- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:74.12-75.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯解释说,划分中的过失(添加、遗漏、越过)可以通过在广度和深度上穷尽追踪本质种差来纠正,辨析了两次出现的“必然的”分别指逻辑后承与实践需求,并注疏了完成定义时“不可分之物”的多重含义。
" Ταῦτα μὲν οὖν παρίεται μέν, ἐνδέχεται." Τὰ εἰρημένα, φησίν, εἴτε κατὰ τὸν ὁρισμόν, ὡς τὸ πρῶτον εἴρηται, εἴτε κατὰ τὴν διαίρεσιν, ὡς τὸ δεύτερον, καταλιμπάνεται μὲν ἤγουν παραχωρεῖται καὶ ἀφίεται γίνεσθαι δι’ ἀπροσεξίαν ἢ καὶ ἀνεπιστημοσύνην, τοῦ διαιροῦντος. ὅμως οὐκ ἔστιν ἄλυτα τὰ ἐγκλήματα οὐδ’ ἀνίατα τὰ ἁμαρτήματα, ἀλλ’ ἐνδέχεται λῦσαι ταῦτα καὶ θεραπεῦσαι. εἰ γὰρ διέλοι τις ἐφεξῆς πάντα τὰ ἐν τῷ τί ἐστι, ταὐτὸν δὲ εἰπεῖν τὰ κατ’ οὐσίαν κατηγορούμενα, ὡς μηδὲν παραλιπεῖν μήτε κατὰ πλάτος μήτε κατὰ βάθος, οὐδὲν τῶν εἰρημένων πταισμάτων συμβήσεται. δεῖ δὲ οὕτως ἀκούειν τὸ πάντα τὰ ἐν τῷ τί ἐστιν, ἵν’ εἴη πάντα τὰ διαιρούμενα ἐν τῷ τί ἐστιν, ἅ τινα εἰσὶ τὰ εἰδητικά, καὶ μηδὲν μήτε ἀπὸ τῆς ὕλης μήτε συμβεβηκός· ὡς εἶναί τε πάντα τοιαῦτα, καὶ μηδὲν παραλείπεσθαι τῶν τοιούτων. τοῖς γὰρ δυσὶ παραγγέλμασι τὰ τρία ἐπιδιωρθώσατο ἁμαρτήματα. εἰ δὲ πάντα, φησίν, ἐν τῷ τί ἐστιν, οὐ δεῖ ταράττεσθαι ὡς τῶν διαφορῶν ἐν τῷ ὁποῖόν τί ἐστι λεγομένων κατηγορεῖσθαι·1 τῷ γὰρ γένει συνειλημμέναι ἐν τῷ τί ἐστι λέγονται καὶ αὗται, ἐπεὶ καὶ ἅπας ὁ ὁρισμὸς ἐκ τοῦ γένους καὶ αὐτῶν συνιστάμενος τὸ τί ἐστιν ἔστι. κατά τε οὖν τὸν ὁρισμὸν δεῖ τοιαῦτα πάντα λαβεῖν, ἤτοι εἰδητικά τε καὶ ἐν τῷ τί ἐστι, καὶ μηδὲν παραλιπεῖν τῶν συμπληρούντων τὸν ὁρισμόν, κατά τε τὴν διαίρεσιν τὸ αὐτὸ ποιεῖν. πᾶν γὰρ τὸ διαιρούμενον ἐπὶ εὑρέσει τοῦ τί ἐστι γένος τε δεῖ εἶναι καὶ εἰς πάντα διαιρεῖσθαι τὰ ὑπ’ αὐτὸ ἀναγόμενα διὰ μέσων τῶν διαφορῶν. ἐξ ἀρχῆς μὲν γὰρ τὸ γένος ἁπλοῦν αἰτεῖταί τε καὶ λαμβάνεται· εἶτα διαφορᾶς προσγινομένης οὐσιώδους αὐτῷ καὶ εἰδοποιοῦ τὸ ἀποτελούμενον εἶδος μὲν γίνεται τοῦ προτέρου, γένος δὲ τοῦ ἐφεξῆς, καὶ οὕτως ἀεί, ἔστ’ ἂν εἰς τὸ ἄτομον εἶδος ἥξωμεν, ἤγουν τὸν λόγον τῷ ὁριστῷ ἐξισώσωμεν· καὶ τοῦτο ἐστι τὸ ζητούμενον τί ἐστι.
“因此,这些固然被放过了,但却是可能的……” 他说,所提及的事情,无论是如第一种说法那样就定义而言,还是如第二种说法那样就划分而言,都是由于进行划分者的疏忽或缺乏科学知识而被忽略,也就是被让步并任其发生。然而,这些责难并非不可解决,这些过失亦非不可救药,而是有可能解决并纠正它们。因为,如果有人依次划分所有在本质中的要素——也就是说,依实体述说的要素——从而在广度上和深度上皆无所遗漏,那么所言及的任何失误都不会发生。但必须这样理解“所有在本质中的要素”:使得所有被划分的要素皆在本质之中,即那些构成种相的要素,而没有任何取自质料的要素或偶性;从而所有要素皆属此类,且此类的任何要素皆未被遗漏。因为他用这两条规则纠正了三种过失。他说,如果所有的要素皆在本质之中,就不必因为种差被说成是在‘何种性质’中述说而感到困惑;因为当种差与类结合在一起时,它们也被说成是在本质之中的,既然由类与它们组成的整个定义也是本质。因此,无论就定义而言,都必须选取所有这些要素,即构成种相且在本质中的要素,并且不遗漏任何充实定义的要素;而在划分中也必须做同样的事情。因为凡是为发现本质而被划分者,都必须是类,并且必须通过居间的种差而被划分为归于其下的所有事物。因为最初所要求并采纳的是单纯的类;然后,当一个本质性的、构成种相的种差被添加于其上时,所产生的结果相对于前者而言成为了种,而相对于紧随其后者而言则成为了类,如此连续不断,直到我们到达不可分的种,也就是将公式等同于被定义项;而这就是所探求的本质。
"Τοῦτο δ’ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐπιπίπτει." Τὸ μηδὲν παραλείπειν ἀναγκαίως ἕπεται, φησίν, εἰ ἅπαν, ὅπερ ἂν ὑπὸ τὸ γένος ᾖ, εἰς τὴν διαίρεσιν ἐμπίπτει, τουτέστιν ἐν τῇ διαιρέσει παραλαμβάνεται, ὡς μηδὲν τοῦ διαιροῦντος καταλιμπάνοντος μήτε κατὰ πλάτος μήτε δὲ κατὰ βάθος· οὕτω γὰρ ἀνελλιπῶς γινομένης τῆς διαιρέσεως οὔτε κατὰ τὸν ὁρισμὸν οὔτε κατὰ τὴν διαίρεσιν τῶν εἰρημένων τι συμπεσεῖται ἁμαρτημάτων. ἢ οὐχ ὁμοῦ δεῖ καὶ ἐπὶ τῶν αὐτῶν ἀκούειν τὸ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτειν καὶ μηδὲν ἐλλείπειν,2 ἀλλὰ τὸ μὲν ἐπὶ τοῦ πλάτους, τὸ δὲ ἐπὶ τοῦ βάθους, ὡς μήτε τῷ διαιρεῖν τὰ ἐπάνω τι καταλιμπάνειν τῶν ὑπ’ αὐτά, ἀλλὰ πάντα ἐπεξιέναι, οἷον τὸ ζῷον διαιροῦντας εἰς πεζὸν καὶ πτηνὸν καὶ νηκτόν, καὶ μὴ μέχρι τῶν δύο πλατύνειν καταλιμπάνοντας τὸ ἕν, καὶ αὖθις κατὰ βάθος μὴ μέχρι τοῦ πεζοῦ ἵστασθαι, καὶ τὸ ζῷον πεζὸν λόγον ποιεῖσθαι τοῦ ἀνθρώπου, ἀλλὰ διαιρεῖν καὶ τοῦτο εἰς ἄπουν καὶ δίπουν καὶ πολύπουν· οὕτω γὰρ τὸ τέλειον εὑρόντες οὐκέτι χρείαν τοῦ τέμνειν ἔχομεν. οὕτω γὰρ ἔσται ἀκόλουθον τὸ ἐπιφερόμενον.
“如果一切都落入划分之中,这便是必然的。” 他说,如果凡属于该类之下的事物全都落入划分之中,也就是说在划分中被采纳,使得进行划分者在广度上和深度上皆无所遗漏,那么无所遗漏便必然随之而来;因为若这样毫无遗漏地进行划分,无论就定义而言还是就划分而言,所提及的任何过失都不会发生。或者,不应把‘一切都落入划分且无所缺失’理解为同时且在相同方面成立,而是前者就广度而言,后者就深度而言:使得在划分上位概念时不遗漏属于其下的任何事物,而是穷尽所有——例如将动物划分为陆行的、飞行的和水生的,而不是仅仅展开至两项而遗漏一项;而在深度上,亦不止步于陆行的并将‘陆行的动物’当作人的公式,而是将此进一步划分为无足的、双足的和多足的;因为这样找到了完全之物,我们便不再需要进行切割。因为这样,接下来的话才是顺理成章的。
"Τοῦτο δ’ ἀναγκαῖον· ἄτομον γὰρ ἤδη δεῖ εἶναι." Τὸ μὲν πρότερον ἀναγκαῖον ὡς ἀναγκαίως ἑπόμενον εἴρηται, τοῦτο δέ γε τὸ δεύτερον κατὰ τὸ τοῦ χρειώδους σημαινόμενον τέθειται·3 ἀναγκαίως γὰρ οὕτω τὰς διαιρέσεις ποιεῖν δεόμεθα, ὡς μηδὲν ἐλλείπειν κατιόντες. κανὼν δὲ τούτου τῆς διαγνώσεως, δι’ οὗ τὸ μηδὲν ἐλλείπειν ἐπιγνωσόμεθα, εἴπερ εἰς ἄτομον καταντήσομεν, ἤγουν ὅταν ἔσχατον ᾖ τὸ ληφθὲν τελευταῖον καὶ εὐθὺς ἀντιστρέφον τῷ ὁριστῷ, ὡς μηκέτι εἰς ἕτερα τέμνεσθαι, μηδέ τι εὑρίσκειν κατηγορούμενον τοῦ ὁριστοῦ ἐν τῷ τί ἐστιν. ἄτομον δὲ λέγεται ἢ ὁ συστὰς λόγος ἐκ τῆς διαιρέσεως ὡς μὴ χρείαν ἔχων τομῆς διὰ τὸ ἤδη ἀντιστρέφειν πρὸς τὸ προκείμενον ὁριστόν, ἢ εἰ τύχοι, ἐσχάτη διαφορὰ καὶ ἰδίως τῷ προκειμένῳ μόνῳ καὶ μηδενὶ ἑτέρῳ ὑπάρχουσα, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ, ἥτις οὐδὲ εἰς πλείω τέμνεται διὰ τὸ μὴ ἐν πλείοσιν εἴδεσιν εὑρίσκεσθαι. ἢ ἴσως κἄν τις εἴη διαφορὰ θεωρουμένη ἐν πλείοσι, ταύτης δὲ τελευταῖον προστιθεμένης ἀντιστρέφει τὸ ὅλον πρὸς τὸ προκείμενον, ῥηθήσεται ἄτομος, οὐχ ἁπλῶς ἀλλ’ ἐν τῷδε τῷ λόγῳ, ὃν τῇ ἑαυτῆς ἔπαυσε προσθήκῃ τοῦ διαιρεῖσθαι καὶ τέμνεσθαι, ὡς ἐν τῷ ζῷον πεζὸν δίπουν τὸ δίπουν.
“而这是必然的;因为此时必须已经是不可分的。” 前一个‘必然的’被说成是必然随之而来的,但后一个‘必然的’则是依照必需之物的含义被设定的;因为我们必然需要这样进行划分,以便在下降的过程中毫无缺失。而我们借以认出无所缺失的这一辨别准则,就在于我们是否到达了不可分之物,也就是当最后采纳的项是终极的,并且立刻与被定义项换位,从而不再被切割为其他项,亦不再发现有任何在本质中述说于被定义项之物。而‘不可分’,要么是指从划分中构成的公式,因为它已经与所设定的被定义项换位而不再需要切割;要么,在可能的情况下,是指单单特有地属于所设定者而不属于任何他者的终极种差,例如属于人的‘能接受理智与知识’,它因为不存在于更多的种之中而不再被切割为多数。或者也许,即便某一种差被观察到存在于多数事物之中,但当它被最后添加时,整个公式与所设定者换位,它也将被称为不可分的——不是绝对地,而是在这个公式中被称为不可分的,它通过自身的添加使该公式停止了被划分和切割,正如在‘陆行的双足动物’中的‘双足的’那样。
- 1.86ὡς τῶν διαφορῶν ἐν τῷ ὁποῖόν τί ἐστι λεγομένων κατηγορεῖσθαι
连词 ὡς 引导属格绝对结构(τῶν διαφορῶν λεγομένων)并接不定词 κατηγορεῖσθαι,附属于动词 ταράττεσθαι,表达导致困惑的主观理由或担忧的内容(“因为种差被说成是在‘何种性质’中述说”)。
- 1.87ἢ οὐχ ὁμοῦ δεῖ καὶ ἐπὶ τῶν αὐτῶν ἀκούειν τὸ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτειν καὶ μηδὲν ἐλλείπειν
小词 ἤ 引入了对前一种解释的补充性替代解释。冠词带不定词短语(τὸ ... ἐμπίπτειν καὶ μηδὲν ἐλλείπειν)作为非人称动词 δεῖ 和不定词 ἀκούειν(理解)的受词;否定词 οὐχ 修饰 ὁμοῦ καὶ ἐπὶ τῶν αὐτῶν(“同时且在相同方面”),与下文的 ἀλλὰ τὸ μὲν ... τὸ δέ 形成对照骨架。
- 1.88κατὰ τὸ τοῦ χρειώδους σημαινόμενον τέθειται
名词化的中性单数属格 τοῦ χρειώδους(必需之事/实用之需)修饰 σημαινόμενον(含义)。这与紧接在前的“作为必然随之而来的逻辑后承”(ὡς ἀναγκαίως ἑπόμενον)形成对照,表明此处的 ἀναγκαῖον 是在目的论和实践需要的意义上被使用的。
