← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§73.4-74.11

真实陈述与定义的区别以及划分中的错误

针对亚里士多德对通过划分确立定义的批评(91b24–26),欧斯特拉提乌斯解释了为何一个公式即便属实也未必是定义(由于偶性的混入或不可换位),并分别从定义本身和划分过程两个角度分析了添加、去除以及越过居间项这几种缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Τί γὰρ κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι." Τὸ γὰρ ἐνταῦθα ἀντὶ τοῦ δέ.1 οὐ γὰρ τοῦ προλαβόντος τοῦτο κατασκευαστικόν, ἀλλ’ ἕτερον καθ’ αὑτὸ ἐπιχείρημα. φησὶ δ’ ὅτι κἂν δοίημεν τὸν ληφθέντα λόγον κατὰ μέρος τε καὶ ἁπλῶς κατὰ τοῦ προκειμένου ὁριστοῦ λέγεσθαι, ἀλλ’ οὐδεμία ἀνάγκη καὶ ὡς ὁρισμὸν κατ’ αὐτοῦ λέγεσθαι. οὐ γὰρ πᾶς λόγος ἀληθῶς κατ’ αὐτοῦ λεγόμενος, ἤδη καὶ ὁρισμός ἐστιν ἐκείνου καθ’ οὗπερ λέγεται. ἔστι γὰρ καὶ ἐκ συμβεβηκότων συνθεῖναι λόγον καὶ ἀληθῶς κατηγορῆσαι κατά τινος, ἔστι δὲ καὶ ἐκ τῶν τί ἐστι, μὴ μέντοι καὶ ἀντιστρέφειν·2 καὶ πολλαί εἰσι παρατηρήσεις περὶ τοὺς ὁρισμούς, ὧν μὴ φυλαττομένων οὐκ ἔσται τοῦ τί ἐστιν ὁ συντεθεὶς λόγος, κἂν κατὰ τοῦ ὁριστοῦ ἀληθεύηται.

“因为有什么妨碍这诚然为真呢……” 这里的“因为(γάρ)”代替了“但是(δέ)”。因为这并非用以确证前述之言,而是自身独立的另一论据。他说,即使我们承认所采纳的公式无论是逐部分地还是作为整体皆述说于所设定的被定义项之上,但也绝无必然性表明它亦作为定义而述说于其上。因为并非凡是真实地述说于其上的公式,就已经是其所述说之物的定义。因为既可能由偶性构成公式并真实地述说于某物,亦可能由构成其本质的要素来构成公式,然而却不能换位;而且关于定义有许多审慎的要求,若不加以遵循,所构成的公式即使对于被定义项而言是真实的,也不会是本质的〔公式〕。

§1.85

"Ἔτι τί κωλύει ἢ προσθεῖναί τι." Διττῶς ἔστι τὸ ῥητὸν ἐκλαβεῖν· ἢ γὰρ πρὸς τὸν ὁρισμὸν ἢ πρὸς τὴν διαίρεσιν. εἰ μὲν πρὸς τὸν ὁρισμόν, ἔσται ἀπόδοσις πρὸς τὸ προσεχές. εἰπὼν γὰρ ‘τί κωλύει ἀληθῶς μὲν λέγεσθαι τὸν συντεθέντα λόγον κατὰ τοῦ ὁριστοῦ, μὴ μέντοι εἶναι αὐτὸν τὸ τί ἐστι’, τρόπους τίθησίν τινας, καθ’ οὓς τοῦτο ἐνδέχεται γίνεσθαι. ἢ γὰρ προσθήκη τινὸς ἐκ τῆς ὕλης λαμβανομένου ἢ συμβεβηκότος ἁπλῶς ἐπιγινομένη τοῖς οὐσιώδεσιν ἀπείργει εἶναι τὸν λόγον τὸ τί ἐστιν, οἷον εἴ τῳ ζῴῳ λογικῷ θνητῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ προστεθῇ τὸ πλατυώνυχον ἢ τὸ γελαστικὸν ἢ τὸ γραμματικὸν ἢ τι τοιοῦτον· δεῖ γὰρ τὸ τί ἐστιν ἐκ τῶν οὐσιωδῶν τε συγκεῖσθαι καὶ εἰδοποιητικῶν, ὅτι καὶ ἡ οὐσία ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὸ εἶδός ἐστιν· ἢ ἀφαιρεθέντος τινὸς ἐλλιπὴς ὁ ὅρος γίνεται καὶ οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, οἷον εἴ τις εἴποι ζῷον λογικὸν εἶναι τὸν ἄνθρωπον, ἀφελὼν τὰ λοιπά· ἢ ὑπερβὰς τῶν μεταξὺ ἓν ἢ πλείω οὐ πᾶσαν τὴν οὐσίαν ἐπέξεισιν, οἷον εἴ τις ἐρεῖ τὸν ἄνθρωπον εἶναι ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ταῦτα μὲν εἰ πρὸς τὸν ὁρισμὸν τὸ ῥητὸν ἐκληψόμεθα· εἰ δὲ πρὸς τὴν διαίρεσιν, ἕτερον ἔσται τοῦτο καθ’ ἑαυτὸ καὶ οὕτω νοούμενον· τί δὲ κωλύει τρόπῳ τινὶ ἀπάτης ἐμπεσεῖν τὸν διαιροῦντα, ἢ ἐξ ὕλης λαμβάνοντα διαφορὰς ἢ καὶ συμβεβηκότα ἐν τῷ διαιρεῖν προστιθέντα ἢ ἀφαιροῦντά τινα καὶ μὴ ἐπεξιόντα κατὰ τὰς διαφορὰς ἅπαντα εἰς ὅσα διαιρεῖται τὸ διαιρούμενον, ἤ τι τῶν μεταξὺ ὑπερβαίνοντα, ὧν θάτερον μὲν κατὰ τὸ πλάτος, θάτερον δὲ κατὰ τὸ βάθος τῆς διαιρέσεως πέφυκε γίνεσθαι.3 δεῖ δὲ τὸ τὶ νοεῖν οἰκείως καθ’ ἕκαστον, ἐπὶ μὲν τῆς προσθέσεως τί τῶν ἐκ τῆς ὕλης διαφορῶν ἢ τῶν ἁπλῶς συμβεβηκότων, ἐπὶ δὲ τῆς ἀφαιρέσεως καὶ ὑπερβάσεως τὶ τῆς οὐσίας, τουτέστι τῶν οὐσιωδῶν, ἃ καὶ οἰκείως τῷ ὁριστῷ ἐκλεγόμενα τὴν οὐσίαν αὐτοῦ συμπληροῖ. δόξειε δ’ ἂν ἄμφω ταῦτα τοῦτό τε καὶ τὸ πρὸ αὐτοῦ οὐ πρὸς τὸ προκείμενον εἰρῆσθαι,4 λέγω δὴ τὸ τὸν ὁρισμὸν μὴ ἀποδείκνυσθαι διὰ συλλογισμοῦ ἢ μὴ συλλογίζεσθαι τὴν διαίρεσιν, ἀλλὰ πρὸς τὸ τοὺς συλλογισμοὺς μὴ διὰ τῶν διαιρέσεων εὑρίσκεσθαι.

“此外,或是添加某种东西,又有什么妨碍呢……” 这段文句可以作两种理解:或是针对定义,或是针对划分。如果针对定义,它将是对紧接前项的发挥。因为在说过“即使所构成的公式真实地述说于被定义项,但它本身却并非本质,这又有什么妨碍呢”之后,他列举了发生此种情况的若干方式。因为,要么是把取自质料的某种东西或单纯的偶性附加于本质要素之上,从而阻碍该公式成为本质——例如,若在“能接受理智与知识的、理性的、有死的动物”上添加“扁指甲的”或“能发笑的”或“通晓文法的”或诸如此类的东西;因为本质必须由本质性的以及构成种相的要素组成,因为实体既是本质的公式,亦是种相;要么是由于去除了某种要素,定义因而变得不完备且不能与被定义项换位,正如若有人去除了其余部分而说人是“理性的动物”那样;要么是越过了居间的一个或多个要素,从而未能穷尽全部的实体,正如若有人说人是“能接受理智与知识的动物”那样。如果我们针对定义来理解这段文句,情况便是如此;但若针对划分来理解,这在自身上将是另一回事并作如此理解:进行划分者陷入某种欺骗的方式,或是从质料中获取种差,或是在划分中添加偶性,或是去除某些要素而未能依照诸种差穷尽被划分者所分出的一切,或是越过了居间的某项,这又有什么妨碍呢?其中前者通常发生在划分的广度上,而后者则发生在划分的深度上。但必须在每种情形下恰当地理解“某种东西(τί)”:在添加的情况下,是指来自质料的种差或单纯偶性的“某种东西”;而在去除和越过的情况下,是指实体、即本质要素的“某种东西”,正是这些要素在恰当地针对被定义项而被选出时,才充实了它的实体。不过,这两点——即此项及其前一项——看似并非针对当下的论题(我是说定义不能通过推论来证明,或者划分并不能推论)而被言说,而是针对推论并非通过划分来发现而被言说的。

语法注4 条
  1. 1.84Τὸ γὰρ ἐνταῦθα ἀντὶ τοῦ δέ

    关于亚里士多德原文引文中连词 γάρ 功能的句法判定。注疏者指出此处并非对前述命题的论证或确证(κατασκευαστικόν),而是用来引入一个自身独立的全新论据,因而相当于表转折或递进的 δέ。

  2. 1.84ἔστι δὲ καὶ ἐκ τῶν τί ἐστι, μὴ μέντοι καὶ ἀντιστρέφειν

    承接前句的无人称构词 ἔστι... συνθεῖναι(由……构成公式是可能的),ἐκ τῶν τί ἐστι 与前面的 ἐκ συμβεβηκότων 形成对举。后半句的 μὴ μέντοι καὶ ἀντιστρέφειν 是表示结果或伴随状况的不定式短语,意指虽然由本质性要素构成,但并不必然与被定义项相换位。

  3. 1.85ὧν θάτερον μὲν κατὰ τὸ πλάτος, θάτερον δὲ κατὰ τὸ βάθος τῆς διαιρέσεως πέφυκε γίνεσθαι

    关系代词属格 ὧν 指向前文提及的错误类型(遗漏种差与越过居间项),作部分属格。在 θάτερον μὲν... θάτερον δέ 的对举中,前者对应划分的“广度”(同级种差的完备性),后者对应划分的“深度”(自属至最近种差的纵向层级递降)。

  4. 1.85δόξειε δ’ ἂν ἄμφω ταῦτα τοῦτό τε καὶ τὸ πρὸ αὐτοῦ οὐ πρὸς τὸ προκείμενον εἰρῆσθαι

    带有潜在含义的希求法(δόξειε δ’ ἄν)支配一个带宾格主词的不定式结构(ἄμφω ταῦτα... εἰρῆσθαι)。主语 ἄμφω ταῦτα(这两者)由同位语 τοῦτό τε καὶ τὸ πρὸ αὐτοῦ(这一项及其前一项)所阐明;否定词 οὐ 修饰介词短语 πρὸς τὸ προκείμενον(针对当下的论题),并与后文的 ἀλλά 从句形成对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:73.4-74.11