- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:70.12-71.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德《后分析篇》卷二第5章(91b12–15),阐明为何通过划分的方法不能构成推论:它缺乏推论定义所要求的必然性,其非证明性质与归纳相似,并就“不应当探问结论”一句从划分者与接受者两个视角提出了两种句法解释。
" Ἀλλὰ μὴν οὐδ’ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται." Ἔδειξε μὲν διὰ τῶν προλαβόντων ἄλλην τε εἶναι τὴν ἀποδεικτικὴν τῆς ὁριστικῆς καὶ τὸν ὁρισμὸν τῆς ἀποδείξεως ἕτερον, καὶ ἕτερα ἀλλήλων τὰ ὑφ’ ἑκατέρας δεικνύμενα, καὶ πρὸς τούτοις ὅτι οὐκ ἔστι τὸν ὁρισμὸν ἀποδείκνυσθαι ἢ ὅλως συλλογισμῷ συμπεραίνεσθαι. ἐπεὶ δὲ τοῖς διαιρέσει τὸν ὁρισμὸν ἐφευρίσκουσιν ἔμφασίν τινα ἡ μέθοδος παρείχετο τοῦ συλλογίζεσθαι δοκεῖν, ἐπιχειρεῖ νῦν ἅμα μὲν δεικνὺς ὡς καὶ διαιρέσεως ἑτέρα ἐστὶν ἡ ἀπόδειξις, ἅμα δ’ ὅτι οὐδὲ διαιρέσει χρωμένους εἰς εὕρεσιν ὁρισμοῦ ἔστι συλλογίζεσθαι. διὰ τοῦτό φησιν ὡς οὐδὲ ἡ ὁδός, ἣν ἀνύειν πειρώμεθα τῇ διαιρέσει χρώμενοι πρὸς εὕρεσιν ὁρισμοῦ, συλλογίζεται. καὶ περὶ τούτου εἴρηται μὲν αὐτῷ καὶ ἐν τῷ περὶ εὐπορίας προτάσεων, ἔνθα καὶ ἀσθενῆ ἀπεκάλει ἀπόδειξιν τὴν διαίρεσιν· λέγεται δὲ καὶ νῦν ὡς πρὸς τὴν παροῦσαν χρείαν. ἀντὶ δὲ τοῦ εἰπεῖν ἐν τοῖς Ἀναλυτικοῖς φησιν ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα· ἐκ γὰρ τοῦ τελεωτέρου μέρους τῆς πραγματείας ἐκείνης ὀνομάζει τὸ πᾶν.1 μήποτε δὲ καὶ ἐντεῦθεν ὁρμηθέντες οἱ ἐξηγηταὶ τὴν αἰτίαν ἀπέδοσαν τοῦ Ἀναλυτικὰ ὀνομάζεσθαι τὴν περὶ συλλογισμοῦ ἁπλῶς πραγματείαν.
“然而通过划分的途径亦不能推论。” 通过前述的讨论,[亚里士多德]表明了证明的[机能]与定义的[机能]是互不相同的,定义不同于证明,由二者各自所显示的也是彼此不同的,此外还表明了定义既不可能被证明,根本也不可能由推论得出结论。但是,由于这种方法给那些通过划分来发现定义的人提供了一种似乎在进行推论的表象,他现在便着手既表明证明不同于划分,又同时表明即便是对于那些利用划分来发现定义的人而言,也不可能进行推论。正因如此,他说,我们为了发现定义而利用划分试图踏通的途径,亦不能推论。关于这一点,他在论述前提准备的著作中也曾提及,在那里他甚至把划分称为“微弱的证明”;但现在也是针对当下的需要而论述的。他说“在关于格的分析中”,而不是说“在《分析篇》中”;因为他是以该论著中更为完备的部分来命名全体的。或许注疏家们也是由此出发,给出了单纯关于推论的论著何以被称为《分析篇》的原因。
"Οὐδαμοῦ γὰρ ἀνάγκη γίνεται." Τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ προχειρίζεται πρὸς τὸ δεῖξαι μὴ συλλογιζομένην τὴν διαίρεσιν, καί φησιν ὅτι τοῦ μὲν συλλογισμοῦ ἴδιον τὸ τινων ὄντων ἐξ ἀνάγκης ἕτερον ἕπεσθαι, ἡ δὲ διαίρεσις οὐκ ἔχει τι ἐξ ἀνάγκης ἑπόμενον κειμένοις τισίν· οὐκ ἄρα ἡ διαίρεσις συλλογίζεται.
“因为在任何地方都没有必然性产生。” 他提出推论的定义,以表明划分并不进行推论,并说推论所特有的是当某些事物存在时必然会有另一事物后随,而划分在某些事物被设定时却没有任何必然跟随的东西;因此,划分并不进行推论。
"Ἀλλ’ ὥσπερ οὐδ’ ὁ ἐπάγων ἀποδείκνυσι." Τριῶν τούτων ἐπιχειρήσεων, τῆς ἐκ τοῦ μᾶλλον, τῆς ἐκ τοῦ ἧττον, τῆς ἐκ τοῦ ὁμοίου ἡ μὲν ἐκ τοῦ μᾶλλον ἐν ταῖς ἀνασκευαῖς παραλαμβάνεται, ἡ δ’ ἐκ τοῦ ἧττον ἐν ταῖς κατασκευαῖς, ἡ δ’ ἐκ τοῦ ὁμοίου, καὶ ἐν ταῖς ἀνασκευαῖς καὶ ἐν ταῖς κατασκευαῖς. εἰ γὰρ τὸ μᾶλλον δοκοῦν οὐκ ἔστιν, πολλοῦ ἂν δέοι τὸ ἧττον· καὶ εἰ τὸ ἧττον δοκοῦν ἔστι, πολλῷ μᾶλλον τὸ μᾶλλον· καὶ εἰ τὸ ὁμοίως ἔχον ἐστὶν ἢ οὐκ ἔστιν, ὡσαύτως καὶ τὸ ὁμοίως. ὡς ὁμοίως δὲ ἔχουσάν πως κατά γε τὸ προκείμενον τῇ διαιρέσει τὴν ἐπαγωγὴν ἐνταῦθα παρείληφεν· οὔτε γὰρ ἡ ἐπαγωγὴ ἀναγκαίως ἔχει τοῖς ληφθεῖσιν καθ’ ἕκαστα τὸ καθόλου ἑπόμενον οὔτε μὴν ἡ διαίρεσις ἐκθεμένη τὰ ἀντιδιῃρημένα ἀνάγκην ἐπάγει τινὰ διὰ τῆς ἐκθέσεως ἑνὶ τῶν ἀντιδιῃρημένων ὑπάγεσθαι τὸ προκείμενον.
“然而正如进行归纳的人并不证明一样。” 在这三种论证方式——基于较多者、基于较少者和基于相似者——之中,基于较多者见用于反驳,基于较少者见用于立论,而基于相似者则兼用于反驳与立论。因为如果显得更可能的事物尚且不存在,那么较不可能的事物就绝不会存在;如果显得较不可能的事物存在,那么显得更可能的事物就更为存在;如果处于相似状况的事物存在或不存在,处于相似状况的事物同样亦是如此。而在此处,他之所以引入归纳,是因为它至少在当下的论题上在某种程度上与划分处于相似状况。因为归纳并不具有普遍者必然跟随于所采纳的个别事例的情况,划分在列举出并列划分的各项之后,也绝没有通过这种列举引入任何必然性,要求所论对象必然归属于并列划分的各项之一。
"Οὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐρωτᾶν." Τὸ μὴ χρῆναι τὸ συμπέρασμα ἐρωτᾶν διττῶς ἔστιν ἐκλαβεῖν, ἢ τὸν διαιροῦντα ἢ τὸν ἐξ αὐτοῦ τὸν λόγον δεχόμενον.2 εἰ μὲν οὖν τὸν διαιροῦντα μὴ δεῖν ἐρωτᾶν φαίημεν, οὕτω νοήσομεν οὐχ ὡς ἐρωτῶντος αὐτοῦ, ἀλλ’ ὡς οὕτως ἀμφίβολα συμπεραίνοντος, εἴ γε καὶ συμπεραίνειν αὐτὸν ὅλως φαίημεν, ὡς ἐοικέναι τῷ ἐρωτῶντι διὰ τὸ συνάγειν ἀβέβαια. ὡς γὰρ πρὸς τὸν ἐρωτῶντα δύναται ὁ ἀποκρινόμενος ὃ βούλεται μόριον τῆς ἀντιφάσεως ἀποκρίνασθαι, οὕτω καὶ πρὸς τὸν οὕτω περαίνοντα. εἰ δὲ τὸν τοὺς λόγους δεχόμενον, οὕτω χρὴ νοεῖν τὸ μὴ δεῖν ἐρωτᾶν τὸ συμπέρασμα· ἐπεὶ γὰρ ἀβεβαίου ὄντος ἐν τῇ ἐπαγωγῇ καὶ τῇ διαιρέσει τοῦ συμπεράσματος διὰ τὸ μὴ ἀνάγκην ἔχειν τοῦ ἕπεσθαι ἔχει ἄδειαν ὁ τοὺς λόγους δεχόμενος ἢ ἐρωτῆσαι τὸ διὰ τί ἢ συγχωρῆσαι τὸ συνημμένον, διὰ τοῦτό φησιν ὡς οὐ χρὴ οὕτως ἔχειν τὸ συλλογιστικῶς συναγόμενον, ὥστε ἄδειαν εἶναι τῷ προσδιαλεγομένῳ ὃ βούλεται προελέσθαι, ἢ ἐρωτῆσαι τὸ διὰ τί ἢ δοῦναι εἶναι κατὰ συγχώρησιν, ἀλλ’ οὕτως ἔχειν, ὡς ἀναγκαίων ὄντων τῶν τεθειμένων, ὡς εἶναι μηδένα λόγον τῆς τοῦ προσδιαλεγομένου ἢ ὁμολογίας ἢ ἀπαρνήσεως ὅσον εἰς τὸ συμπέρασμα, ἐπειδὴ αἱ προτάσεις ἐτέθησαν.
“因为不应当去探问结论。” 不应当探问结论,可以从两方面来理解:要么是指划分者,要么是指从他那里接受论证的人。因此,如果我们说划分者不应当探问,我们就会这样理解:并不是说他[作为提问]进行探问,而是说,倘若我们果真还能说他总算是在引出结论,他引出的结论是如此可疑,以至于因其推断出不确定之事而类似于提问者。因为正如面对提问者,回答者能够随意回答矛盾对立的任何一方一样,面对以此种方式引出结论的人亦是如此。另一方面,如果是指接受论证的人,那么不应当探问结论就必须这样理解:因为在归纳和划分中,结论由于不具有后随的必然性而处于不确定之中,接受论证的人便有自由要么询问“为什么”,要么认可该联结命题;正因如此,他说,由推论所推断出的东西绝不应当是这样,使得对话者拥有自由去选择其所欲求的——要么问“为什么”,要么通过认可而承认其存在——而应当是这样:所设定的前提既然是必然的,以至于就结论而言,既然前提已被设定,对话者的承认或否认便无足轻重。
- 1.76ἐκ γὰρ τοῦ τελεωτέρου μέρους τῆς πραγματείας ἐκείνης ὀνομάζει τὸ πᾶν
针对亚里士多德将整部《分析篇》称为“在关于格的分析中”(即《前分析篇》卷一前半部分)的做法,埃乌斯特拉提乌斯将其解释为一种举隅法(以更完备的部分指代整体)。
- 1.79Τὸ μὴ χρῆναι τὸ συμπέρασμα ἐρωτᾶν διττῶς ἔστιν ἐκλαβεῖν, ἢ τὸν διαιροῦντα ἢ τὸν ἐξ αὐτοῦ τὸν λόγον δεχόμενον
埃乌斯特拉提乌斯分析了标目“不应当探问结论”中不定式 ἐρωτᾶν 之逻辑主语的语法多义性:未表达的主语在句法上既可以理解为宾格的“划分者”(τὸν διαιροῦντα),亦可理解为“接受论证者”(τὸν δεχόμενον)。
