← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§64.17-65.38

划分法不能构成三段论的理由

厄斯特拉齐奥解释了亚里士多德在讨论了定义与证明的关系后何以转向划分法,论证了划分法并不符合三段论的定义(从前提得出必然结论),而是像归纳一样仅仅依赖于对话者的赞同与假定,并进一步指出真实谓词的结合并不必然构成定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75#1

" Ἀλλὰ μὴν οὐδ’ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται καθάπερ." Ἐπειδὴ τέσσαρες τῆς διδασκαλίας οἱ τρόποι καὶ τῆς μαθήσεως, διαιρετικός τε καὶ ἀναλυτικὸς ὁριστικός τε καὶ ἀποδεικτικός, ἔδειξε δὲ τῆς ἀποδεικτικῆς τὴν ὁριστικὴν οὐ μόνον ἑτέραν, ἀλλὰ καὶ προτέραν καὶ ἀρχικήν, οὐ μὴν ἐξ αὐτῆς ἀπογεννωμένην, οὐδὲ τὸν ὁρισμὸν ἀποδείξει τὸ σύνολον ὑποκείμενον, ἐπὶ τὴν διαίρεσιν μεταβέβηκε, μήποτε ἄρα ζητῶν διὰ ταύτης ἔνι τὸν ὁρισμὸν συλλογίζεσθαι,1 καθώς τισιν ἔδοξε. καὶ δείκνυσιν οὐ μόνον μὴ συλλογιζομένην τὸν ὁρισμὸν τὴν διαίρεσιν, ἀλλ’ οὐδὲ ἁπλῶς συλλογιζομένην· περὶ οὗ εἴρηκε μὲν καὶ ἐν τῷ Περὶ εὐπορίας προτάσεων, ἐρεῖ δὲ κἀνταῦθα ἐφ’ ὅσον ἐστὶ πρὸς τὸ προκείμενον ἱκανόν. ἢ ἄλλως, ὃ δὴ καὶ μᾶλλον·2 ἐπειδὴ προέθετο δεῖξαι πῶς ἔχει πρὸς τὸν ὁρισμὸν ἡ ἀπόδειξις, καὶ ἔδειξε τοῦτον μήτε ἀποδείξει μήτε ὅλως συλλογισμῷ ὑποκείμενον, ἀλλ’ ἀρχηγικόν τινα ὄντα τῆς ἀποδείξεως, εἰσὶ δὲ καὶ ἕτεροι παρὰ τὴν ἀπόδειξιν τρόποι, δι’ ὧν δοκεῖ τι περαίνεσθαι, οἷον ἡ διαίρεσις, ἡ ἐπαγωγή, οἱ ἐξ ὑποθέσεως λόγοι καὶ εἴ τις ἕτερος, μάλιστα δὲ οἱ διαιρέσει χρώμενοι πρὸς ὁρισμῶν ἀπογέννησιν δοκοῦσι περὶ ἑκάστου τῶν μερῶν αὐτοῦ συλλογίζεσθαι, καὶ οὕτω πάντα συντιθέντες ὁμοῦ τὸν ὁρισμὸν ἀποτελεῖν, δείκνυσιν ὅτι οὐδὲ διὰ τούτων ἀποδείξει ἢ ὅλως συλλογισμῷ ὁ ὁρισμὸς ὑπόκειται· οὔτε γὰρ ἡ διαίρεσις οὔτε τις τῶν νῦν εἰρημένων τρόπων συλλογίζεσθαι πέφυκεν. ὅτι δ’ ἄλλη παρὰ τὴν ἀποδεικτικήν τε καὶ συλλογιστικὴν ἡ διαιρετική ἐστι, καὶ ὅτι ἥδε οὐ συλλογίζεσθαι πέφυκε, δείκνυσι τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ μεταχειριζόμενος. ὁ γὰρ λόγος τοῦ συλλογισμοῦ ἐστι τὸ ἄλλων κειμένων ἕτερόν τι αὐτοῖς ἐξ ἀνάγκης ἕπεσθαι, οὗ μὴ ὄντος ἐν τῇ διαιρέσει τὸ ἑτέραν τε εἶναι παρὰ τὸν συλλογισμὸν καὶ τὸ μὴ συλλογίζεσθαι αὐτὴν ἀποδείκνυται. ἐξομοιοῖ δὲ τὴν διαίρεσιν τῷ ἐπάγοντι, ὅσον κατὰ τὸ μὴ ἀποδεικνύναι. καὶ γὰρ ὁ ἐπάγων οὐδεμιᾷ ἀνάγκῃ χρώμενος τὸ καθόλου συνίστησιν, ἀλλὰ τοῦ προσδιαλεγομένου διδόντος συμπεραίνειν δοκεῖ. οὐ γὰρ εἰ τόδε καὶ τόδε τῶν καθ’ ἕκαστα οὕτως ἔχει, ἀνάγκη καὶ ἁπλῶς οὕτως ἔχειν τὸ ὑποκείμενον, ὥστε ἔξεστιν ἀντειπεῖν πρὸς τὸ καθόλου τὸν προσδιαλεγόμενον. τὸ δ’ αὐτὸ θεωρεῖται καὶ περὶ τὴν διαίρεσιν. ὁπόταν γὰρ τὰ ἐξ ὧν ὁ τοῦ ἀνθρώπου λόγος, εἰ τύχοι, συνίσταται διαιρῶν τις ἐκλέγοιτο, ἔροιτ’ ἂν ‘ἆρα ὁ ἄνθρωπος ζῷον ἢ ἄψυχον’; εἶτα τὸ ζῷον λαμβάνει, οὐ συλλογίζεται. τοῦτο δὲ λαβὼν πάλιν διαιρεῖ ‘πᾶν δὲ ζῷον ἢ πεζὸν ἢ πτηνὸν ἢ νηκτόν’· εἶτα λαμβάνει τὸ πεζόν. αὖθις δὲ διαιρεῖ τὸ ληφθὲν εἰς ἄπουν καὶ δίπουν καὶ πολύπουν, καὶ συντίθησι τὸ ἅπαν εἶναι λέγων τὸν ἄνθρωπον ζῷον πεζὸν δίπουν. ἀλλ’ οὔτε ἕκαστον τῶν μερῶν οὔτε τὸ ἅπαν ἀκολουθεῖ ἐξ ἀνάγκης, ἀλλὰ κἀκεῖνα καὶ τοῦτο λαμβάνεται. ἀλλ’ οὐχ οὕτως ἔχει ἐπὶ τοῦ συλλογισμοῦ τὸ συμπέρασμα, ἵν’ ἢ ἐρωτᾶται ἢ διδῶται, ἀλλ’ ἐξ ἀνάγκης ἕπεται οὐσῶν τῶν προτάσεων, ὡς μηδὲ δεῖσθαι τῆς τοῦ ἀποκρινομένου ὁμολογίας. εἰ δὲ καὶ τινὲς μὲν τῶν ὁρισμῶν ἐκ πλειόνων, τινὲς δὲ ἐξ ἐλαττόνων σύγκεινται, οὐδεμία ὅσον εἰς τοῦτο διαφορά· κἄν τε γὰρ πλείω κἄν τε ἐλάττω ᾖ τὰ εἰς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ λαμβανόμενα, τὸ αὐτὸ γίνεται. τοσοῦτον δὲ ἀπέχει τοῦ συλλογίζεσθαι ἡ διαίρεσις, ὥστε τοὺς μετιόντας αὐτὴν ἀσυλλογίστως λαμβάνειν καὶ ἃ συλλογισθῆναι ἐνδέχεται· οἷον τὸ τὸν ἄνθρωπον εἶναι ζῷον ἐνδέχεται δειχθῆναι διὰ συλλογισμοῦ, μέσου ληφθέντος τοῦ αἰσθητικοῦ· τοῖς δὲ λαβοῦσιν ἐκ διαιρέσεως ἀσυλλογίστως εἴληπται. καὶ ἐπὶ ἄλλων τις εὑρήσει τοῦτο πολλῶν, ἅπερ ἡ διαίρεσις μὲν λαμβάνει, πέφυκε δὲ μέσου λαμβανομένου τινὸς διὰ συλλογισμοῦ δείκνυσθαι. ἡ γὰρ διαίρεσις πᾶσα δι’ ἐρωτήσεώς τε καὶ συγχωρήσεως πρόεισι, μηδαμοῦ τὸ ἀναγκαῖον ἐπάγουσα. ἔτι δὲ οὐκ εἰ ἰδίᾳ κατηγορεῖται, δῆλον ἤδη ὅτι καὶ ὁμοῦ· οὐ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός,3 καὶ σκυτεὺς ἀγαθός. ἔπειτα οὐ πᾶν κατηγορήματος σύνθημα κατά τινος ἀληθῶς λεγόμενον ὡς ὁρισμὸς κατ’ αὐτοῦ λέγεται, ἀλλ’ ἐνδέχεται καὶ ἄλλως κατηγορεῖσθαι· ἀγαθὸς γὰρ καὶ φιλόσοφος ὁ Σωκράτης καὶ ἀγαθὸς ὁ Σωκράτης φιλόσοφος, ἀλλ’ οὐχ ὁρισμὸς Σωκράτους τὸ ἀγαθὸς φιλόσοφος· καὶ τὸ ἰσόπλευρον τρίγωνον τρίγωνον καὶ ἰσόπλευρον, ἅμα πάλιν ἰσόπλευρον τρίγωνον, οὐχ ὁρισμὸς δὲ τούτου τὸ κατηγόρημα.

“然而通过划分的途径也并不进行三段论推论,正如……” 既然教学和学习的方法有四种,即划分法、分析法、定义法和证明法,而他已经指明,定义法不仅与证明法不同,而且更为在先并具有本原性,绝非由证明法所产生,定义也根本不服从于证明,于是他转向了划分,探究是否正如某些人所认为的那样,或许可以通过划分来推导定义。并且他表明,划分不仅不能推导出定义,而且根本不能进行三段论推论;关于这一点,他在《论前提的充足备置》[《前分析篇》第一卷第三十一章]中已经谈及,在此处也将在足以切合当下面对的论题的范围内予以说明。或者换一种说法,这确实更加妥当:既然他提议说明证明与定义具有怎样的关系,并指明定义既不服从于证明,也完全不服从于三段论,反倒是证明的某种本原,而除了证明之外,还有其他似乎能得出某种结论的方法,例如划分、归纳、基于假说的论证以及其他可能的方法,并且尤其是那些运用划分来产生定义的人似乎在就定义的每一个部分进行三段论推论,并通过将一切结合在一起来完成定义,因此他指明,即使通过这些方法,定义也绝不服从于证明或根本不服从于三段论;因为划分以及刚刚提到的任何方法都不具有进行三段论推论的本性。至于划分法不同于证明法与三段论法,并且它不具有进行三段论推论的本性,他是通过运用三段论的定义来表明的。因为三段论的表述是:某些事物被确立之后,某个不同于它们的事物必然由它们产生;而由于这一点在划分中并不存在,划分不同于三段论并且它并不进行三段论推论就被证明了。就其不进行证明而言,他将划分比作进行归纳者。因为进行归纳者也是在不运用任何必然性的情况下确立普遍的,而是由于对话者予以承认才显得得出了结论。因为并不是个别事物中的这一个和那一个是如此,基底就必然单纯是如此,以至于对话者完全可以对普遍提出异议。同样的情况在划分中也能看到。因为每当有人在划分中选取出构成人的表述的诸要素时(举例来说),他会发问:“人是动物还是无灵魂之物?”然后他采取了动物,而不是通过三段论推导出来的。采纳了这一项之后,他又进行划分:“凡动物要么是陆生的,要么是有翼的,要么是水生的”;然后他采纳了陆生。随后他又将所采纳的划分为无足的、两足的和多足的,并将这一切结合在一起,说人是“陆生的两足动物”。然而,无论是各个部分还是整体都不是必然随之而来的,而是那些部分和这个整体都是被假定采纳的。但三段论中的结论并非处于被发问或被授予的状况,而是当前提存在时就必然随之而来,以至于根本不需要应答者的赞同。即使有些定义由较多要素构成,有些由较少要素构成,就这一点而言也没有任何差别;因为无论被采纳用于构成定义的要素较多还是较少,发生的情况都是一样的。划分距离进行三段论推论是如此之远,以至于追随划分法的人甚至在没有三段论的情况下采纳了本可以被三段论推导出来的事物;例如,“人是动物”本可以通过三段论被表明,只要将“具有感觉的”作为中项即可,但对于那些从划分中获取的人来说,它是在没有三段论的情况下被采纳的。人们在许多其他事物上也会发现这一点,这些事物固然被划分所采纳,但在采纳了某个中项时本性上是能够通过三段论被表明的。因为一切划分都是通过发问和赞同而进行的,绝不引入必然之物。再者,并不是分别地被述说,就已然明了也可以合在一起被述说;因为并不是如果某人是鞋匠并且是善的,他也就是善的鞋匠。其次,并不是任何关于某事物被真实述说的谓词组合都是作为定义关于它被述说的,而是也可以用其他方式被述说;因为苏格拉底是善的并且是哲学家,苏格拉底也是善的哲学家,但善的哲学家并不是苏格拉底的定义;等边三角形是三角形并且是等边的,同时又是等边三角形,但该谓词并不是它的定义。

语法注3 条
  1. 1.75μήποτε ἄρα ζητῶν διὰ ταύτης ἔνι τὸν ὁρισμὸν συλλογίζεσθαι

    连词 μήποτε 与副词 ἄρα 连用,引出一个表示探讨动机的间接疑问从句(“探究是否或许能够……”)。无人称动词 ἔνι(即 ἔνεστι)支配不定式 συλλογίζεσθαι,意为“能够/可能”。

  2. 1.75ὃ δὴ καὶ μᾶλλον

    这是一个插入从句,在比较级 μᾶλλον 之后省略了系词及表语(如 ἀληθές ἐστι 或 προσῆκόν ἐστι 等)。它用来对紧接在 ἢ ἄλλως(“或者换一种说法”)之后提出的第二种解释进行肯定性评价(“这确实更为妥当”)。

  3. 1.75οὐ γὰρ εἰ σκυτεὺς καὶ ἀγαθός, καὶ σκυτεὺς ἀγαθός

    条件从句与主句中均省略了系词 ἐστί(“因为并不是如果某人是鞋匠且是善的,他就是善的鞋匠”)。这是有关结合谬误的标准例证,表明从分离述说到结合述说的过渡缺乏必然性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:64.17-65.38