← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§8.37-10.14

四种探求与四因及神学原理的对应

厄斯特拉齐奥斯通过逻辑划分确立了四种探求论题(是否存在、是什么、是否存在某事实、为什么存在),进而将其与自然学之四因(动力因、相因、质料因、目的因)以及新柏拉图主义神学原理(一者、限极、无定)相互对应并加以阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#2

καὶ ταῦτα μὲν δύο τοῦ εἶναι· ἁπλοῦν τε καὶ σύνθετον, ἕτερα δὲ δύο τὴν αἰτίαν ζητοῦντα ἢ τοῦ εἶναί τι ἁπλῶς ἢ τοῦ αὐτῷ τι εἶναι, ὧν τὸ μὲν τί ἐστιν ὀνομάζεται, τὸν ὁρισμὸν ἀπαιτοῦν, ὅστις αἰτία ἐστὶ τοῦ εἶναι τὸ πρᾶγμα· εἶδος γὰρ ὁ ὅρος, τὸ δὲ εἶδος αἴτιον. καὶ ἔστι τοῦτο ἁπλοῦν τὸ πρόβλημα, τὸ δὲ διὰ τί ἐστι καλεῖται καὶ σύνθετόν ἐστι· τὴν γὰρ αἰτίαν ζητεῖ τοῦ εἶναι ἄλλῳ ἄλλο, ἧς ἡ ἀπόδοσις κατὰ τὸν τῆς ἐπιστήμης προβᾶσα διορισμὸν ἀπόδειξίς ἐστι. καὶ οὕτω γίνονται τέσσαρα τὰ προβλήματα. καὶ αὖθις ἑτέρως· πᾶσα ζήτησις ἢ περὶ ἁπλοῦ τινός ἐστιν ἢ περὶ συνθέτου τινός. ἁπλοῦν μέν ἐστιν ὃ ὑπὸ μιᾶς κατηγορίας σημαίνεται, οἷον νοῦς θεός, σύνθετον δὲ ὃ ὑπὸ πλειόνων, οἷον ἡ σελήνη ἐκλείπει, τὸ δίκαιον φύσει ἐστίν· ὅταν οὖν ἁπλοῦν ζητῶμεν, ἢ τὸ εἶναι αὐτοῦ ζητοῦμεν ἢ τὸ τί ἦν εἶναι αὐτῷ, οἷον εἰ ἔστι νοῦς ἢ τί ἐστι νοῦς· ὅταν δὲ σύνθετον, ἢ εἰ ὑπάρχει αὐτῷ τι ἢ διὰ τί ὑπάρχει αὐτῷ τι, οἷον εἰ ἡ γῆ πρὸς τῷ κέντρῳ ἐστὶ τοῦ παντὸς ἢ διὰ τί ἡ γῆ πρὸς τῷ κέντρῳ ἐστὶ τοῦ παντός, ἢ εἰ ἡ σελήνη ἐκλείπει ἢ διὰ τί ἡ σελήνη ἐκλείπει. τὸ μὲν οὖν πρότερον εἰ ἔστιν Ἀριστοτέλης ὠνόμασεν· αὐτὸ γὰρ ζητεῖ τὸ εἶναι τὸ πρᾶγμα ἁπλῶς· τὸ δὲ δεύτερον τί ἐστι· τὸν γὰρ ὁρισμὸν ἀπαιτεῖ τοῦ εἶναι δοθέντος πράγματος, ὃς ἐν τῷ τί ἐστιν ἀποδίδοται· τὸ δὲ τρίτον ὅτι, τουτέστιν εἰ ὑπάρχει αὐτῷ τι ἁπλῶς χωρὶς τῆς αἰτίας. τὸ δὲ τέταρτον διὰ τί· τὴν γὰρ αἰτίαν ἐξετάζει τοῦ εἶναι τούτῳ ἐκεῖνο. καὶ ἔστι καὶ οὕτω τέτταρα τὰ πάντα προβλήματα. καὶ οὕτω μὲν λογικῶς ἐκ τῆς διαιρέσεως ἡ τῶν ζητουμένων ποσότης δέδεικται. ἐπεὶ δ’ ὁ λόγος ὁ ἐν ἡμῖν ὄντα πρότερον γινώσκει τὰ πράγματα καὶ μιμεῖται τὰ τούτων αἴτια γνωστικῶς, ὑπέρ τε τὴν φύσιν γίνεσθαι πέφυκε καὶ τοῖς θείοις συνάπτεσθαι τῷ τε νῷ συγγίνεσθαι νοητικῶς καὶ ἔτι τῷ ἑνὶ ὑπὲρ νόησιν, ὡς εἶναι καὶ τὴν διανοητικὴν γνῶσιν αὐτῷ τῇ τε κατὰ τὴν φύσιν δημιουργίᾳ συνᾴδουσαν καὶ πρὸς θεὸν καὶ τὰ θεῖα δυνατὴν ἀναφέρεσθαι,1 οὐ περιττὸν ἴσως λογικῶς ἀποδόντας περὶ τῆς τῶν ζητουμένων ποσότητος εἰπεῖν τι καὶ φυσικῶς, ἔπειτα καὶ θεολογικῶς.2 εἰ γὰρ τέσσαρα τὰ αἴτια ἐν τοῖς Φυσικοῖς τεθεώρηται, εἰκότως καὶ τρόπος ζητήσεως ἕκαστος πρὸς ἕκαστον εὑρίσκεται τῶν αἰτίων, τὸ μὲν εἰ ἔστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως μιμούμενον· πρὸς γὰρ τὸ αἴτιον τοῦ εἶναι ἁπλῶς καὶ ἡ τοῦ εἶναι ἁπλῶς ζήτησις εὕρηται· τὸ δὲ τί ἐστι κατὰ τὸ εἰδικόν ἐστιν αἴτιον, ἐπεὶ καὶ εἶδος καὶ λόγος ὁ ὁρισμός. τὸ δὲ ὅτι κατὰ τὴν ὕλην ὡς παρεισάγον τὸ ὑποκείμενον ἐν ᾧ ἄλλο ἐστί· τὸ δὲ διὰ τί ἐστι κατὰ τὸ τέλος, λόγον ἀπαιτοῦν τῆς συνθέσεως, ἐπεὶ καὶ τῶν μετὰ τὸ ἓν ἤδη καὶ ὧν ἐπὶ πλέον ἢ ἓν ἡ ὑπόστασις, τὸ ἐπὶ τέλος ἕτερον ἑαυτῶν ἀναφέρεσθαι. καὶ αὖθις ὥσπερ τὸ ἓν πρώτιστον ἁπάντων ἐστὶ καὶ ἐξῃρημένον τῶν ἐξ αὐτοῦ προϊόντων, ἄρρητόν τε παντὶ λόγῳ καὶ ἄφραστον καὶ ἄγνωστον πάσῃ γνώσει καὶ ἄληπτον, αἰτία πρωτίστη διὰ πάντων χωροῦσα τῶν ἐξ αὐτῆς καὶ μηδενὸς τῶν μετ’ αὐτὴν ἀπολειπομένη, τὸν αὐτὸν τρόπον καὶ ἡ τοῦ εἰ ἔστι ζήτησις πάσης ζητήσεως ὑπερήπλωται καὶ καθ’ ἑαυτὴν πρὸ τῶν λοιπῶν τεθεώρηται καὶ ταῖς ἄλλαις παρέπεται, οὐκ εἶδος ζητοῦσα καθ’ ἑαυτήν, οὐκ αἴτιον, ἀλλ’ αὐτὸ τὸ εἶναι ἁπλῶς. καὶ ὥσπερ ἐκεῖ τοῦ ἑνὸς μὴ τιθεμένου πάντα ἀναιρεῖται καὶ οὐδὲν ὑποστῆναι δύναται, καὶ διὰ πάντων ἐκεῖνο χωρεῖ μηδὲν ἑαυτοῦ καταλιμπάνον μονούμενον, οὕτω δὴ κἀνταῦθα εἰ μὴ τὸ εἶναι τεθῇ, οὐ τὸ τί ἦν εἶναι οὐδέ τι ἕτερον ὑπολείπεται, συνέπεταί τε τοῖς ἄλλοις πᾶσιν ἡ τοῦ εἶναι ἁπλῶς ἐξ ἀνάγκης ἔννοια. καὶ ὥσπερ ἐκεῖ τὸ πέρας φασὶ καὶ τὸ ἄπειρον ἐκ τῆς πρώτης αἰτίας προυφίστασθαι, τὸ μὲν τὰ ὄντα ὁρίζον καὶ αἴτιον τοῖς πᾶσιν ὑπάρχον μονιμότητος καὶ ἑνώσεως καὶ συνοχῆς, τὸ δὲ τοῦ εἰς ἀπογεννήσεις προϊέναι καὶ τοῦ πληθύνεσθαι, οὕτως ἐνταῦθα τὸ μέν τι ἐστι καὶ ὁ ὅρος τῷ πέρατι ἐοικὼς τὴν ἑκάστου παρίστησιν ἰδιότητα, περατοῖ δὲ καὶ ὁρίζει καὶ συνέχει τὰ ὁριστά, καὶ ποιεῖ παραμένειν ἐν ταῖς σφῶν ἰδίαις ὑπάρξεσι.

而这些是关于存在的两个,即单纯的和复合的;另两个则是探求原因的,要么探求某物单纯的存在的原因,要么探求某物属于它的原因;其中一个被称为“是什么”,它要求给出定义,而定义乃是事物存在的原因;因为定义即形相,而形相即原因。这就是单纯的论题。另一个则被称为“为什么存在”,它是复合的;因为它探求一物属于另一物的原因,而依照科学的界定进行的这一原因的陈述便是证明。这样,论题就成了四个。再以另一种方式来看:一切探求要么是关于某种单纯之物,要么是关于某种复合之物。单纯之物是在单一范畴下被指称的,例如理智、神;复合之物则是在多个范畴下被指称的,例如“月亮亏食”、“正义出于自然”。因此,当我们探求单纯之物时,我们要么探求它的存在,要么探求它的本质是什么,例如理智是否存在,或理智是什么;而当我们探求复合之物时,我们要么探求某物是否属于它,要么探求为什么某物属于它,例如大地是否处于宇宙中心,或为什么大地处于宇宙中心,抑或月亮是否亏食,或为什么月亮亏食。因此,亚里士多德将前者命名为“是否存在”;因为它是单纯地探求事物本身的存在;而将第二个命名为“是什么”;因为它要求给出已被承认存在的该事物的定义,这定义是在“是什么”中被给出的;第三个则命名为“是否存在某事实”,即单纯在不涉及原因的情况下某物是否属于它;第四个则命名为“为什么存在”;因为它考察那事物属于此事物的原因。这样,一切论题同样也是四个。如此便在逻辑上通过划分表明了所探求事物的数量。然而,既然我们内心的理性先在地认知存在的事物,并在认知上模仿它们的原因,且按其本性能够超越自然并与神圣之物结合,在理智上与理智相契合,更在超越理智认知的高度上与一者相契合,以致其推论性知识也与顺应自然的创生相协调,并能够归向神和神圣之物,那么我们在逻辑上阐明了所探求事物的数量之后,顺应自然学地说上一些,接着再顺应神学地说上一些,或许并非多余。因为,如果自然学诸卷中考察了四种原因,那么合理地,探求的每种方式也被发现对应于每一种原因:“是否存在”模仿运动始原之所由出的原因;因为对应于单纯存在的原因,探求单纯存在的探求也得以确立;“是什么”对应于形相因,因为定义既是形相又是逻各斯;“是否存在某事实”对应于质料,因为它引入了另一物存在于其中的基底;而“为什么存在”则对应于目的,它要求复合的根据,因为对于已在一者之后的事物,以及其实存多于一的事物而言,被导向自身之外的一个目的正是[其特征]。再者,正如同“一者”是一切事物中最首要的,且超越了从其流出的诸事物,对一切言说而言都是不可言说、不可表达的,对一切认知而言都是不可知、不可把握的,作为最首要的原因贯穿于从其而出的一切事物,未遗漏其后的任何事物;完全以相同的方式,“是否存在”的探求也延展于一切探求之上,且就其自身而言先于其余探求被考察,并伴随着其他探求,它自身既不探求形相,也不探求原因,而只是探求单纯的存在本身。正如同在那里,如果不设定一者,一切都将被取消,没有任何事物能够实存,并且一者贯穿一切,不遗留任何脱离自身的孤立之物;照样在这里,如果不设定存在,本质和任何其他东西都不会剩下,单纯存在的概念必然伴随着所有其他事物。又正如同人们在那里所言,“限极”与“无定”从第一原因预先实存——前者限定存在之物,并且是万物持存、统一与维系的因由,后者则是向着衍生后嗣前进并倍增的因由——照样在这一领域,“是什么”和定义类似于“限极”,指明每一事物的特性,限定、规定并维系被定义之物,并使它们持存于各自特有的存在之中。

语法注2 条
  1. 1.2ἐπεὶ καὶ τῶν μετὰ τὸ ἓν ἤδη καὶ ὧν ἐπὶ πλέον ἢ ἓν ἡ ὑπόστασις, τὸ ἐπὶ τέλος ἕτερον ἑαυτῶν ἀναφέρεσθαι

    这是一个省略句结构:带冠词的不定词短语 τὸ ... ἀναφέρεσθαι(被导向自身之外的目的)充当主语,而修饰该主语的述谓(如 ἴδιον ἐστι“是……的特征”)在属格短语 τῶν μετὰ τὸ ἓν ἤδη 等(属于一者之后以及复合之物)之后被省略。

  2. 1.2οὐ περιττὸν ἴσως λογικῶς ἀποδόντας περὶ τῆς τῶν ζητουμένων ποσότητος εἰπεῖν τι καὶ φυσικῶς, ἔπειτα καὶ θεολογικῶς

    宾格分词 ἀποδόντας 用作无人称结构 οὐ περιττόν [ἐστιν] 所带不定词 εἰπεῖν 的逻辑主语(表示包含作者在内的泛指第一人称复数或不定称主语)。前面由 ἐπεὶ 引导的长从句(人类理性具有超越自然通达神圣的能力)构成了从逻辑探讨转向自然学和神学阐释的理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:8.37-10.14