← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§76.1-77.21

划分法提供认识与非三段论的特征

厄斯特拉齐奥解释了亚里士多德质疑并捍卫划分法的意图(表明并非所有知识都属于推论),并阐明通过划分构成的定义虽非三段论,却能指明事物并提供认识(91b32–91b37)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.89

" Ἀλλὰ συλλογισμὸς ὅμως οὐκ ἔνεστιν." Οὐκ ἀδιόρθωτα μὲν τὰ ἐν τῇ διαιρέσει ἁμαρτανόμενα οὐδὲ ἄχρηστος ἡ τοιαύτη μέθοδος πρὸς γνῶσίν ἐστιν, ἀλλὰ πολλὰ ἐκ ταύτης γνωρίζομεν οὕτως αὐτὴν ὡς εἴρηται μετερχόμενοι· ἀλλ’ οὐ παρὰ τοῦτο φαίημεν ἂν αὐτὴν συλλογίζεσθαι. εἴπερ γὰρ γνωρίζειν ποιεῖ, ἄλλον τρόπον ἀλλ’ οὐ κατὰ συλλογισμὸν τοῦτο ποιεῖ· τοῦτο γὰρ προέκειτο ἐξ ἀρχῆς. ὥστε κἂν μεταξὺ παρεκβάντες περὶ αὐτῆς ἠπορήσαμεν καὶ αὖθις τὰ ἠπορημένα λελύκαμεν, ἀνατρέχοντες αὖθις ἐπὶ τὸ πρότερον λέγομεν ὅτι κἂν γνῶσιν παρέχῃ κἂν εἰς τοὺς ὁρισμοὺς συμβάλληται ἡ διαίρεσις, οὐ συλλογίζεται, καθὼς αὐτὴν προχειριζόμενοι ἀπεδείξαμεν. οὕτω δὴ συντάττειν, οἶμαι, τὴν λέξιν ἐστὶ προσφυέστερον. ἀλλ’ εἴπερ γνωρίζειν ποιεῖ, ἄλλον τρόπον· ὡς ἐξακούεσθαι τὸ ποιεῖ καὶ ἐν τούτῳ. οὐκ ἀκαίρως δὲ ἔοικεν ἐκ τοῦ προκειμένου τε παρεκβῆναι μικρὸν καὶ ἐπαπορῆσαι κατὰ τῆς διαιρέσεως σφαλερὰν ἀπελέγχων αὐτήν, εἶτα συστῆσαι ταύτην διὰ τῶν λύσεων καὶ δεῖξαι μέθοδον καὶ αὐτὴν οὖσαν πρὸς ἐπιστήμην συμβαλλομένην, ἀλλ’ ἵνα δείξῃ1 μὴ πᾶσαν ἐπιστήμην τῇ συλλογιστικῇ καὶ ἀποδεικτικῇ περιέχεσθαι, ἀλλ’ εἶναί τινας καὶ παρ’ αὐτὴν διδασκαλίας τρόπους οἳ αὐτῇ οὐχ ὑπόκεινται. ὥστ’ οὐ διαβάλλων τὴν διαιρετικὴν δόξειεν ἂν δικαίως λέγειν ἅπερ λέγει περὶ αὐτῆς, ἀλλ’ ἢ μᾶλλον2 καὶ συνιστῶν καὶ βεβαιῶν αὐτὴν ὡς ἔστι καθ’ αὑτὴν ἄνευ τοῦ συλλογίζεσθαι.

“然而三段论无论如何并不在其中。” 在划分中所犯的过失并非不可纠正,这种方法对认识也并非无用,相反,我们若如前所述去运用它,就能从中认识许多事物。但我们并不能因此就说它在进行推论。因为即使它使人认识,也是以另一种方式,而非通过三段论做到这一点的;因为这从一开始就是所设定的论题。因此,即便我们在中间离题对它提出疑难,随后又解决了所存疑难,我们在重返先前论点时依然说:即使划分提供认识,即使它有助于定义,它也不进行推论,正如我们在考察它时所证明的那样。我想,这样来组织文句是更为贴切的:“但即使它使人认识,也是以另一种方式[使人认识]”,以致“使”一词在此处也被补足理解。此外,他稍稍偏离所设定的论题,通过驳斥划分易于出错而对它提出疑难,随后又通过诸种解答确立它,并表明它本身也是一种有助于科学知识的方法,这似乎并非无的放矢,而是为了表明并非所有的科学知识都被包含在推论性和论证性的知识之中,在它之外还存在某些并不从属于它的教学方式。因此,他关于划分法所说的话,理应被看作并非在诋毁它,而毋宁是在确立和证实它作为不借助推论而自身成立的东西。

§1.90

"Καὶ τοῦτο μὲν οὐδὲν ἄτοπον." Οὐδέν, φησίν, ἄτοπον οὐδὲ παράδοξόν ἐστι τὸ λέγειν γνῶσιν μὲν παρέχειν τὴν διαιρετικήν, μὴ μέντοι γε συλλογίζεσθαι· οὐ γὰρ πᾶσα γνῶσις ἀγνοουμένου τινὸς διὰ συλλογισμοῦ γίνεται. ἰδοὺ γὰρ καὶ ὁ ἐπάγων γνωρίζει μὲν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστούμενος, ἀλλ’ οὐ συλλογίζεται. κοινότερον δὲ ἐνταῦθα τὸ ἴσως τέθεικεν.

“而这并无不当之处。” 他说,说划分法提供了认识却并不进行推论,这绝非不当或荒谬的;因为对未知事物的认识并非全都是通过三段论产生的。看哪,进行归纳的人也同样从个别事物中确立普遍者而获得认识,但他并没有进行推论。而在这里,他是在更为一般的意义上使用“或许”一词的。

§1.91

"Ἀλλ’ ὅμως δηλοῖ τι." Δόξειεν ἂν ἀκολουθότερος εἶναι ὁ λόγος, εἰ ληφθείη ἀνάπαλιν ‘συλλογισμὸν μὲν οὐ λέγει ὁ λέγων τὸν ὁρισμὸν ἐκ τῆς διαιρέσεως, ἀλλ’ ὅμως δηλοῖ τι.’ ὁ γὰρ ἐκ τῆς διαιρέσεως, φησί, τὸν ὁρισμὸν συνιστῶν συλλογισμὸν μὲν οὐ λέγει, ὡς εἴρηται, ἀλλ’ ὅμως δήλωσιν πράγματος καὶ γνῶσιν παρέχεται. εἰ δὲ βούλοιτό τις, ἔστω καὶ καθ’ ὑπερβατόν·3 δηλοῖ μέν τι ὁ ἐκ τῆς διαιρέσεως λέγων τὸν ὁρισμόν, ἀλλ’ ὅμως συλλογισμὸν οὐ λέγει. ἔσται γὰρ τοῦτο τοῖς ἑξῆς οἰκειότερον.

“但无论如何它指明了某种东西。” 如果反过来理解,这句话似乎更为连贯:“从划分中陈述定义的人,虽然没有陈述三段论,但无论如何指明了某种东西。”因为他说,从划分中构造定义的人,如前所述并没有陈述三段论,但无论如何提供了对事物的指明和认识。不过如果有人愿意,也可以当作倒装来理解:“从划分中陈述定义的人固然指明了某种东西,但无论如何并没有陈述三段论。”因为这样会与接下来的内容更为相称。

§1.92

"Ὥσπερ γὰρ ἐν τοῖς συμπεράσμασιν." Τὸ ἑξῆς τῆς λέξεως ἐκ τῶν πρότερον εἰρημένων ἤδη σαφές ἐστι, καὶ οὐ δεῖται πλείονος λόγου· οὔτε γὰρ ἡ σύνταξις δυσχερὴς καὶ ἡ διάνοια πᾶσα ἐκεῖ δεδήλωται. τίνα τε γάρ ἐστιν εἰπεῖν συμπεράσματα ἄνευ τῶν μέσων, ἐν οἷς ἐστιν ἐπιζητῆσαι τὸ διὰ τί, καὶ πῶς κἂν τινῶν ὄντων αὐτὰ εἶναι λέγηται, χώραν ἔχει ἡ ἐρώτησις, καὶ ὅπως ἐκείνοις ὁμοίως καθ’ ἕκαστον τε τῶν ἐκ διαιρέσεως εὑρισκομένων εἰς ὅρου σύνθεσιν καὶ τῷ γένει προστιθεμένων καὶ τοῖς προτέροις τῶν ὑστέρων ἔστιν ἐπερωτῆσαι τὸ διὰ τί, καὶ εἰς ἅπαν τὸ τοῦ ὁρισμοῦ σύνθημα· καὶ ὡς οὐκ ἀνάγκη τις ὁρισμὸν λέγειν αὐτό, ὡς ἐπὶ τοῦ συλλογισμοῦ ἰδεῖν ἔστι μετὰ τὴν τῶν προτάσεων θέσιν ἀναγκαίως ἑπόμενον τὸ συμπέρασμα, καὶ ὡς ὁ ὁρισμὸς οὐ συλλογισμός ἐστι, κἂν διὰ τῆς διαιρέσεως ἀπεδείκνυτο, ἱκανῶς εἴρηται,4 καὶ οὐ χρὴ ταυτολογεῖν, ἀλλὰ μεταβαίνειν ἤδη εἰς τὰ ἑξῆς, πλὴν ὅσον εἰπεῖν ὅτι διαιρετικοὺς ὅρους λέγει τοὺς εὑρισκομένους ἐκ τῆς διαιρέσεως. καὶ ὅταν λέγῃ ὁ δὲ τοιοῦτος λόγος ἅπας οὐκ ἔστιν ὁρισμός, ἴσον ἐστὶ λέγειν τῷ οὐκ ἔστι δεδειγμένον συλλογιστικῶς ὅτι ὁρισμός ἐστι. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγομένου, ὅτι εἰ καὶ τῇ διαιρέσει ἀπεδείκνυτο, ἀλλ’ ὁρισμὸς οὐ συλλογισμὸς γίνεται, ἅπερ ἐζήτηται ἐξ ἀρχῆς, εἰ μήτε συλλογισμός ἐστι μήτε συλλογιστικῶς δείκνυται.

“因为正如在结论中那样。” 文句的后续部分根据前文所言已经十分清楚,不需要更多的论述;因为句法既不难解,全部意旨也已在彼处得到阐明。因为,对于无中项的结论是指哪些(在其中可以追问‘为什么’),以及即便说它们是在某些前提存在时成立,这一追问又如何具有余地;并且正如在那些结论中一样,对于从划分中发现以构成定义并附加于类之上的每一项、对于〔附加于〕先在项之上的后继项、以及对于定义的整个组合而言,如何同样能够追问‘为什么’;以及并不存在称其为定义的必然性(不像在三段论中能够看到在设定前提之后结论必然随之而来);以及定义即使通过划分得到证明也不是三段论——所有这些都已经被充分论述过了,不应当赘述,而应直接进入接下来的内容,只需说明他将从划分中发现的那些定义称为‘划分性定义’即可。当他说‘所有这样的公式都不是定义’时,等同于说‘它并不是通过推论被证明是定义的’。而这从紧接着补充的内容中也是清楚的,即即使通过划分被证明,定义也不会成为三段论,如果它既不是三段论也不是通过推论被证明的,这正是从一开始就在探求的事情。

语法注4 条
  1. 1.89οὐκ ἀκαίρως δὲ ἔοικεν ἐκ τοῦ προκειμένου τε παρεκβῆναι μικρὸν καὶ ἐπαπορῆσαι κατὰ τῆς διαιρέσεως σφαλερὰν ἀπελέγχων αὐτήν, εἶτα συστῆσαι ταύτην διὰ τῶν λύσεων καὶ δεῖξαι μέθοδον καὶ αὐτὴν οὖσαν πρὸς ἐπιστήμην συμβαλλομένην, ἀλλ’ ἵνα δείξῃ

    句子的核心骨架是 οὐκ ἀκαίρως [ποιῆσαι] ἔοικεν ... ἀλλ’ ἵνα δείξῃ。在由 ἔοικεν 统辖的一连串不定词(παρεκβῆναι、ἐπαπορῆσαι、συστῆσαι、δεῖξαι)之后,目的从句 ἀλλ’ ἵνα δείξῃ 与否定副词短语 οὐκ ἀκαίρως(并非无的放矢地,而是为了表明……)相呼应,阐明亚里士多德离题并解决疑难的积极目的。

  2. 1.89ἀλλ’ ἢ μᾶλλον

    短语 ἀλλ’ ἢ μᾶλλον 构成了强烈的纠正性对比搭配(意为‘非但不……,反而更……’),承接前面的 οὐ διαβάλλων ... δόξειεν ἂν δικαίως λέγειν。其后的分词 συνιστῶν καὶ βεβαιῶν 与前面的 διαβάλλων 在结构上相对照。

  3. 1.91εἰ δὲ βούλοιτό τις, ἔστω καὶ καθ’ ὑπερβατόν

    针对引文 91b35(Ἀλλ’ ὅμως δηλοῖ τι),注解者提供了两种句法重构方案:首先提出颠倒前后分句(ἀνάπαλιν)的读法,其次提出作倒装(καθ’ ὑπερβατόν)处理,即理解为‘δηλοῖ μέν τι ... ἀλλ’ ὅμως συλλογισμὸν οὐ λέγει’。

  4. 1.92τίνα τε γάρ ἐστιν εἰπεῖν συμπεράσματα ... ἱκανῶς εἴρηται

    整个句子的宏观结构是一个长周期句:由开头一连串间接疑问从句与名词性从句(τίνα τε γάρ ἐστιν ..., καὶ πῶς ..., καὶ ὅπως ..., καὶ ὡς ..., 以及 καὶ ὡς ...)共同构成末尾主要动词 ἱκανῶς εἴρηται(‘已被充分论述’)的主语从句群。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:76.1-77.21