε ὁ ὑποθετικῶς δεικνύων2 τὸν ὁρισμὸν εἰ τὸ αἰτεῖσθαι τὸ ἐξ ἀρχῆς φυλαττόμενος οὐκ ἀθρόον λαμβάνοι τοῦ ἐναντίου τὸν ὁρισμόν, ἀλλὰ καθ’ ἓν ὑπάρχειν τῷ ἐναντίῳ τιθεὶς τὸ ἐναντίον τῷ ληφθέντι ἀεὶ [τῷ] ἐναντίῳ ὑπάρχειν συλλογίζοιτο, οὐχ ἕξει ἀποδοῦναι διὰ τί ταῦτα πάντα ὡς ἓν συντίθεται καὶ τὸ τί ἐστιν ἀπαρτίζει τοῦ προκειμένου. ἐνδέχεται γὰρ ὡς πολλὰ μόνον ἰδίᾳ ἕκαστον, ἀλλ’ οὐχὶ καὶ πάντα ὡς ἓν κατὰ τοῦ ὑποκειμένου κατηγορεῖσθαι· ὥστε αἰτήσεται τοῦτο, οὐκ ἀποδείξει. ἀλλὰ καὶ ἐπὶ τοῦ κατὰ τὸν ἕτερον τρόπον ἐξ ὑποθέσεως λέγοντος τὸ αὐτό· οὐδὲ γὰρ οὗτος ἀποδώσει, διὰ τί ὁρισμὸς τὸ ἐκ τῶν ἐν τῷ τί ἐστιν ἰδίων, οὐδὲ περὶ ἑκάστου τῶν ἐξ ὧν συνετέθη διὰ τί ἐν τῷ τί ἐστιν, ἐρεῖ, ἀλλ’ ἕκαστόν τε αἰτήσεται ἐν τῷ τί ἐστιν εἶναι, καὶ τὸ ἅπαν τί ἐστιν ὡσαύτως.

因为论证定义无非就是进行定义;而且没有必要将定义的定义公开引入,而应当将这也作为约定的东西保留,每当我们下定义之后有人提出异议,声称我们没有保持定义的固有特征时,那时再使用定义的定义,并表明我们在下定义时已经保持了这一点;因为声称“该公式是由‘是什么’中的固有要素构成的”,并且声称“由‘是什么’中的固有要素构成的公式就是定义”,这无非是额外引入了定义的定义;因为定义本身就是由‘是什么’中的固有要素构成的公式。而这是被称为“依据假设的”两种途径中的一种,它已被充分驳斥为不能证明定义。另一种途径也是依据假设进行推论的,因而是假言的,正如将被表明的那样,它本身也不能成功论证定义。因为即使我们不像前文所说的那样理解依据假设的途径,而是按照通常的说法来理解,即便如此定义也没有被论证出来,相反,如此推论定义的人同样被迫去乞求初始前提。对此的例子是:作为被定义项的是恶与善,作为定义的是可分的与不可分的。于是我们说:“如果对于恶而言存在就是对于它自身而言是可分的,而对于相反者而言存在就是作为相反者而存在,且恶是善的相反者,那么对于善而言存在就是作为恶的相反者而存在。但是恶的存在曾是可分的存在;因此善[的存在就是]不可分的存在;因为可分的与不可分的乃是相反者。”首先,这个论述并不能对一切被定义项都有效,从而使就相反者假设相反者的人能够以这种方式定义一切事物,而仅仅对那些存在相反性的事物有效,对不存在相反性的事物则无效;其次,在这里,为了表明本质,他也预先接受了本质。即使有人说,通过接受不同的东西他论证了不同的东西,而这并不是荒谬的,但首先,所接受的东西本身并不清楚,并且绝不亚于当面探求的主题而同样是有待探求的;其次,即使必须证明它本身,它也将通过相反者而被证明,从而使这些事物通过彼此而被证明,而这对于科学是格格不入的。因为在论证中做出假定确实是被允许的——因为在论证中一项述及另一项,若其中没有任何东西被假定,这种情况就不会发生——然而绝不能假定那正是被提出来要证明的事物本身,也不能假定具有相同定义的事物,以至于所接受的东西与作为其被接受之目的的东西这两项的证明彼此换位,而是要假定某种不同的且处于不同状态的东西,并以此进行述谓,换言之,在设定了中项与结论所应具有的端项不同的情况下接受前提,这一中项要么述及两项,要么作为两项的主词,要么对一项是如此而对另一项是那样,这对于定义的论证确实最为合适,因为它是普遍地且肯定地属于被定义项的。那么,这些是针对每一种途径所说的话。但是,无论是对声称从划分中证明定义的人,还是对依据假设进行证明的人,都可以共同指出:即便各个谓项个别地对于被定义项为真,也绝无必然性表明由所有项构成的整体已经能够成为一个单一的东西以表明该本质。因为,既不是从划分中为人类选出动物、陆生和两足的人从所接受的项中确立了整个谓项为一的某种必然性——相反,各项可能仅仅分别被述谓,即动物、陆生和两足,而不同时作为一个整体被述谓为“陆生两足动物”,正如我们说同一个人既是懂音乐的又是通文法的,而这两者不可能成为一个东西一样——也不是假言地证明定义的人(如果他为了防备乞求初始前提,不一次性接受相反者的定义,而是设定它逐项属于相反者,从而推论与所接受之项相反的项始终属于相反者)能够说明为什么所有这些项作为一个整体被结合起来,并完成了当面论题的“是什么”。因为每一项可能仅仅作为多而分别述及主词,却不能作为一而全部述及主词;因而他是在乞求这一点,而不是论证它。而且对于按照另一种依据假设的途径主张的人来说,情况也是同样的;因为这个人同样无法说明为什么由‘是什么’中的固有要素构成的公式就是定义,也不会针对构成它的每一个要素说明为什么它处于‘是什么’之中,而是既乞求每一项都处于‘是什么’之中,同样也乞求整体就是‘是什么’。

语法注2 条
  1. 1.93εἰ τῷ κακῷ τὸ εἶναι τὸ διαιρετῷ αὐτῷ εἶναι

    主语是带冠词的不定词短语 τὸ εἶναι(“存在”或“本质”),与格 τῷ κακῷ 表示其归属主体。谓语是 τὸ διαιρετῷ αὐτῷ εἶναι,整体构成同一判断句结构:“如果对于恶而言存在就是对于它自身而言是可分的”。

  2. 1.93οὔτε γὰρ ὁ ἐκ διαιρέσεως ἐκλεξάμενος ... οὔτε ὁ ὑποθετικῶς δεικνύων

    由 οὔτε... οὔτε... 引导的长句并列结构。前半句主语 ὁ ἐκ διαιρέσεως ἐκλεξάμενος 的主要动词是 ἐφίστησιν;后半句主语 ὁ ὑποθετικῶς δεικνύων 的谓语动词在插入了一个条件从句(εἰ... συλλογίζοιτο)之后才出现,即 οὐχ ἕξει ἀποδοῦναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:79.13-80.34