- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:7.15-8.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提乌斯阐释了亚里士多德关于所探求之事与所知之事在数量上相等的论述,澄清这一相等并非指个别事物的数量相符,而是指四种普遍的探求类型(是否存在、是什么、是否属于、为何属于),并探讨了复合论题与单纯论题之间的划分及教学顺序。
" Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπιστάμεθα." Περὶ ὁρισμοῦ προθέμενος εἰπεῖν ἐφ’ ὁπόσον1 (οὐ γὰρ προηγουμένως περὶ αὐτοῦ ἀλλὰ διὰ τὴν ἀπόδειξιν, ὡς εἴρηται πρότερον) ἐπεὶ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι, τὸ δὲ τί ἐστι ζητούμενον, καθόλου ἐξετάζει πόσα ἐστὶ τὰ ζητούμενα καὶ τίς ἡ τούτων διαφορὰ πρὸς ἄλληλα, ἵν’ ἐκ ταύτης ἡμῖν καὶ ἡ τῶν ζητουμένων ποσότης δήλη γένηται. καὶ τοῦτο μὲν ἀκολούθως τοῖς πρὸ ἡμῶν, οὐδὲν δὲ ἧττον καὶ διὰ τὴν ἀπόδειξιν ὁ περὶ τῶν ζητουμένων λόγος ἀναγκαῖός ἐστιν, εἴπερ ἓν ἐξ αὐτῶν καὶ τὸ διὰ τί ἐστιν, ὅπερ τοῖς ἀποδεικνύουσι ζητεῖται καὶ ἀποδίδοται. μήποτε δὲ τὸ χρήσιμον τῆς ἀποδεικτικῆς ἐξαίρων μεθόδου τὸν περὶ τῶν ζητουμένων λόγον κεκίνηκε· δείξει γὰρ προϊὼν ὡς οὐδὲν ἐκ τούτων ταύτην διαπέφευγε τὴν ἐπιστήμην, ὡς καὶ πᾶσαν ἐπιστήμην εἰς αὐτὴν ἀναφέρεσθαι. εἰ γὰρ τοῖς ζητουμένοις ἰσάριθμα τὰ ἐν ἐπιστήμῃ γινόμενα,2 καὶ ἑκάστῳ τῶν ζητουμένων ταὐτὸν τῷ ὑποκειμένῳ τὸ ἐκ τῆς κατ’ αὐτὸ ζητήσεως εὑρισκόμενον, εἰ καὶ τῷ λόγῳ διήνεγκε, πάντα δὲ τὰ ζητούμενα ὑπὸ τὴν ἀπόδειξιν ἀναφέρεται, ὡς προϊόντος τοῦ λόγου φανήσεται, ὑπ’ αὐτὴν ἄρα καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, ὥστε καὶ πᾶσα ἐπιστήμη· ἰσάριθμα οὖν, φησί, τὰ ζητούμενα τοῖς εἰς ἐπιστήμην ἐρχομένοις. ζητοῦμεν γάρ, ἵν’ εὑρήσομεν, ταὐτὸν δὲ εἰπεῖν ἵνα γνῶμεν· ὃ οὖν ὡς ζητούμενον ἐξ ἀρχῆς προβληθῇ, τοῦτο τελευταῖον εὑρεθὲν ἐν γνώσει γίνεται καὶ ἐπιστήμη τοῖς ζητήσασιν, ὡς εἶναι ταὐτὸν τῷ ὑποκειμένῳ τὸ ζητούμενον πρότερον καὶ ὕστερον γινωσκόμενον, τῷ λόγῳ δὲ διαφέρειν μόνον ὡς ζητούμενόν τε καὶ γινωσκόμενον, ὥσπερ καὶ πρόβλημα καὶ συμπέρασμα. καὶ μὴν ὥσπερ ἐπὶ τῶν ζητουμένων κατ’ αἴσθησιν οὐκ ἐξ ἀνάγκης ἐν εὑρέσει τὸ ζητούμενον γίνεται, οὕτως οὐδ’ ἐπὶ τῶν κατὰ διάνοιαν· οὔτε γὰρ ὁ ζητῶν εὑρεῖν θησαυρὸν ἐξ ἀνάγκης εὑρίσκει θησαυρὸν οὔθ’ ὁ ζητῶν οἰκέτην δραπέτην ἐξ ἀνάγκης εὑρίσκει τὸν ἀποδράντα οὔτ’ αὖθις ὁ ζητῶν γνῶναί τι, ἐξ ἀνάγκης εὑρίσκει τὸ ζητούμενον· ὁ γὰρ τετραγωνισμὸς τοῦ κύκλου ἐζήτηται μὲν παρὰ πολλοῖς, οὔπω δὲ εὕρηται. ὥστ’ οὐκ ἐξισάζειν ἀνάγκη τοῖς κατὰ λόγον ζητουμένοις ἃ ἐπιστάμεθα. ἢ οὐχ οὕτως οὐδ’ Ἀριστοτέλης ἴσα φησὶν εἶναι κατ’ ἀριθμὸν τοῖς ζητουμένοις ἃ ἐπιστάμεθα, ἵνα καθ’ ἕκαστον μετρούμενα ἀλλήλοις ἐξισάζοιεν ὅσα ζητοῦμεν καὶ ὅσα ἐπιστάμεθα, ἀλλ’ ὅτι3 ὅσα κατὰ γένος ἐστὶ τὰ εἰς ζήτησιν προβαλλόμενα, τοσαῦτά ἐστι καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα, καὶ ὅτι τέσσαρα καθόλου ταῦτα κἀκεῖνα. ζητοῦντες γὰρ περί τινος ἢ εἰ ἔστιν ἐκεῖνο ζητοῦμεν ἢ τί ἐστιν, ἢ εἰ ὑπάρχει αὐτῷ τι ἢ διὰ τί ὑπάρχει αὐτῷ τι· ὅτι δὲ τοσαῦτα καὶ οὔτε πλείω οὔτε ἐλάττω, δῆλον τίθησιν ἐκ τῆς διαιρέσεως, ἅ τινά ἐστι ταῦτα ἐκθέμενος πρότερον. Ποιεῖται δὲ τὴν ἔκθεσιν ἀπὸ τῶν συνθέτων ἀρχόμενος καὶ ἀνιὼν ἐπὶ τὰ ἁπλᾶ, ὡς ἔθος αὐτῷ ποιεῖν ἀπὸ τῶν ἡμῖν ἀρχομένῳ προτέρων ἀεὶ καὶ γνωριμωτέρων καὶ ἐπὶ τὰ φύσει ἀνιόντι πρότερά τε καὶ γνωριμώτερα. τῇ γὰρ φύσει πρότερα τὰ ἁπλούστερα, ἡμῖν δὲ τὰ συνθετώτερα. ἔστι δὲ ἁπλᾶ μὲν τὸ εἰ ἔστι καὶ τί ἐστιν, οἷον εἰ ἔστι νοῦς, εἰ ἔστι θεός, καὶ τί ἐστι νοῦς καὶ τί ἐστι θεός, σύνθετα δὲ τὸ εἰ ὑπάρχει τῷδε τόδε καὶ διὰ τί ὑπάρχει τῷδε τόδε, οἷον εἰ ἡ σελήνη ἐκλείπει, καὶ διὰ τί ἡ σελήνη ἐκλείπει, καὶ εἰ ἡ γῆ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, καὶ διὰ τί ἡ γῆ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν. καὶ οὕτω μέν, ὥσπερ εἴρηται, δύο ἐστὶ τὰ ἁπλᾶ προβλήματα, καὶ δύο τὰ σύνθετα. οὗτος δὲ τὸ εἶναι ἄλλῳ ἄλλο καὶ διὰ τί ἐστιν ἄλλῳ ἄλλο τοῦ εἶναί τι καὶ τί ἐστι προτίθησιν. ἡ δὲ διαίρεσις ἐξ ἧς τὸ ποσὸν τῶν προβλημάτων εὑρίσκεται, πρόεισιν οὕτως· ἢ γὰρ τὸ εἶναί τι ζητοῦμεν ἢ τὴν αἰτίαν τοῦ εἶναί τι, καὶ τούτων ἑκάτερον διττόν· ἢ γὰρ ἁπλοῦν ἐστιν ἢ σύνθετον. ἢ γὰρ αὐτό τι ζητοῦμεν πρᾶγμα καθ’ ἑαυτὸ εἰ ἔστιν, ἤγουν εἰ ἐν τοῖς οὖσίν ἐστιν, οἷον Ἱπποκένταυρον ἢ θεόν, ἢ εἶναι αὐτὸ λαβόντες ζητοῦμεν εἰ ἔστιν αὐτῷ τι ἕτερον, οἷον τὴν ψυχὴν λαβόντες εἶναι ζητοῦμεν εἰ ἔστιν ἀθάνατος, τουτέστιν εἰ ἔστιν αὐτῇ τὸ ἀθάνατον. ἢ τὴν γῆν λαβόντες εἶναι ζητοῦμεν, εἰ κέντρου λόγον ἐπέχει πρὸς τὸ πᾶν, τουτέστιν εἰ ὑπάρχει τῇ γῇ τὸ κέντρου λόγον ἐπέχειν πρὸς τὸ πᾶν.
“所探求的事物在数量上等于我们所知的事物。” [亚里士多德]在所必需的限度内打算论及定义(因为正如之前所言,他并非首要地讨论定义本身,而是为了证明的缘故),既然定义属于“是什么”,而“是什么”是一件所探求之事,他便普遍地考察所探求的事物共有多少,以及它们相互之间的差异是什么,以便由此使所探求之事的数量也对我们显明。这固然是顺应我们前人[的解释],但关于所探求之事的论述为了证明的缘故也同样是不可或缺的,如果说它们之中的一个也是“为什么存在”,而这正是进行证明者所探求并给出的。或者,也许他是为了彰显证明方法的功用,才发起了关于所探求之事的论述;因为随着论述展开,他将表明在这些事物中没有一样脱离了这门科学,以致一切科学都归属于它。因为,如果在科学中形成的事物与所探求的事物数量相等,并且对于每一所探求之事而言,从关于它的探求中被发现的东西在基底上是同一的(即便在定义/解说上有所不同),而且,正如随着论述展开将要显明的那样,所有所探求的事物都归属于证明之下,那么在科学中形成的事物也归属于证明之下,从而一切科学也皆如此;因此他说,所探求的事物与进入科学的事物数量相等。因为我们探求是为了有所发现,换句话说就是为了认知;所以,起初作为所探求之事被提出的东西,最终被发现时,对于那些探求者而言就进入了认知和科学之中,以致先前所探求的与后来所认知的在基底上是同一的,仅仅作为所探求之物与所认知之物在定义/解说上有所区别,正如同论题与结论一样。再者,正如在依据感觉所探求的事物上,所探求之物并不必然进入被发现的状态,在依据思想的事物上同样如此;因为寻找财宝的人并不必然找到财宝,寻找逃奴的人并不必然找到逃跑的奴隶,再次,寻求认识某物的人也不必然找到所探求之物;因为化圆为方虽被许多人探求,却至今尚未被发现。因此,绝无必然性要求我们所知的事物与在理性上所探求的事物相等。抑或,亚里士多德所说我们所知的事物在数量上等于所探求的事物,也并非指按个别计量时我们所探求之物与所知之物彼此完全相等,而是指就属而言被提出以供探求的事物有多少,在科学中形成的事物也就有多少,并且普遍而言这两者都各自有四种?因为我们在探求关于某事物时,要么探求那事物是否存在,要么探求它是什么,要么探求是否有某物属于它,要么探求为什么有某物属于它;而它们共有这么多,既不多也不少,这一点他从划分中予以清楚确立,事先陈述了这些事物都是什么。而他是从复合的事物开始并上升到单纯的事物来做出陈述的,正如他通常所做的那样,总是从对我们而言在先且更熟悉的事物开始,上升到在自然上在先且更熟悉的事物。因为在自然上更单纯的事物在先,而对我们而言更复合的事物在先。单纯的事物是“是否存在”和“是什么”,例如理智是否存在、神是否存在,以及理智是什么、神是什么;复合的事物则是“某物是否属于此物”和“为什么某物属于此物”,例如月亮是否发生亏食、为什么月亮发生亏食,以及大地对全宇宙是否具有中心的比例关系、为什么大地对全宇宙具有中心的比例关系。这样,正如所言,单纯的论题有两个,复合的论题也有两个。而他将一物属于另一物以及一物为何属于另一物,置于某物存在以及某物是什么之前。由此寻得论题数量的划分是这样进行的:因为我们要么探求某物的存在,要么探求某物存在的原因,而这两者各自都是双重的;因为它们要么是单纯的,要么是复合的。因为我们要么就事物本身探求其是否存在,即是否属于存在之列,例如半人马或神;要么在假定其存在之后,探求是否有其他某物属于它,例如在假定灵魂存在之后探求其是否不朽,即不朽是否属于它;或者在假定大地存在之后探求其对全宇宙是否具有中心的比例,即对全宇宙具有中心的比例是否属于大地。
- 1.2Περὶ ὁρισμοῦ προθέμενος εἰπεῖν ἐφ’ ὁπόσον
开头的分词 προθέμενος(打算/企图)修饰主动词 ἐξετάζει(考察)所隐含的主语(亚里士多德)。它统辖不定式 εἰπεῖν,并带有副词性短语 ἐφ’ ὁπόσον(在……限度内),构成长句的主干,中间插入了括号中的说明及由 ἐπεί 引导的原因从句。
- 1.2εἰ γὰρ τοῖς ζητουμένοις ἰσάριθμα τὰ ἐν ἐπιστήμῃ γινόμενα
由 εἰ γὰρ 引出的长条件从句包含了三个并列成分(前两项省略了 ἐστί,第三项为 ἀναφέρεται 并由 δὲ 连接),其归结句(apodosis)则由 ἄρα 引出:ὑπ’ αὐτὴν ἄρα καὶ τὰ ἐν ἐπιστήμῃ γινόμενα[省略了动词 ἀναφέρεται]。
- 1.2ἢ οὐχ οὕτως οὐδ’ Ἀριστοτέλης ἴσα φησὶν εἶναι κατ’ ἀριθμὸν τοῖς ζητουμένοις ἃ ἐπιστάμεθα, ἵνα καθ’ ἕκαστον μετρούμενα ἀλλήλοις ἐξισάζοιεν ὅσα ζητοῦμεν καὶ ὅσα ἐπιστάμεθα, ἀλλ’ ὅτι
小词 ἤ 引入了对前述疑难(感觉与思想的探求未必皆能找到对象)的解答。此处的句式为否定性的 οὐχ οὕτως ... ἵνα(“并非在这种意义上,即为了使……”)与肯定的 ἀλλ' ὅτι(“而是因为/意味着……”)形成对比,阐明亚里士多德命题的真实含义。
