← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§77.22-79.13

依假设论证定义之不可能与乞题

厄斯特拉提乌斯阐述了亚里士多德对试图论证定义的所谓“依据假设”的第一种方式的考察,指出该方式犯了乞题错误并消解了三段论的效用,且比通过换位者的途径更为荒谬;同时表明,在定义时引入定义的定义,正如在推论时无需引入三段论的定义一样,是完全多余的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.93#1

" Ἀλλ’ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ’ οὐσίαν." Τὸν ὁρισμὸν δεῖξαι προθέμενος μὴ ἀποδείξει μηδ’ ὅλως συλλογισμῷ ὑποκείμενον, πάντα τρόπον ἐπέξεισι δι’ οὗ εἰκός ἐστιν οἰηθῆναί τινα ἀποδείξει καὶ συλλογισμῷ τὸν ὁρισμὸν ὑποβάλλεσθαι. καὶ ἤδη μὲν δύο προθέμενος ἤλεγξε μηδαμῶς ἀποδεικνύντας ἢ ὅλως συλλογιζομένους τὸν ὁρισμόν. οὗτοι δὲ ἦσαν ὅ τε διὰ τῶν ἀντιστρεφόντων καὶ ὁ διὰ τῆς διαιρέσεως· ὡς ἐν παρόδῳ δὲ καὶ τὴν ἐπαγωγὴν μὴ συλλογιζομένην ἀπήλεγξεν,1 ὡς εἰ καὶ λέγοι τις κατὰ μέρος ἐξ αὐτῆς τὸν ὁρισμὸν συνίστασθαι, ἐκ τῶν ὑπὸ τὸ ὁριστὸν πιστουμένης καθόλου ὑπάρχειν τῷ ὁριστῷ τῶν μερῶν τοῦ ὁρισμοῦ ἕκαστον καὶ τὸν ὁρισμὸν ἅπαντα τὸν συγκείμενον ἐξ αὐτῶν· ἀλλά γε μηδ’ οὕτως τὸν ὁρισμὸν ἀποδείκνυσθαι, ἐπειδήπερ οὐδ’ ἡ ἐπαγωγὴ συλλογίζεται. ἐξετάζει δὲ καὶ περὶ ἑτέρων δύο, οὓς καὶ ὀνομάζει ἐξ ὑποθέσεως, οὐχ ὅτι καὶ ἄμφω ὑποθετικῶς συλλογίζονται, ἀλλὰ κατηγορικὸς μὲν ὁ πρότερος, διότι δέ2 τι πρότερον ὑποτιθέμενος καὶ αὐτὸς ὡς ὁμολογουμένην ἀρχὴν οὕτως ἑξῆς συλλογίζεται τῇ ὑποθέσει πρότασιν ἑτέραν προσθείς, τούτου ἕνεκεν καὶ αὐτὸν ἐξ ὑποθέσεως ὀνομάζει. ὑποθέμενος γάρ τις καὶ λαβὼν εἶναι μὲν ὁρισμὸν λόγον ἐκ τῶν ἐν τῷ τί ἐστιν οἰκείων συγκείμενον, ταὐτὸν δὲ εἰπεῖν ἐκ τοῦ οἰκείου γένους καὶ τῶν οἰκείων διαφορῶν τοῦ ὑποκειμένου, ἔχων δὲ συνηγμένα τοιαῦτά τινα τῷ προκειμένῳ ὑπάρχοντα, καὶ προσθεὶς τῇ ληφθείσῃ προτάσει ὅτι ταῦτα δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν, οἴεται οὕτως ἀποδεικνύναι τὸν ὁρισμόν, τοῦτο λέγων εἶναι τὸ εἶναι τῷ ὁριστῷ, ὃ ταῦτα δηλοῖ. πάλιν δὴ καὶ οὗτος τὸ ἐν ἀρχῇ αἰτεῖται καὶ ζητῶν τὸ τί ἦν εἶναι λαμβάνει τοῦτο ἐν ταῖς προτάσεσιν. εἰ γὰρ δοίημεν ταῦτα τὰ συνηγμένα τὸ τί ἐστι εἶναι τὸ ὑποκείμενον, τί ἄλλο δεδώκαμεν ἢ τὸν ὁρισμὸν εἶναι αὐτοῦ, ὅπερ ἦν τὸ ζητούμενον. εἰ γὰρ ζητοῦντες τὸν ἀνθρώπου ὁρισμὸν ἔχομεν συναθροισθέντα περὶ αὐτοῦ τὰ ζῷον πεζὸν ὑπόπουν δίπουν ἄπτερον, εἶθ’ ὑποθώμεθα, ταὐτὸν δὲ εἰπεῖν ὡς ἀρχὴν ὑποτιθεμένην λάβωμεν, ὅτι πᾶς λόγος ὁ ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι τοῦ ὑποκειμένου συγκείμενος ὁρισμός ἐστιν, ὁ δὲ λόγος ὁ λέγων ζῷον πεζὸν ὑπόπουν δίπουν ἄπτερον ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι τοῦ ἀνθρώπου σύγκειται, ὁ λόγος ἄρα οὗτος ὁρισμὸς τοῦ ἀνθρώπου ἐστί, τί ἄλλο εἴπομεν ἢ ὅτι ὁ λόγος οὗτος ὁρισμὸς τοῦ ἀνθρώπου ἐστί; ταὐτὸν γάρ ἐστιν εἰπεῖν ὁρισμὸν καὶ λόγον ἐκ τῶν ἰδίων ἐν τῷ τί ἐστι συγκείμενον. τίνα δέ ἐστιν ἅ φαμεν ἴδια ἐν τῷ τί ἐστιν; ἢ τὸ οἰκεῖον τοῦ εἴδους γένος καὶ τὰς αὐτῷ ἁρμοζούσας διαφοράς, ὧν συνελθόντων ἀλλήλοις ὡς ἐκ μερῶν ὅλον τὸ τί ἐστι καὶ ὁ ὅρος συνίσταται. ἴδια δὲ ταῦτα οὐχ ὡς ἀντιστρέφοντα πρὸς τὸ εἶδος καθ’ ἕκαστον λέγεται, ἀλλ’ ὡς οἰκεῖα αὐτοῦ, κἂν μηδὲν ἧττον ἢ αὐτῷ καὶ ἑτέροις ἴσως ᾠκείωται, ἐπεὶ καὶ ἑκάστου εἴδους τὸ γένος οἰκεῖον αὐτοῦ καὶ ἴδιον, ὡς ἴδιον ἀνθρώπου γένος τὸ ζῷον καὶ ἀρετῆς ἕξις καὶ γεωμετρίας ἐπιστήμη καὶ ἄλλου ἄλλο. οὐ μόνον δὲ ὁ οὕτως τὸν ὁρισμὸν ἀποδεικνύειν λέγων τὸ ἐν ἀρχῇ αἰτεῖται, ὅπερ ἀλλότριον ἀποδείξεως, ἀλλὰ καὶ τὸ χρήσιμον ἀναιρεῖ τοῦ συλλογισμοῦ, ὀργάνου ὄντος ταῖς ἐπιστήμαις καὶ ἀεὶ συντελοῦντος πρὸς ἕτερον ὡς τέλος. οὐ γὰρ τῶν κειμένων ἕτερον συνάγει τῷ ταῦτα εἶναι, ἀλλὰ διάφορα λαμβάνει αὐτά τε πρὸς ἄλληλα τὰ τιθέμενα καὶ πρὸς αὐτὸ τὸ συμπέρασμα. ὅτι δὲ τοῦτο τῆς διὰ τῶν ἀντιστρεφόντων τῷ ὁρισμῷ ἀποδείξεως παραλογώτερον, δῆλον· ἐκεῖ μὲν γὰρ ἄλλος ὁ μέσος λαμβανόμενος ὁρισμὸς ὑπάρχειν ἐδόκει καὶ ἄλλος ὁ δι’ ἐκείνου δεικνύμενος, ἐνταῦθα δὲ οὐκ ἄλλος ἀλλ’ ὁ αὐτός· τὸν γὰρ ὁρισμὸν τοῦδε μέσον λαμβάνει, καὶ τὸν ὁρισμὸν τοῦδε δείκνυσιν ὁρισμὸν ὄντα αὐτοῦ. ὅτι δὲ καὶ περιττὸν τὸ τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ λαμβάνειν ἐν τῷ ὁρίζεσθαι, ἐκ τῆς πρὸς τὸν συλλογισμὸν δείκνυσιν ὁμοιότητος· ὡς γὰρ συλλογιζομένους ἡμᾶς περί τινος οὐ χρεία ἐστὶ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν λαμβάνειν,3 ἀλλὰ μόνον προτάσεις τιθέναι ἢ ἄμφω καθόλου ἢ τὴν μὲν καθόλου τὴν δ’ ἐν μέρει, καὶ οὕτως ἐπάγειν τιθείσαις αὐταῖς τὸ συμπέρασμα, τὸν δὲ ὅρον τοῦ συλλογισμοῦ προωμολογημένον ἔχοντας μὴ παρεισάγειν μὲν τοῦτον ἐν ταῖς προτάσεσιν, ἀλλ’ εἴπερ τις ἀντιλέγει ὡς ἡμῖν τὸ ἴδιον τοῦ συλλογισμοῦ οὐ τετήρηται, τότε παράγειν εἰς μέσον τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ, καὶ πείθειν τὸν ἐνιστάμενον ὡς τετηρήκαμεν ἅπαντα ἅπερ τῷ συλλογισμῷ ἐποφείλεται, οὕτω δὴ κἀπὶ τοῦ ὁρίζεσθαι.

“但是否也能论证实体上的‘是什么’呢?” 他设定了要表明定义决不从属于论证,也根本不从属于三段论,因而考察了人们可能认为定义由此归属于论证和三段论的每一种途径。他已经提出了两种途径并驳斥了它们决不能论证或根本不能推论定义。这两种途径就是通过换位者的途径和通过划分的途径;顺便他也驳斥了归纳并不进行推论——即使有人说定义是通过归纳逐部分构成的,即从被定义项之下的事物中确证定义的各个部分以及由它们合成的整个定义普遍属于被定义项,但即便如此,定义也没有被论证出来,因为归纳也并不进行推论。他还考察了另外两种途径,他也称之为“依据假设的”,这并不是因为两者都进行假言推论,而是因为前者是直言的,但由于它也把某事物作为公认的本原预先假设,并在该假设上添加另一个前提从而依次进行推论,因而在这一缘故下也将它称为“依据假设的”。因为有人假设并设定定义是由“是什么”中固有的要素构成的公式,也就是说由主词固有的类和固有的种差构成,并掌握了属于该论题的某些汇集起来的此类要素,又在所获得的前提上添加说“这些是‘是什么’中仅有的要素,且整体是固有的”,从而以为这样就论证了定义,说这些要素所表明的正是被定义项的存在[本质]。于是,这个人同样又在乞求初始前提(乞题),他在探求本质的同时,却在前提中预先接受了它。因为如果我们承认这些汇集起来的要素就是主词的“是什么”,那么除了承认这就是它的定义(而这正是所探求的东西)之外,我们还承认了什么呢?因为如果我们在探求人的定义时,掌握了关于他而汇集起来的“动物、陆生、有足、两足、无翼”,随后假设(也就是说作为假设的本原而接受)“由主词在‘是什么’中的固有要素构成的每一个公式都是定义”,而“称‘动物、陆生、有足、两足、无翼’的公式是由人在‘是什么’中的固有要素构成的”,“因此这个公式是人的定义”,那么除了说“这个公式是人的定义”之外,我们还说了什么呢?因为说“定义”和说“由‘是什么’中的固有要素构成的公式”是同一回事。那么我们所说的在“是什么”中的固有要素究竟是指哪些呢?无非是指种固有的类和适合于它的种差,它们彼此结合,便如由部分结合为整体那样构成了“是什么”和定义。这些之所以被称为固有的,并不是因为每一项都与种换位,而是作为它的固有者,即使它们对其他事物或许也毫不亚于对它那样适应;因为每个种的类都是它固有的和特有的,正如动物是人固有的类,状态是德性固有的类,科学是几何学固有的类,其他事物也各有其类。以这种方式声称论证定义的人,不仅在乞求初始前提(这对于论证是格格不入的),而且还取消了三段论的效用(三段论是诸门科学的工具,且始终有助于达到作为目的的其他东西)。因为他并没有因这些前提的成立而推导出与前提不同的东西,而是把所设定的前提彼此之间以及对于结论本身取为不同的东西。这比通过与定义换位者的论证更为不合逻辑,这是显而易见的;因为在彼处,作为中项被接受的定义似乎是作为不同的东西存在的,通过它而被证明的也是另一个定义,而在此处却不是另一个,而是同一个;因为他把该事物的定义作为中项来接受,并证明该事物的定义就是它的定义。至于在定义时引入定义的定义是多余的,他也从与三段论的相似性中表明了这一点;因为正如我们在就某事物进行推论时,没有必要引入三段论的定义,而只需设定前提(或者两者都是全称的,或者一个是全称的一个是特称的),从而在它们被设定后得出结论,并把三段论的定义作为预先约定的东西保留而不把它引入前提中,但若有人反驳说我们没有保持三段论的固有特征,那时再把三段论的定义提出,并使异议者信服我们已经遵守了对三段论所应尽的一切规定——在定义的事情上也完全是这样。

语法注3 条
  1. 1.93ὡς ἐν παρόδῳ δὲ καὶ τὴν ἐπαγωγὴν μὴ συλλογιζομένην ἀπήλεγξεν

    在句首的“ὡς ἐν παρόδῳ δὲ ... ἀπήλεγξεν”(顺便他也驳斥了……)之后,由“ὡς εἰ καὶ λέγοι τις ... ἀλλά γε μηδ' οὕτως ...”构成了假定性让步从句(“即使有人说……”)与后承句(“但即便如此也不……”)的呼应,构成了驳斥通过归纳构造定义之主张的骨架。

  2. 1.93ἀλλὰ κατηγορικὸς μὲν ὁ πρότερος, διότι δέ

    在对比结构“οὐχ ὅτι ... ἀλλὰ ...”内部,“κατηγορικὸς μὲν ὁ πρότερος [ἐστι]”(前者虽是直言的)与“διότι δὲ ... τούτου ἕνεκεν καὶ αὐτὸν ἐξ ὑποθέσεως ὀνομάζει”(但由于……因此他也称之为依据假设的)形成呼应。前肢省略了系动词,而后肢由表原因的“διότι”与指示词短语“τούτου ἕνεκεν”相互呼应。

  3. 1.93ὡς γὰρ συλλογιζομένους ἡμᾶς περί τινος οὐ χρεία ἐστὶ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν λαμβάνειν

    在非人称表达“οὐ χρεία ἐστὶ”之后,宾格“ἡμᾶς συλλογιζομένους”充当逻辑主语,统领并列的不定式“λαμβάνειν”、“τιθέναι”、“ἐπάγειν”和“παρεισάγειν”。整段文字由“ὡς γὰρ ... οὕτω δὴ κἀπὶ τοῦ ὁρίζεσθαι”(正如……在定义的事情上也完全是这样)这一类比框架所统摄。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:77.22-79.13