- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:67.18-68.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥指出,通过遵守适当的审视准则,划分中的过错是可以避免的,并且达到不可分的差异使划分成为发现定义的有用方法。另一方面,他表明划分与归纳类似,虽属认识的手段,却并非推论性或论证性的演绎,通过划分得出的定义如同比有媒介的命题一样,仍允许对原因提出询问(“为什么”)。
πόθεν δὲ τὸ μὴ ἐλλιπεῖν τι διαιροῦντες ἐπιγνωσόμεθα; εἰ ἅπαν, ὃ τοῦ διαιρουμένου μετέχει, ἐμπίπτει εἰς διαίρεσιν,1 ἀνερευνώντων καὶ ζητούντων ἡμῶν ἀκριβῶς πάντα τὰ τοῦ διαιρουμένου μετέχοντα καὶ μηδὲν καταλιμπανόντων, ὃ ἐν τῇ διαιρέσει ἐμπῖπτον ἀναφαίνεται, ὡς μηδὲν ἐλλείπειν· οὕτω γὰρ ποιούντων ἡμῶν ἀναγκαίως ἔσται ἀνελλιπὴς ἡ διαίρεσις. καὶ δῆλον ἐκ τούτων ὅτι οὔτε ἀνίατα τὰ κατὰ τὴν διαίρεσιν ἐμπίπτοντα ἁμαρτήματα οὔτε ἄχρηστος ἡ διαίρεσις· ἀλλὰ τὰ γινόμενα πταίσματα κατ’ αὐτὴν παρὰ τὴν ἄγνοιαν ἕπεται ἢ τὴν ἀπροσεξίαν τῶν διαιρούντων, οὐ παρὰ τὴν φύσιν τῆς ἐπιστήμης. ἀναγκαιότατον δὲ τὸ οὕτω διαιρεῖν· δεῖ γὰρ μέχρι τοσούτου προβαίνειν τὴν διαίρεσιν μήτε τι τῶν εἰδῶν παραλείπουσαν μήτε τι τῶν μεταξὺ ὑπερβαίνουσαν μήτε τι τῶν ἐκ τῆς ὕλης λαμβανομένων ἢ τῶν ἄλλως συμβεβηκότων προστιθεῖσαν, ἕως οὗ εἰς διαφορὰν καταντήσομεν ἄτομον. ἄτομος δὲ λέγεται διαφορά, ἧς προστιθεμένης τῷ λοιπῷ τῶν οὐσιωδῶς ἐκλεγέντων συνθήματι οὐ χρεία προσθήκης ἔτι διὰ τὸ ἤδη τὸν ὅρον ἀπαρτισθῆναι τοῦ παντὸς συνθήματος πρὸς τὸ ὁριστὸν ἐξισάζοντός τε καὶ ἀντιστρέφοντος. ἄτομος δὲ λέγεται ἡ τοιαύτη διαφορὰ οὐχ ὅτι αὕτη οὐ τέμνεσθαι δύναται (ἐνδέχεται γάρ ποτε τοιαύτην εἶναι τὴν ἐσχάτην διαφοράν, οἵαν καὶ τέμνεσθαι, εἰ ληφθείη καθ’ ἑαυτήν) ἀλλ’ ὅτι ἐσχάτη ἐστὶν τοῦ παντὸς ὁριστικοῦ συνθήματος, εὐθὺς ἅμα τῷ συντεθῆναι τοῖς πρὸ αὐτῆς τὸ ὁριστὸν τί ἐστι δηλοῦσα καὶ μηκέτι διὰ τοῦτο δεομένη τομῆς. προσκείσθω τῶν λεγομένων παράδειγμα, ὅπερ καὶ Ἀριστοτέλης προλαβὼν εἴληφε, καὶ ἔστω τὸ ὁριστὸν ἄνθρωπος. αἰτούμεθα τούτου γένος εἶναι τὸ ζῷον, ὃ διαιροῦμεν εἰς πεζόν, πτηνὸν καὶ νηκτόν. ὁ οὖν ἄνθρωπος οὔτε πτηνὸν οὔτε νηκτόν· ἔστιν ἄρα πεζόν. πάλιν ἐπειδὴ οὔπω ἐξισάζει τὸ ζῷον πεζὸν πρὸς τὸν ἄνθρωπον, διαιροῦμεν τοῦτο εἰς ἄπουν καὶ δίπουν καὶ πολύπουν. ἐπεὶ οὖν οὔτε ἄπουν οὔτε πολύπουν ὁ ἄνθρωπος, ἔστιν ἄρα δίπουν. ἄτομος οὖν τούτῳ διαφορὰ εἴληπται, μὴ δεομένων ἡμῶν εἰσέτι διαιρέσεως καὶ τομῆς εἰς τὸ ὁρίσασθαι τὸ προκείμενον διὰ τὸ πρὸς τὸ ὁριστὸν τὸν ἄνθρωπον ἀντιστρέφειν τὸ ζῷον πεζὸν δίπουν. καίτοι γε τὸ δίπουν καθ’ ἑαυτὸ εἰς πλείω διαιρεῖσθαι δύναται. τὰ μὲν δὴ κατὰ τῆς διαιρέσεως οὕτω λύεται. ἀλλ’ εἰ καὶ χρήσιμος πρὸς ὁρισμοῦ εὕρεσιν ἡ διαίρεσις γίνεται τὸν ὑφηγημένον τρόπον προβαίνουσα, ἀλλ’ οὖν γε οὐ συλλογίζεται· οὐ γὰρ ἅπας τρόπος γνωρίσεως συλλογιστικός ἐστι καὶ ἀποδεικτικός. ἰδοὺ γὰρ καὶ ὁ ἐπαγωγικὸς γνωριστικός τίς ἐστι καὶ δηλωτικός, ἀλλ’ οὐ διὰ τοῦτο καὶ ἀποδεικτικός, ἀλλὰ καὶ πολὺ τοῦ ἀποδεικτικοῦ διενήνοχεν. ὁ μὲν γὰρ ἐκ τῶν προτέρων δείκνυσι τὰ ὕστερα, ὁ δ’ ἀνάπαλιν ἐκ τῶν ὑστέρων τὰ πρότερα· ἐκ γὰρ τῶν μερικῶν τὸ καθόλου πιστοῦται ὁ ἐπάγων. καὶ ὁ μὲν ἀναγκαίως τοῖς προτέροις κειμένοις ἐπιφέρει τὸ ὕστερον, ὁ δ’ οὐκ ἀναγκαίως τὸ καθόλου οἷς ἐκτίθεται καθ’ ἕκαστα. καὶ πρὸς μὲν τὸν ὁ τὰ πρότερα θέμενος ἀντειπεῖν οὐκ ἔχει2 πρὸς τὸ ἐπιφερόμενον, πρὸς δὲ τὸν ἐπάγοντα ἔχει, ὡς ἴσως ἐστί τι ὃ μὴ οὕτως ἔχον ὡς τὰ λοιπὰ τὴν τοῦ καθόλου ἀπείρξει κατάθεσιν. καὶ ἡ διαίρεσις τοίνυν δηλοῖ μέν τι καὶ τὸν ὁρισμὸν συνιστᾷ κατὰ λόγον προβαίνουσα, οὐ μὴν δὲ λέγει συλλογισμὸν ὁ τὸν ὁρισμὸν λέγων. οὔτε γὰρ ὁ τρόπος δι’ οὗ συνῆκται συλλογισμός ἐστιν οὔτε δὴ αὐτός·3 ἀλλ’ ὥσπερ τινῶν λεγομένων ἀποφάνσεων, αἳ διὰ τὸ μὴ ἄμεσοι εἶναι δύνανται διὰ μέσων τινῶν συμπεραίνεσθαί τε καὶ ἀποδείκνυσθαι, εὐλόγως ἄν τις ἐρωτήσειε τὸ διὰ τί, οὕτως ἐν τοῖς ἀπὸ διαιρέσεως εὑρισκομένοις ὅροις. καὶ ἐπ’ ἐκείνων γὰρ τῶν ἐμμέσων λόγων, κἂν αὐτούς τις μόνους προφέρῃ κἂν τι λέγῃ ἕτερον, οὗ ὄντος ἔστι καὶ τόδε, μὴ μέντοι μέσον ἐστὶ τὸ πρὸ ἐκείνου λεγόμενον ἤγουν αἴτιον, ἔροιτ’ ἄν τις τὸ διὰ τί. οἷον περὶ ἐκλείψεως σελήνης ἢ βροντῆς εἴ τις εἴποι ὅτι ἡ σελήνη ἐξέλιπεν, ἐπειδὴ τοῦτο ἀπόφανσίς ἐστιν οὐκ ἄμεσος, ἀλλὰ δυναμένη διὰ μέσου τινὸς συμπερανθῆναί τε καὶ ἀποδειχθῆναι, εὔλογόν ἐστιν ἐρωτηθῆναι τὸν λέγοντα διὰ τί ἐστι τοῦτο ὃ λέγει, ἤγουν διὰ ποίαν αἰτίαν ἐξέλιπεν.
那么,我们从何处能够得知我们在划分时没有遗漏任何东西呢?如果在我们精确地探查与搜寻分有被划分项的一切事物、并且绝不遗漏在划分中显现出来的任何事物以求毫无缺漏时,凡分有被划分项的一切都落入划分之中,[我们便能得知];因为如果我们这样做,划分就必然是毫无缺漏的。由此显然可见,在划分中发生的过错既非无可救药,划分也非毫无用处;相反,在划分中所产生的失误,是由于划分者的无知或疏忽而引起的,而不是源于这门学问的本性。而这样进行划分是极其必要的;因为划分必须推进到这样的程度——既不遗漏任何种,也不跳过任何中间项,更不增添任何取自质料的要素或其他偶性——直到我们达到不可分的差异。而所谓不可分的差异,是指当它被增补给本质性选出的其余要素构成的组合时,由于整个组合与被定义项等同并换位,定义已经完满,因而不再需要增补。这样的差异被称为不可分,并不是因为它本身不能被切分(因为如果就其自身而言,最后的差异有时也可能是能够被切分的),而是因为它是整个定义性组合的最后一项,一旦与先于它的各项结合起来,便立刻昭示出被定义项是什么,并由此不再需要切分。应当为所说的内容附上一个例子,这也是亚里士多德预先采用过的,设被定义项为人。我们要求其属为动物,并将其划分为陆生的、有翼的和水生的。于是,人既非有翼的,亦非水生的;因此是陆生的。再次,由于“陆生动物”尚未与人等同,我们将其划分为无足的、两足的和多足的。既然人既非无足亦非多足,因此是两足的。于是,对人而言不可分的差异已经被采纳,我们为了定义所提议的对象而不再需要划分与切分,因为“陆生的两足动物”与被定义项“人”换位。尽管就其自身而言,“两足的”还可以被划分为更多的项。关于划分的诘难确实就是这样被解决的。然而,即使划分按照指示的方式推进从而对发现定义是有用的,但它终究并不是在进行推论;因为并非每一种认识的样式都是推论性的和论证性的。看哪,归纳也是一种认识性的和昭示性的样式,但它并不因此也就是论证性的,反倒与论证性的样式大不相同。因为前者由先行者显示后继者,而后者反过来由后继者显示先行者;因为进行归纳者是由特殊事物来证实普遍者。并且,前者在先行者确立时必然引出后继者,而后者在列举出个别事物时并不必然引出普遍者。而且,确立了先行者的人,面对[推论者]无法反驳引出的结论,但面对归纳者却可以反驳,理由是或许存在某种并不像其余事物那样的事物,从而阻止普遍者的确立。因此,划分在合乎理性地推进时固然昭示了某种东西并构成了定义,但陈述定义的人绝不是在陈述推论。因为既不是据以得出结论的样式是推论,定义本身也绝不是推论;相反,就像当陈述某些由于并非无媒介因而能够通过某些中项得出结论并加以论证的断言时,人们可以合理地询问“为什么”一样,在由划分所发现的定义中也是如此。因为在那些有媒介的命题中,无论某人是单单说出它们,还是说了当其存在时此物亦存在的其他某种东西,而先于其所说的东西并非中项即原因,人们都可以询问“为什么”。例如关于月食或雷,如果某人说“月亮亏蚀了”,既然这是一个并非无媒介、而是能够通过某种中项得出结论并加以论证的断言,那么陈述者被询问他所说的事情为什么是这样,即是由于何种原因而亏蚀,就是完全合情理的。
- 1.75εἰ ἅπαν, ὃ τοῦ διαιρουμένου μετέχει, ἐμπίπτει εἰς διαίρεσιν
条件从句(εἰ 从句)直接作为前一句问话 πόθεν δὲ τὸ μὴ ἐλλιπεῖν τι διαιροῦντες ἐπιγνωσόμεθα; 的回答,主句(“我们便能得知”)被省略。随后的 οὕτω γὰρ ποιούντων ἡμῶν... 则补充说明了该条件的理由。
- 1.75καὶ πρὸς μὲν τὸν ὁ τὰ πρότερα θέμενος ἀντειπεῖν οὐκ ἔχει πρὸς τὸ ἐπιφερόμενον, πρὸς δὲ τὸν ἐπάγοντα ἔχει
句子的语法主语是带有定冠词的分词短语 ὁ τὰ πρότερα θέμενος(“确立了先行者的人”)。与之相对,πρὸς μὲν τὸν 与后文的 πρὸς δὲ τὸν ἐπάγοντα(“面对归纳者”)形成对照,其中的 τὸν 是从上下文省略了“推论者”(τὸν συλλογιζόμενον)的名词化定冠词。
- 1.75οὔτε γὰρ ὁ τρόπος δι’ οὗ συνῆκται συλλογισμός ἐστιν οὔτε δὴ αὐτός
代词 αὐτός 指代前一句中的 ὁρισμός(定义,即 αὐτὸς ὁ ὁρισμός),与主语 ὁ τρόπος δι’ οὗ συνῆκται 构成并列关系:“既不是据以得出结论的样式是推论,定义本身也绝不是推论”。
