← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§10.14-11.31

本体论等级与科学论题及辩证法论题的区分

厄斯特拉齐奥斯顺应新普罗提诺主义的本体论等级(存在、生命、理智、灵魂)从神学上阐释了“是否存在某事实”与“为什么存在”两种探求,随后借助忒密斯提奥斯的学说辨析了科学论题与辩证法论题的区别,并证明了为何“是什么”与“为什么存在”不属于辩证法论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#3

τὸ δὲ εἰ ὑπάρχει τῷδε τόδε ἀρχὴν συνθέσεως καὶ πληθύος παρέχεται ταῖς ζητήσεσι, δυάζον ἤδη τὰ πράγματα καὶ ἄλλο μὲν παριστῶν τὸ περὶ οὗ ἡ ζήτησις γίνεται, ἄλλο δὲ τὸ περὶ αὐτοῦ ζητούμενον. καὶ ἔτι ὡς τὸ ὂν ἐκεῖ μικτὸν ἐκ τοῦ πέρατος καὶ τῆς ἀπειρίας φασὶ καὶ τριαδικὸν τοῦτο τιθέασι, μῖγμα μὲν ὂν τῶν εἰρημένων δυοῖν, τὸ ἓν δὲ ἔχον τὸ τὴν μῖξιν ἀπεργαζόμενον, οὕτω δὴ κἀνταῦθα τὸ διότι ὑπάρχει τῷδε τόδε τὸν τε ὅρον ἔχει τῇ ἀποδόσει τῆς αἰτίας ἀναφαινόμενον καὶ τὸ εἶναι τῷδε τόδε ὁμολογούμενον, καὶ τὸ εἶναι ἁπλῶς ἄμφω τοὺς ὅρους τοῦ συμπεράσματος, καὶ τριαδικὴν τὴν ἅπασαν σύνθεσιν τῶν τε ἄκρων καὶ τοῦ μέσου. καὶ αὖθις ὥσπερ τὸ ὂν τριαδικὸν διὰ τὴν μῖξίν φασιν, ὅτι τριῶν τούτων ἐν παντὶ μικτῷ δεῖ, κάλλους ἀληθείας συμμετρίας, οὕτω δὴ καὶ ἐν τῇ τοῦ διότι ἀποδείξει τό τε εὔσχημον τοῦ λόγου θεωρεῖται, κάλλος ὂν προσῆκον αὐτῷ, καὶ τὸ ἀληθὲς τῶν προτάσεων, καὶ τὸ σύμμετρον τῷ ἐξ ἀνάγκης εἶναι τάς τε προτάσεις καὶ τὸ συμπέρασμα.1 εἰ δὲ βούλει, τὰ μὲν πρῶτα σιγῇ ἐάσθων ὥσπερ ἐν ἀδύτοις ἱεροῖς ἀποκεκρυμμένα, τό τε αἴτιον ἓν καὶ τὰ ἐξ ἐκείνου δεικνύμενά τε καὶ ἐκφαινόμενα, οὐ ποιούμενα οὐδὲ παραγόμενα· ἐκ τῶν ποιουμένων δὲ ὁ λόγος γινέσθω, καὶ ἔστω πρῶτον τὸ ὄν, ταὐτὸν δὲ εἰπεῖν τὸ νοητόν, εἶτα ἡ ζωή, ταὐτὸν δὲ εἰπεῖν ἡ νόησις, εἶτα ὁ νοῦς, ταὐτὸν δὲ εἰπεῖν τὸ νοοῦν, καὶ ἔσχατον ἡ ψυχή. τὸ μὲν οὖν εἰ ἔστι περὶ τοῦ εἶναι ζητοῦν ἁπλῶς τοῦ ἁπλῶς ὄντος ἐστὶν εἰκών· τὸ δὲ τί ἐστιν ἐπεὶ τὸ γνώρισμα τοῦ ὄντος ζητεῖ καὶ ἐκεῖνο ἐκφαίνει ὡσπερεὶ κρυπτόμενον, καὶ πρόοδος ἐκείνου εἰς τοὐμφανὲς ἐκ τοῦ ἀφανοῦς γίνεται, τῆς ζωῆς2 ὡς δυνάμεως οὔσης ἢ ἐνεργείας, δι’ ἧς τὸ ὂν νοεῖται καὶ καταλαμβάνεται· τὸ δὲ εἰ ὑπάρχει τῷδε τόδε, τοῦ νοῦ ὡς ἄμφω ἑαυτῷ συνάπτοντος, νόησίν τε καὶ τὸ νοητόν, τὸ μὲν ὡς ὑποκείμενον, τὴν δὲ περὶ αὐτὸ ἢ πρὸς αὐτὸ ἀποτεινομένην. τῆς ψυχῆς δὲ τὸ διὰ τί ἐστιν, ὅτι λόγος αὕτη ἐστὶ καὶ λόγους τῶν ὑπὸ λόγον καὶ αἰτίας τῶν ὑπ’ αἰτίαν καὶ μέσα τῶν ἐμμέσων ἀναζητεῖ τε καὶ ἀνευρίσκει· ὅθεν δὴ καὶ τὸ πόθεν ποῖ κινεῖσθαι αὐτῇ ἀπὸ προτάσεων ἐπὶ τὰ συμπεράσματα. Καλῶς δὲ ἐνταῦθα τῇ τῶν ζητουμένων διαιρέσει ἐπέστησεν ὁ Θεμίστιος καὶ τὴν διαφορὰν παραδέδωκε τῆς τε ἐνταυθοῖ περὶ τῶν προβλημάτων διδασκαλίας καὶ τῆς ἐν τοῖς Τοπικοῖς. ἐκεῖ μὲν γὰρ περὶ τῶν διαλεκτικῶν μόνων προβλημάτων ἐδίδαξεν, ὧν οὐδέν ἐστιν ἁπλοῦν, ἀλλ’ ἐν συνθέσει ἅπαντα καὶ μόνῳ τῷ τρόπῳ προτάσεως διαφέροντα. πᾶσα μὲν γὰρ πρότασις ἐν συνθέσει, πρόβλημα δὲ οὐ πᾶν· ὅσα δὲ τῶν προβλημάτων ἐν συνθέσει ἐστί, ταῦτα καὶ προτάσεις γενέσθαι δύναται, ἐπὶ μὲν τῶν διαλεκτικῶν τὸν τρόπον μεταβαλόντα τῆς χρήσεως, ἐπὶ δὲ τῶν ἐπιστημονικῶν τοῖς ἐφεξῆς εἰς ἀπόδειξιν τὰ πρότερα συμβαλλόμενα. Ἅπαν τοίνυν διαλεκτικὸν πρόβλημα ἢ εἰ ὑπάρχει ζητεῖ αὐτό τι καθ’ αὑτό, ὡς ἐπὶ τοῦ εἰ ἔστι θεός, εἰ ἔστι κενόν, ἢ εἰ ἐν ἑτέρῳ ὑπάρχει· καὶ τοῦτο διττόν ἐστιν, ἢ εἰ ἁπλῶς ὥσπερ ἐπὶ τοῦ συμβεβηκότος, ἢ πῶς οἷον ἢ ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὅρος. τὸ μὲν οὖν πρῶτον ὑπὸ τὸ εἰ ἔστιν ἁπλῶς, τὰ δὲ μετ’ ἐκεῖνο πάντα ὑπὸ τὸ ὅτι ἔστι. καὶ εἰ ταὐτὸν γὰρ τῷδε τόδε, τοιοῦτόν ἐστι· ζητεῖ γὰρ εἰ συμβέβηκε τῷδέ τινι ταὐτὸν εἶναι ἐκείνῳ πρὸς ὅ ποτε εἴληπται. καὶ τὰ συγκριτικὰ δὲ ὡσαύτως· ζητοῦσι γὰρ εἰ συμβέβηκε τῷδέ τινι κρεῖττον εἶναι ἐκείνου τινὸς ἢ χεῖρον ἤ τι τοιοῦτον. ὡς εἶναι τὰ διαλεκτικὰ πάντα προβλήματα ὑπὸ τὸ εἰ ἔστι καὶ ὅτι ἐστὶν ἀναγόμενα· εἰ γὰρ καὶ περὶ ὅρου ζητῆσαί ποτε διαλεκτικῆς ἐστιν, ἀλλ’ οὐ διαλεκτικὸν τὸ τί ἐστι ζήτημα, ἐπεὶ μηδὲ ἁπλῶς ἡ διαλεκτικὴ εἰσηγεῖται τὸ τί ἐστιν ἀλλ’ εἰ τόδε τῷδε ὑπάρχον ὅρος ἐκείνου ἔστι. οὔτε οὖν τὸ τί ἐστιν οὔτε τὸ διὰ τί ἐστι διαλεκτικὸν πρόβλημα, τὸ μὲν ὅτι ἁπλοῦν ἐστιν, οὐδὲν δὲ τοιοῦτον διαλεκτικὸν πρόβλημα (οὐ γὰρ ἂν μόνῳ τῷ τρόπῳ προτάσεως διέφερεν) ἀμφότερα δὲ ὅτι τούτων οὐδέτερον προβαλλόμενον δίδωσι τῷ ἀποκρινομένῳ ἑλέσθαι ὃ βούλεται τῆς ἀντιφάσεως μόριον.3 ἐπιστήμης γὰρ ἕνεκεν ἀλλ’ οὐκ ἐλέγχου χάριν πυνθάνεται ὁ τὴν αἰτίαν τῶν ζητουμένων ἐπιστημονικῶς μετιών.

另一方面,“此物是否属于此物”则为诸项探求提供了复合与多数的始原,因为它已经使事物二元化,一方面呈现出探求所围绕的事项,另一方面呈现出关于该事项所探求的内容。再者,正如人们在那里所说,存在是由“限极”与“无定”混合而成的,并将此设定为三合一体(即上述二者的混合物,但具有实现该混合的“一者”);照样在这里,“此物为什么属于此物”具有通过原因的陈述而显明的限定,并且此物属于此物是公认的,结论的两个词项都单纯地存在,且极端项与中间项的整个复合构成了三合一体。又正如人们所言,存在因混合而是三合一体的,因为在一切混合物中都需要这三者:美、真理、均衡;照样在“为什么存在”的证明中,也考察了论证的端正形式(这是属于它的美),以及诸前提的真理性,还有由于诸前提和结论出于必然性而具有的均衡。然而,如果你愿意,最初的事物不妨在沉默中任其如同隐藏在神圣秘府之中——无论是作为原因的一者,还是从它那里显现和展示出来的、既非受造亦非被产生的事物;但让论述从受造之物开始,并设定第一者为存在(换句话说即可知解者),其次是生命(换句话说即知解活动),其次是理智(换句话说即知解者),而最末是灵魂。于是,“是否存在”因单纯探求存在,乃是单纯存在者的肖像;而“是什么”既然探求存在的标志,并将其从仿佛隐藏之处展示出来,使之从不可见流出为可见,因此乃是生命的肖像(生命是由于它而使存在得以被知解和把握的潜能或现实);“此物是否属于此物”则是理智的肖像(理智将知解活动与可知解者二者结合于自身,后者作为基底,前者作为围绕它或朝向它展开者);而“为什么存在”则是灵魂的肖像,因为灵魂乃是逻各斯,它探求并发现受制于逻各斯之物的诸逻各斯、受制于原因之物的诸原因,以及受中介之物的中间项;正因如此,灵魂才具有从前提向结论“由何处向何处”的运动。 在此,忒弥斯提奥斯极好地关注了所探求事物的划分,并传授了此处关于论题的学说与《论题篇》中学说的差异。因为在那里他仅就辩证法论题施教,这些论题中没有一个是单纯的,而是全都在复合之中,并且仅在方式上不同于命题。因为一切命题都在复合之中,但并非一切论题都在复合之中;而论题中凡在复合之中的,这些也能成为命题,在辩证法论题中是通过改变使用的方式,在科学论题中则是通过在先者为了证明而对随后者做出贡献。因此,一切辩证法论题要么探求某物自身按其自身是否存在(如在“神是否存在”、“虚空是否存在”中),要么探求它是否存在于另一物之中;而后者是双重的,要么是单纯地存在(如在偶性中),要么是如何存在(例如作为属、作为固有属性,还是作为定义)。因此,第一种归于单纯的“是否存在”之下,而其后的所有一切则归于“是否存在某事实”之下。因为“此物是否与此物同一”也是属于此类;因为它探求的是:与曾经被选取的对象同一,是否偶然属于某这一个体。比较性论题同样也是如此;因为它们探求的是:比那一个体更好、更坏或诸如此类的情况,是否偶然属于某这一个体。因此,所有的辩证法论题都被归结到“是否存在”和“是否存在某事实”之下;因为即便有时探求定义属于辩证法的范围,但“是什么”的探求并非辩证法的探求,因为辩证法绝不单纯引入“是什么”,而是引入此物属于此物是否为它的定义。因此,“是什么”和“为什么存在”都不是辩证法论题:前者是因为它是单纯的,没有任何辩证法论题是单纯的(否则它就不会仅仅在方式上不同于命题);而两者都是因为,当提出它们中的任何一个时,都不给予应答者选择矛盾命题中他所愿的肢的权利。因为,科学地追寻所探求事物之原因的人,是为了科学而非为了反驳而发问的。

语法注3 条
  1. 1.2τῷ ἐξ ἀνάγκης εἶναι τάς τε προτάσεις καὶ τὸ συμπέρασμα

    带冠词不定式的与格结构,表示原因或根据。对格的 τάς τε προτάσεις καὶ τὸ συμπέρασμα 是不定式 εἶναι 的逻辑主语,ἐξ ἀνάγκης 作表语表示“出于必然性”。

  2. 1.2τὸ δὲ τί ἐστιν ἐπεὶ τὸ γνώρισμα τοῦ ὄντος ζητεῖ καὶ ἐκεῖνο ἐκφαίνει ὡσπερεὶ κρυπτόμενον, καὶ πρόοδος ἐκείνου εἰς τοὐμφανὲς ἐκ τοῦ ἀφανοῦς γίνεται, τῆς ζωῆς

    属格 τῆς ζωῆς 在句法上承接前句的 τοῦ ἁπλῶς ὄντος ἐστὶν εἰκών(是单纯存在者的肖像),省略了表语名词 εἰκών(即“是生命的肖像”)。随后的 τοῦ νοῦ 以及 τῆς ψυχῆς δὲ τὸ διὰ τί ἐστιν 也同样遵循这种对称的省略结构。

  3. 1.2ἀμφότερα δὲ ὅτι τούτων οὐδέτερον προβαλλόμενον δίδωσι τῷ ἀποκρινομένῳ ἑλέσθαι ὃ βούλεται τῆς ἀντιφάσεως μόριον

    这是对前文 οὔτε οὖν τὸ τί ἐστιν οὔτε τὸ διὰ τί ἐστι διαλεκτικὸν πρόβλημα(“是什么”和“为什么存在”都不是辩证法论题)的第二个理由陈述。它与 τὸ μὲν ὅτι...(一者是因为……)构成并列,形成了 ἀμφότερα δὲ ὅτι...(两者都是因为……)的结构,ὅτι 前可补出动词性断言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:10.14-11.31