- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:71.27-73.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德以人的定义(动物、陆生、双足)为例说明划分法如何不具有必然性而后随、仅凭武断假定各个项及其复合物的文段(91b18–91b23),欧斯特拉提乌斯阐明,即使项本身不证自明也不等于推论得出,且划分者甚至对那些本来完全能够通过中项加以推论的项也采取了非推论性的假定。
" Ἆρ’ ὁ ἄνθρωπος ζῷον ἢ ἄψυχον;" Παράδειγμα τοῦτο δι’ οὗ παρίστησι τὴν διαίρεσιν ὡς προβαίνει καὶ ὡς ἐρωτᾷ τε καὶ συμπεραίνει. ἐκ γὰρ τοῦ προσεχεστέρου γένους ἄρχεται, αὐτό τε καὶ τὸ πρὸς αὐτὸ ἀντιδιαιρούμενον ἐρωτήσασα τὸ μὲν ἀφίησι, τὸ δὲ λαμβάνει μηδεμίαν ἀνάγκην ἐπάγουσα· εἶτ’ αὖθις αὐτὸ ταῖς ὑπ’ αὐτὸ διαιροῦσα διαφοραῖς τὸ αὐτὸ καὶ ἐπὶ τούτων ποιεῖ, ἐρωτῶσα μὲν ἁπάσας, λαμβάνουσα δ’ ἥνπερ βούλεται, οὐδαμόθεν τὸ ἀναγκαῖον παρέχουσα, ἀλλ’ αὐτόθεν λαμβάνουσα. οἷον εἰ τὸν ἄνθρωπον ὁρίσασθαι προκεῖται, περὶ τοῦ γένους ἐρωτᾷ πρότερον, ἆρ’ ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ ἄψυχον, εἶτα μηδενὸς γενομένου συλλογισμοῦ λαμβάνει τὸ ζῷον, τοῦτο δὲ ληφθὲν ὑποδιαιρεῖ. ‘ἆρα πᾶν ζῷον ἢ πεζὸν ἢ πτηνὸν ἢ ἔνυδρον’; εἶτα λαμβάνει τὸ πεζόν, οὐδ’ ἐνταυθοῖ ἀνάγκην ἐφιστῶσά τινα. καὶ ἴσως ἄν τις οὐ παράλογον εἶναι τὴν λῆψιν φήσειε τὴν ἐνάργειαν τοῦ πράγματος ἔχουσαν· ἀλλ’ οὐ παρὰ τοῦτο συλλογιστικῶς ἐπάγεται τὸ συμπέρασμα, ὅτι τὸ λαμβανόμενον ἐναργές, εἰ καὶ τοῦτο δοίημεν.1 καίτοι οὐκ ἐπὶ πάντων τοῦτο, ἀλλ’ ἔστιν ἃ καὶ τοῦ γένους ἔχει καὶ τῶν διαφορῶν πολλὴν ἀμφισβήτησιν, ὥσπερ ὅταν τῆς ἀρετῆς τὸ γένος ζητῆται καὶ αἱ ταύτης τὸν ὅρον συμπληροῦσαι διαφοραί· καὶ ἐπ’ ἄλλων ἔτι πολλῶν εὕροι τις ἂν τὴν τοιαύτην δυσχέρειαν.
“人是动物还是无生命体?” 这是他用以阐明划分如何进行、以及它如何既提问又引出结论的一个例子。因为[划分]从较近的属开始,在对属本身以及与其并列划分的对象进行提问之后,未引入任何必然性,便舍弃其一而采纳另一;接着再次通过属于其下的种差来划分该属,在这些种差上也同样行事,对所有种差进行提问,却任意采纳自己所欲求者,毫无必然性的提供,而是直接径自采纳。例如,如果设定要给人下定义,它首先就属提问:人是动物还是无生命体,接着在未进行任何推论的情况下采纳了“动物”,并将所采纳的这一项进一步划分:“每种动物是陆生的、飞行的还是水生的?”接着它采纳了“陆生”,在此亦未确立任何必然性。也许有人会说,具有事实明了性的采纳并非不合理;然而,即使我们承认这一点,结论也绝不因为所采纳者是明了的,就因此是按推论方式被引出的。况且并非在所有情况下都是如此,反之有些对象在属和种差上都存有极大的争议,正如探求德性的属以及充实其定义的诸种差时那样;而在许多其他事物上人们也会发现这样的困难。
"Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον ζῷον πεζόν, οὐκ ἀνάγκη." Οὐ μόνον, φησί, κατὰ μέρος ἀναλεγόμενος τὰ ἐξ ὧν τὸ τί ἐστι σύγκειται λαμβάνει ἐκείνων ἕκαστον μὴ συλλογιζόμενος, ἀλλὰ καὶ τὸ ἅπαν ὁμοῦ σύνθημα οὐκ ἐξ ἀνάγκης τοῖς εἰρημένοις κατὰ τὴν διαίρεσιν ἕπεται, ἀλλὰ καὶ τοῦτο λαμβάνεται.
“并且人是‘陆生动物’这一整体,亦非必然。” 他说,不仅在逐一列举构成其本质的各项时未作推论便采纳了其中的每一项,而且整个复合物也并非出于必然性而后随于划分中所说诸项,相反这一复合物本身亦是被假定的。
"Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων τοῦτο ποιεῖν." Ἐπειδὴ ὀλίγα ἦν ἃ εἰς τὸ παράδειγμα εἴληφε (δύο γὰρ ἦσαν μόνα τὸ πεζὸν καὶ τὸ δίπουν) ἢ διὰ ταῦτά φησιν ὡς καὶ ἑτέρων δὲ ὄντων, ἢ ἁπλῶς μηδὲν διαφέρειν, κἄν τε πλείω κἄν τε ἐλάττω ᾖ τὰ ἐκλεγέντα καὶ τὸν ὅρον ἀποτελέσαντα. τὸ αὐτὸ γὰρ γίνεται ἐπί τε αὐτῶν καὶ τοῦ ἐξ αὐτῶν συγκειμένου ὁρισμοῦ· πάντα γὰρ λαμβάνεται, καὶ οὐδέν ἐστιν ὃ συλλογιστικῶς συμπεραίνεται.
“在多数事物或少数事物上做此事,并无区别。” 由于他在例子中所采纳的项很少(因为仅有陆生和双足两项),他这样说要么是由于这个原因,意即即使还有其他项也是如此;要么是单纯指无论所选出并构成定义的项是较多还是较少,都毫无区别。因为对于它们自身以及由它们所构成的定义而言,所发生的都是同样的事情:所有的项都是被采纳的,没有任何一项是通过推论得出结论的。
"Ἀσυλλόγιστος μὲν οὖν καὶ ἡ χρῆσις γίνεται." Ἔτι τὸ αὐτὸ δείκνυσιν ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν· τοσοῦτον γάρ, φησίν, ἡ διαίρεσις ἀπέχει τοῦ συλλογίζεσθαι, ὥστε οἱ ταύτην μετιόντες οὐ μόνον τὰ πρὸς τὸ συλλογίζεσθαι δυσχέρειαν ἔχοντά τινα τῶν συμπληρούντων τὸν ὅρον, ἀλλὰ καὶ ὅσα ῥᾴω ἐστὶ πρὸς τὸ συλλογίζεσθαι, καὶ ταῦτα ἀσυλλογίστως λαμβάνεται.2 τοῖς γὰρ οὕτω μετιοῦσι, φησίν, ἤγουν τοῖς διαιρετικῶς τὴν εὕρεσιν μεταχειριζομένοις τοῦ ὁρισμοῦ, ἀσυλλόγιστος ἡ χρῆσις γίνεται καὶ ἐκείνων αὐτῶν τῶν δυνατῶν ὄντων συλλογισθῆναι. οἷον τὸ ζῷον διὰ μέσου τοῦ αἰσθητικοῦ συλλογισθῆναι δυνάμενον ἀσυλλογίστως λαμβάνεται. πάλιν τὸ δίπουν διὰ μέσου τοῦ φύσει ὀρθίου· ‘ὁ ἄνθρωπος φύσει ὄρθιος· πᾶν τὸ φύσει ὄρθιον δίπουν· πᾶς ἄρα ἄνθρωπος δίπους’. λαμβάνεται δὲ καὶ τὸ δίπουν τοῖς διαιρετικῶς μετιοῦσιν ἀσυλλογίστως.
“因此,这种运用也就成了非推论性的。” 他进一步通过基于较多者的论证方式表明了同样的一点:因为他说,划分距离推论是如此之远,以至于从事这种方法的人不仅把构成定义的各项中对于进行推论存有困难的项,而且甚至凡是更容易进行推论的项,也都非推论性地加以采纳。他说,因为对于以此种方式从事的人,即对于以划分方式处理定义之发现的人而言,即使就那些本身能够被推论的事物而言,其实际运用也成了非推论性的。例如,“动物”本能够通过“具感知能力的”这一中项而被推论,却被非推论性地采纳。再如,“双足的”本能够通过“天生直立的”这一中项而被推论:“人是天生直立的;凡天生直立者皆为双足的;因此所有人皆为双足的”。但对于以划分方式从事的人而言,“双足的”同样是非推论性地被采纳的。
- 1.80ἀλλ’ οὐ παρὰ τοῦτο συλλογιστικῶς ἐπάγεται τὸ συμπέρασμα, ὅτι τὸ λαμβανόμενον ἐναργές, εἰ καὶ τοῦτο δοίημεν
结构“οὐ παρὰ τοῦτο... ὅτι...”表示对某种因果关联的否定(“并不因为……就因此……”)。此处构成了核心批判结构:即使所假定的前提是自明的(τὸ λαμβανόμενον ἐναργές),也并不由于这一事实就使结论成为按推论方式引出的。
- 1.83οὐ μόνον τὰ πρὸς τὸ συλλογίζεσθαι δυσχέρειαν ἔχοντά τινα τῶν συμπληρούντων τὸν ὅρον, ἀλλὰ καὶ ὅσα ῥᾴω ἐστὶ πρὸς τὸ συλλογίζεσθαι, καὶ ταῦτα ἀσυλλογίστως λαμβάνεται
此处是一个倒置的悬垂句构(破格语法/anacoluthon):由“οὐ μόνον τὰ... ἀλλὰ καὶ ὅσα...”引出的长宾语成分,在句末通过复指代词“καὶ ταῦτα”(这些也)重新被单数被动动词“λαμβάνεται”接收。句意上指出了定义的构成要素中不仅较难推论者,而且较易推论者也全都被非推论性地采纳。
