- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:65.38-67.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥指出,划分不仅不能进行三段论推论,而且在发现定义时极易陷入顺深度的跳跃、顺广度的脱漏以及多余增添等欺罔样式,进而阐明了为了避开这些错误并保持划分之功用所必须遵循的审视准则。
ἢ οὖν οὕτως, ἢ ὅτι κἂν οὐσιώδη συντεθῇ, ἐνδέχεται μηδὲ τότε ἴδιον εἶναι μηδὲ ἀντιστρέφειν τὸ ἅπαν σύνθημα. οὐ γὰρ εἰ ζῷον λογικὸν ὁ ἄνθρωπος, ἤδη καὶ ὅρος ἀνθρώπου τοῦτό ἐστιν. ὥστε καὶ τὰ ἐκ τῆς διαιρέσεως καθ’ ἓν συναγόμενα, εἶτα ὁμοῦ συντιθέμενα οὔπω δῆλον εἰ ὁρισμός ἐστι, κἂν ἀληθῶς λέγηται καθ’ οὗ λέγεται. πρὸς δὲ τούτοις κἂν οὐσιωδῶς κατηγορούμενα ὁ διαιρῶν ἐκλέξαιτο, ἐξ ὧν συστῆσαι τὸν ὁρισμὸν βούλεται, εἰκὸς πλάνην τινὰ ὑποστῆναι αὐτὸν ἐν πολλῷ πλάτει καὶ βάθει διαφορῶν τὴν ἑαυτοῦ εἰσενεγκόντα διάνοιαν. πλάνης δὲ τρόποι πολλοί, οἷον ὑπέρβασις, ἀφαίρεσις, πρόσθεσις. ὑπέρβασις μὲν οὖν ἐστιν, ὅταν τις κατὰ βάθος ἐλλείπῃ τι ἀπὸ τοῦ γένους κατιών, οἷον εἰ τὸν ἄνθρωπον ὁρίσασθαι πρόκειται καὶ λάβῃ μὲν ζῷον εἶναι αὐτόν, ζητεῖ δὲ τῷ γένει προσθεῖναι τὰς διαφορὰς καὶ ταύτας εὑρεῖν πειρᾶται τῇ διαιρέσει, εἶτα τέμοι τὸ ζῷον εἰς ἄπουν καὶ δίπουν καὶ πολύπουν ὑπερβὰς τὸ πεζόν. ἔστι δὲ τοῦτο κακία ὁρισμοῦ, ὅτι μὴ ὁ σκοπὸς φυλάττεται τοῦ ὁρίζεσθαι· σκοπὸς δὲ ὁρισμοῦ τὸ μηδὲν παραλιπεῖν τῶν συμπληρούντων τὴν οὐσίαν τοῦ ὁριστοῦ, ἀλλὰ πάντα ἐπελθεῖν· ἄλλως γὰρ οὐκ ἐνδέχεται δηλωτικὸν εἶναι λόγον τὸν ὁρισμὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, εἰ τὰ μὲν λέγοι τὰ δὲ παραλείποι τῶν ἐν τῷ τί ἐστιν. οὐ γὰρ ἀρκεῖ τὸ ἀντιστρέφειν· ἢ γὰρ ἂν λόγος ἦν τὸ τί ἦν εἶναι δηλῶν ἢ ἄτομος μετὰ τοῦ γένους διαφορά,1 οἷον τὸ αἰσθητικὸν μετὰ τῆς οὐσίας (τῷ γὰρ ζῴῳ ἄτομον τὸ αἰσθητικόν, ἐπεὶ καὶ ἀντιστρέφει) ἢ ἐπὶ τοῦ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν μετὰ τοῦ ζῴου. ἀντιστρέφουσι γὰρ ταῦτα καὶ ἐν τῷ τί ἐστιν, ἀλλ’ οὐδέτερον τὸ τί ἐστιν, οὔτε ἐκεῖνο τοῦ ζῴου οὔτε τοῦτο τοῦ ἀνθρώπου, ὅτι μὴ τὴν οὐσίαν ἁπλῶς δηλοῖ, ἐπειδὴ οὐ πᾶσαν ἐπέξεισιν. ἀφαίρεσις δὲ ὅταν κατὰ πλάτος ἐλλείπῃ μὴ πάσας τὰς διαφορὰς ἐκτιθέμενος, οἷον εἰ τέμοι τὸ ζῷον εἰς πτηνὸν καὶ νηκτὸν παραλιπὼν τὸ πεζόν· πάντως γὰρ ζῷον εἶναι τὸν ἄνθρωπον θέμενος, μιᾷ τῶν διαιρουσῶν τὸ ζῷον διαφορῶν ἀναγκασθήσεται ὑποθέσθαι αὐτόν, καὶ οὕτω τὰ μὴ ὄντα τῷ ὁριστῷ ἐν τῷ τί ἐστι λήψεται. καὶ οὗτοι μὲν οἱ δύο τρόποι τῆς ἀπάτης, ὅ τε κατὰ τὴν ὑπέρβασιν καὶ ὁ κατὰ τὴν ἔλλειψιν. ἡ δὲ πρόσθεσις γίνεται, ὅταν τις ἐκ τῶν συμπληρωτικῶν τῆς οὐσίας τὸ σύνθημα ποιησάμενος προσθήσει ἐπέκεινα, ὡς καί τι λαβεῖν τῶν μὴ κατὰ τὸ εἶδος ἀλλὰ κατὰ τὴν ὕλην ὑπαρχόντων τῷ ὁριστῷ, οἷόν ἐστι τὸ κατὰ τὸ ἄρρεν καὶ θῆλυ, τὸ πλατυώνυχον καὶ γαμψώνυχον, τὸ ὀρθοπεριπατητικὸν καὶ τὰ τοιαῦτα. εἰσὶ δὲ καὶ ἕτερα τὰ κατὰ συμβεβηκὸς ἐνυπάρχοντα, οἷον τὸ λευκόν, τὸ γραμματικόν. εἰ οὖν ζῷον πεζὸν δίπουν εἶπε καὶ μὴ ἀρκεσθῇ, ἀλλ’ ἔτι προσθήσει πλατυώνυχον ἢ ὀρθοπεριπατητικὸν ἤ τι τοιοῦτον, οὐ σμικρὰ οὐδὲ τοῦτο κακία τοῦ ὁρισμοῦ, ἀδιανοησίαν δὴ ἐμποιοῦσα, ὡς δοκεῖν μὴ ἀντιστρέφειν τῷ ἀνθρώπῳ τὸ ζῷον πεζὸν δίπουν, ἀλλ’ εἶναι κοινὸν καὶ ἑτέρῳ, ὃ μὴ ὀρθοπεριπατητικόν ἐστιν ἢ ὃ μὴ πλατυώνυχον. ἀλλὰ καὶ πλείω τοῦ δέοντος ἔχων ὁ τοιοῦτος ὁρισμὸς παραβαίνει τὴν συντομίαν καὶ τὸ εἶναι ὅρος καὶ οὕτως ἀπόλλυσιν· ὥστε πρὸς τῷ μὴ συλλογίζεσθαι τὸν ὁρισμὸν ἔτι καὶ ἐπισφαλὴς εἰς τὴν αὑτοῦ εὕρεσιν ἡ διαίρεσις,2 πολλοὺς ἔχουσα τοὺς τρόπους τῆς ἀπάτης. περὶ δὲ τῆς τῶν ἄλλων συμβεβηκότων προσθήκης, οἷον τοῦ λευκοῦ, τοῦ γραμματικοῦ, τῶν τοιούτων περιττὸν καὶ λέγειν ἐστίν. αἱ μὲν δὴ ἁμαρτίαι καθ’ ἃς τὸ καθῆκον τῇ διαιρέσει παρίεται, αὗταί εἰσι. τί δέ; διὰ ταύτας ὡς ἄχρηστον ταύτην παραδραμούμεθα καὶ οὐδέποτε ὅλως παραληψόμεθα, ἢ χρὴ ἀντιθέσθαι ταύταις παρατηρήσεις τινάς, δι’ ὧν ἐν τῷ διαιρεῖν κατορθοῦντες ἐσόμεθα; εἰ γὰρ τὸ γένος ἐξ ἀρχῆς αἰτησάμενοι (προὔργου γὰρ τὸ τοῦτο λαβεῖν τοῖς διαίρεσιν προθεμένοις ποιήσασθαι) μηδὲν τῶν συμβεβηκότων διαιροῦντες παραληψόμεθα, ἀλλ’ οὐσιώδη πάντα καὶ ἐν τῷ τί ἐστι, καὶ τὸ ἐφεξῆς τῇ διαιρέσει τηρήσομεν, ὡς μὴ ὑπερβῆναι μηδὲν κατὰ βάθος προϊόντες μήτε μὴν παραλιπεῖν τι κατὰ πλάτος τῶν εἰς ἃ διαιρεῖται τῶν διαιρουμένων ἕκαστον, τοὺς εἰρημένους τῆς ἀπάτης τρόπους ἀποφευξόμεθα καὶ τὸ χρήσιμον τῆς διαιρέσεως ἕξομεν.3
因此,要么应当这样理解,要么是因为即使将本质性的要素结合起来,即便在那时,整个组合也可能并非特有,也不能换位。因为并不是人是有理性的动物,这就已经也是人的定义了。因此,从划分中逐一收集并随后结合在一起的诸要素,即使关于其所述说的对象真实地被述说,也尚未明了是否就是定义。除此以外,即使进行划分者选取出他意图据以构成定义的本质性述说的要素,当他将自己的思想投入到差异的巨大广度与深度之中时,他遭遇某种迷误也是极有可能的。而迷误的样式有很多,例如跳跃、脱漏和增添。跳跃就是指某人自属顺深度下降时遗漏了某种要素,就如同如果拟对人下定义,他固然采纳了人是动物,但试图将诸差异增补给属,并试图通过划分找出这些差异,随后却跳过了“陆生”,而将动物切分为无足的、两足的和多足的。这是定义的一项缺陷,因为下定义的目的没有被保持;而定义的目的在于绝不遗漏构成被定义项实体之完满的任何要素,而是历数一切;因为在其他情况下,如果在属于“是什么”的内容中述说了某些要素而遗漏了另一些要素,定义就不可能成为昭示底层事物本性的表述。因为仅能换位是不够的;否则,要么昭示本质的表述,要么伴随属的不可分差异——例如伴随实体的“具有感觉的”(因为“具有感觉的”对动物而言是不可分的,既然它也能换位)——或者就人而言,伴随动物的“能接受理智与知识的”,就会是[定义]了。因为这些要素也能够换位且属于“是什么”,但二者都不是“是什么”,前者不是动物的[本质],后者也不是人的[本质],因为它并没有单纯地昭示实体,既然它没有完全历数其实体。而脱漏则是指按广度发生缺漏,未能列出所有的差异,就如同如果某人遗漏了“陆生”,而将动物切分为有翼的和水生的;因为一旦完全假定了人是动物,他就将被迫把人归属于划分动物的差异之一,从而采纳在“是什么”中并不属于被定义项的要素。这就是两种欺罔的样式,即由于跳跃而产生的和由于欠缺而产生的。而增添的发生,则是当某人由实体的完满要素构成组合之后,又在此之外作了增补,以至于采纳了并非按形式而是按质料属于被定义项的某种要素,例如按雄与雌、扁爪与钩爪、直立行走的等等诸如此类。此外还有偶性地内在其中的其他要素,例如白色的、通晓文法的。因此,如果他说了“陆生的两足动物”却不满足,还要增补“扁爪的”或“直立行走的”或诸如此类的东西,这也绝非定义的一个小缺陷,它确实带来了不可思议的混乱,以至于使得“陆生的两足动物”看起来并不与人换位,反倒也共同属于并非直立行走或并非扁爪的其他东西。不仅如此,包含过多不必要内容的这种定义破坏了简要性,并由此丧失了作为定义的资格;因此,除了不能推导出定义之外,划分对于发现定义本身而言也是极其不可靠的,因为它具有许多欺罔的样式。至于增补其他偶性(例如白色的、通晓文法的以及诸如此类的东西),甚至连谈论都是多余的。划分固有的职责被废弃所依据的过错,确实就是这些。那么又该如何呢?我们难道要因为这些过错就将划分作为无用之物弃置不顾,并且完全不再采纳它吗?抑或应当针对这些确立某些审视准则,通过它们我们将能够在划分中取得正确的结果?因为如果我们从一开始就要求获得属(因为对提议进行划分的人而言把握这一点是大有助益的),在划分时绝不采纳偶性的任何东西,而是采纳本质性的和属于“是什么”的一切东西,并在划分中遵守顺次之序,从而顺深度推进时不跳跃任何东西,顺广度推进时也绝不遗漏被划分的各项所划分出的任何要素,我们就将避开所说的欺罔样式,并享有划分的功用。
- 1.75ἢ γὰρ ἂν λόγος ἦν τὸ τί ἦν εἶναι δηλῶν ἢ ἄτομος μετὰ τοῦ γένους διαφορά
带有 ἄν 和未完成过去时直陈式 ἦν 的反事实条件句的结论从句。它为前一句 οὐ γὰρ ἀρκεῖ τὸ ἀντιστρέφειν(仅能换位是不够的)提供理据,补充了未明言的假设:“因为如果仅凭换位就足够了,那么昭示本质的表述或者伴随属的不可分差异就会是[定义]了(但事实并非如此)”。
- 1.75ὥστε πρὸς τῷ μὴ συλλογίζεσθαι τὸν ὁρισμὸν ἔτι καὶ ἐπισφαλὴς εἰς τὴν αὑτοῦ εὕρεσιν ἡ διαίρεσις
介词短语 πρὸς τῷ μὴ συλλογίζεσθαι τὸν ὁρισμόν 由 πρός 加与格冠词不定式构成,意为“除了不能推导出定义之外”。紧随其后的反身代词属格 αὑτοῦ 在语境中指代定义(ὁρισμός),即“对于它自身[定义]的发现而言”,而非指划分的发现。谓语形容词 ἐπισφαλής 与主语 ἡ διαίρεσις 搭配。
- 1.75εἰ γὰρ τὸ γένος ἐξ ἀρχῆς αἰτησάμενοι ... τοὺς εἰρημένους τῆς ἀπάτης τρόπους ἀποφευξόμεθα καὶ τὸ χρήσιμον τῆς διαιρέσεως ἕξομεν
长篇未来条件句的句法骨架。条件从句由 εἰ γὰρ ... παραληψόμεθα ... τηρήσομεν(将来时直陈式)构成,中间插入了分词短语(αἰτησάμενοι, διαιροῦντες, προϊόντες)以及插入句(προὔργου γὰρ ... ποιήσασθαι)。结论从句则由将来时直陈式的 ἀποφευξόμεθα 和 ἕξομεν 承载。
