- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:68.35-70.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥指出,正如在缺乏中项或原因的命题及不完全的推论(如前提脱漏或假言推论)中人们会询问“为什么”一样,在通过划分得出的定义中,各个增补的差异以及整体是否为定义亦非自明而需要论证,因此划分绝非推论。
ὡσαύτως βροντὴ γέγονε, διὰ τί; ἔχει γὰρ μέσους καὶ αἴτια καὶ ἄμφω ταῦτα. ἀλλὰ καὶ εἴ τις πανσελήνου οὔσης εἴποι ὅτι ἐπειδὴ στέρησις ἐγένετο τοῦ ἐξ αὐτῆς φωτός, ἐξέλιπε, τούτου μὲν ὄντος εἶπε ταύτην ἐκλιπεῖν, οἷον τῆς στερήσεως οὔσης τοῦ φωτὸς ἐν πανσελήνῳ αὐτὴ ἐξέλιπεν, οὐ μὴν τὸ μέσον εἶπεν. ὥστε ἔστιν ἐρωτῆσαι τὸ διὰ τί ἢ τοῦτο, ἢ εἴ τις εἴποι ὅτι σκιὰν μὴ ποιοῦσα ἐν πανσελήνῳ ἐξέλιπεν. κἀνταῦθα γὰρ τὸ αὐτό, ὅτι ὄντος τοῦ μὴ ποιεῖν σκιὰν αὐτὴν ἐν πανσελήνῳ ἐξέλιπεν. ἀλλ’ οὐδὲ τοῦτο αἴτιον· ὥστε ἔσται καὶ ἐπὶ τούτου ἐρωτῆσαι τὸ διὰ τί. ὡσαύτως ψόφου γενομένου ἄνωθεν βροντή ἐστιν· ἔροιτ’ ἄν τις τὸ διὰ τί, διὰ τὸ μὴ τὸ μέσον εἰρῆσθαι, ἤγουν τὸ αἴτιον τοῦ ψόφου. ἔστι δὲ τῆς μὲν σεληνιακῆς ἐκλείψεως ἡ τῆς γῆς ἀντίφραξις αἴτιον, τῆς δὲ βροντῆς τὸ ἀποσβέννυσθαι πῦρ ἐναπειλημμένον τοῖς νέφεσιν. ἢ οὖν περὶ τοῦ τοιούτου λέγει συμπεράσματος ἢ περὶ ὧν προηγοῦνται μὲν προτάσεις, οὐ μέντοι καὶ ἀνελλιπής ἐστιν ὁ συλλογισμός, οἷον ἡ ψυχὴ ἀεικίνητος, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. ἐνταῦθα γὰρ λέγεται μὲν τούτων ὄντων τόδε τι εἶναι, οὐ μὴν τὸ προσεχὲς τῷ ὑποκειμένῳ μέσον εἴληπται,1 ὅπερ ἐστὶ τὸ αὐτοκίνητον· οὐ γὰρ ἀμέσως κατὰ τῆς ψυχῆς τὸ ἀεικίνητόν ἐστιν, ἀλλὰ διὰ μέσου αὐτοῦ. ἔστιν οὖν καὶ ἐπὶ τούτου ἐρωτῆσαι τὸ διὰ τί. ἢ ὥς φησιν ὁ Ἀλέξανδρος, περὶ τοιούτων ἂν εἴη ὁ λόγος συμπερασμάτων, οἷάπερ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἀναλύσεως συλλογισμῶν ἔθετο ἀσυναρτήτων ἀλλήλαις προηγησαμένων προτάσεων αὐτὰ ἑπόμενα.2 οἷον τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀναιρεῖται ἡ οὐσία· τῶν μερῶν ἀναιρουμένων ἀναιρεῖται τὸ ὅλον· τὰ μέρη ἄρα τῆς οὐσίας οὐσίαι εἰσίν. ἔστι γὰρ καὶ ἐπὶ τῶν τοιούτων ἐρωτῆσαι τὸ διὰ τί, ὡς παραλελειμμένου τοῦ μέσου. ἢ καὶ ἐπ’ ἐκείνων τῶν λόγων, οἳ μὴ ἄμφω τὰς προτάσεις λαμβάνουσιν, ἀλλὰ μόνης μιᾶς ληφθείσης ἢ τῆς μείζονος ἢ τῆς ἐλάττονος ἐπάγουσι τὸ συμπέρασμα. οἷον πᾶς ἄνθρωπος ζῷον πεζόν ἐστιν· ὁ Σωκράτης ἄρα ζῷον πεζόν ἐστιν. ἢ ὁ δεῖνα καλλωπιστής ἐστι· μοιχὸς ἄρα. οὐ γὰρ ἐπὶ τούτων ὁ μέσος ὡς μέσος εἴληπται, κἂν καὶ μέσος εἴη καὶ εἴληπται· οὐ γὰρ πρὸς ἄμφω τὰ ἄκρα ἐν ταῖς προτάσεσιν εἴληπται· ὥστε ἔστι καὶ ἐπὶ τούτων ἐρωτῆσαι τὸ διὰ τί. ἢ λέγοι ἂν περὶ τῶν ὑποθετικῶν, οἳ τοῦ πρώτου ὄντος φασὶν εἶναι τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. συμπέρασμα γὰρ ἐπὶ τούτων ἐπάγεται, οὐ μὴν ἤδη δῆλον τὸ διὰ τί, ὃ ἔστιν ἐρωτῆσαι ἐπί τε τοῦ συνημμένου καὶ τῆς προσλήψεως. ὥσπερ οὖν ἐπὶ τούτων ἁπάντων, οὕτω καὶ ἐν τοῖς ὅροις εὑρισκομένοις ἀπὸ διαιρέσεως. οἷον εἰ ἀποδιδοὺς τίς τί ἐστιν ἄνθρωπος ζῷον εἴπῃ θνητὸν ὑπόπουν δίπουν ἄπτερον, ἔροιτ’ ἄν τις καθ’ ἕκαστον τούτων τῶν τῷ γένει προστιθεμένων εἰς τὸ ἀπαρτίσαι τὸν ὁρισμὸν διὰ τί. τὸ μὲν γὰρ γένος αἰτεῖται καὶ δίδοται, τὰ δ’ ἄλλα τὰ ἐπὶ τούτῳ ἐρεῖ μὲν ὁ διαιρῶν καὶ δείξει τῇ διαιρέσει, καθὼς αὐτὸς οἴεται, οἷον ζῷον τὸν ἄνθρωπον εἶναι λαβών, πᾶν δὲ ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, καὶ ἐπεὶ οὐκ ἀθάνατον ὁ ἄνθρωπος, θνητὸν ἄρα· ἔστι δ’ ἐρωτῆσαι τὸ διὰ τί. διὰ τί οὐκ ἀθάνατον; ἢ διὰ τί εἰ μὴ ἀθάνατον, θνητόν; καὶ ἐπὶ πάντων ὡσαύτως. ὥστε καὶ ἅπας ὁ λόγος οὔπω δῆλον εἰ ὁρισμός ἐστι, κἂν ἀληθεύῃ καθ’ ἕκαστον τῶν ἐξ ὧν σύγκειται, ἀλλ’ ἔστιν ἐρωτῆσαι διὰ τί τοῦτο ὁρισμός ἐστιν, ὡς οὐκ εὐθὺς δῆλον ὂν ἐκ τῆς διαιρέσεως ὅτι ὁρισμός ἐστι· δεῖ γὰρ λόγου τινὸς πρὸς τοῦτο. ὅπερ οὖν προέκειτο δῆλον γέγονεν, ὅτι εἰ καὶ ἐκ διαιρέσεως δήλωσίν τινα ὁ ὁρισμὸς ἔσχηκεν, ἀλλ’ οὔτε αὐτὸς συλλογισμός ἐστιν οὔτε συλλογιστικῶς ἀποδέδεικται.
同样,“打雷了”,[人们会问]“为什么?”;因为这两者[月食与雷]都有中项和原因。但即使在满月时有人说“因为来自其自身的光发生了亏缺,所以亏蚀了”,他也只是说了在此事存在时月亮亏蚀了(例如在满月时存在光的亏缺时它本身亏蚀了),却绝没有说出中项。因此人们可以就此询问“为什么”,或者若有人说“在满月时不产生阴影因而亏蚀了”,亦是如此。因为在那里也是同样的情况:因为在满月时不产生阴影这一情况存在时它亏蚀了。但这也不是原因;因此就此而言亦可询问“为什么”。同样,“当上方发出声响时就有雷”;人们也会问“为什么”,这是由于中项即声响的原因没有被说出。月食的原因是地球的遮挡,而雷的原因是封闭在云层中的火的熄灭。因此,[亚里士多德]要么是在谈论这样的结论,要么是在谈论那些虽有前提先行、但推论并非毫无缺漏的论证;例如:“灵魂是常动的;常动者是不朽的;所以灵魂是不朽的。”因为在这里,虽然说了在这些存在时某物存在,但绝没有采纳与主词紧邻的中项,即自身运动者;因为常动并不是直接属于灵魂,而是通过它作为中项属于灵魂。因此,就此而言亦可询问“为什么”。或者如亚历山大所说,所论述的可能是亚里士多德在《论推论的分析》中所确立的那类结论,它们后随于先行却彼此无关的前提;例如:“当非实体被消灭时,实体不被消灭;当部分被消灭时,整体被消灭;所以实体的部分是实体。”因为就这类结论而言,亦可因中项被遗漏而询问“为什么”。或者他也可能是指那些不采纳两个前提,而是仅采纳大前提或小前提之一便引出结论的论证;例如:“所有人都是陆生动物;所以苏格拉底是陆生动物”;或者“某人是个爱修饰者;所以他是奸夫”。因为在这些论证中,中项并没有作为中项被采纳,即便它确实是中项且已被采纳;因为在前提中它并没有针对两个端项被采纳;因此就这些论证而言亦可询问“为什么”。或者他可能是谈论假言论证,这类论证主张当第一者存在时第二者存在:“然而第一者存在;所以第二者亦存在。”因为在这些论证中引出了结论,然而“为什么”绝非立刻明了,人们对假言联结命题和追加的前提都可以询问“为什么”。因此,正如在所有这些情况中一样,在由划分所发现的定义中亦是如此。例如,如果有人在说明人是什么时说“必死的、有足的、两足的、无翼的动物”,人们就会对为了完满定义而增补给属的每一个要素询问:“为什么?”。因为属是被要求且被给予的,而划分者会陈述在此之上的其余要素,并如他自己所认为的那样通过划分加以显示;例如设定人是动物,且“凡动物要么是必死的要么是不朽的;既然人不是不朽的,所以是必死的”;但人们可以问“为什么?”。“为什么不是不朽的?”,或者“为什么若非不朽就是必死的?”;在所有要素上皆是如此。因此,即使整个公式在构成它的每一个要素上都是真实的,它是否是定义仍未明了,人们反而可以询问“为什么这是定义?”,理由是它作为定义并不是从划分中直接显明的;因为要确立这一点还需要某种论证。因此,所提议的事情已经明了:即便定义从划分中获得了一定的昭示,但它本身既不是推论,也不是推论性地被论证的。
- 1.75οὐ γὰρ ἐπὶ τούτων ὁ μέσος ὡς μέσος εἴληπται, κἂν καὶ μέσος εἴη καὶ εἴληπται
让步从句 κἂν καὶ μέσος εἴη καὶ εἴληπται 意为“即使它确实是中项且已被采纳”。在由 κἄν(καὶ ἐάν)引导的从句中,希求语气 εἴη 与直陈语气现在完成时 εἴληπται 并列,将其中项的理论资格与已被摄入前提的事实状况并提。
- 1.75ἀσυναρτήτων ἀλλήλαις προηγησαμένων προτάσεων αὐτὰ ἑπόμενα
ἔθετο 的宾语是 αὐτὰ ἑπόμενα(结论自身作为后随者),而 ἀσυναρτήτων ἀλλήλαις προηγησαμένων προτάσεων 是表示伴随状况或时间的独立属格(“在互不相干的前提先行之时”)。
