← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§63.1-64.16

实体谓述与定义不可证明性

厄斯特拉提奥斯注解了亚里士多德在91b3处的论证,即即便大项是实体,单纯伴随也不能构成小项的定义;他详述了定义何以不能通过三段论加以证明——指出换位则乞题、不换位则非定义的两难困境,援引亚历山大对循环互证的批判,阐明实体相对偶性的本性优先性,并借助理智与灵魂的形而上学类比确立了定义对三段论的本原地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.74

" Οὐδ’ εἰ ἔστι τὸ Α ὅπερ τι1 καὶ κατὰ τοῦ Β κατηγορεῖται." Κατασκευάζει τὸ εἰρημένον ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν καὶ ἐπὶ τῶν οὐσιῶν τὸν λόγον ὡς εὐδηλότερον προχειριζόμενος. τῶν γὰρ ἑπομένων ταῖς ὁρισταῖς οὐσίαις τὰ μὲν ἁπλῶς ἕπεται, τὰ δ’ ὡς συμπληρωτικὰ τῆς τῶν ὁριστῶν οὐσιῶν ὑπάρξεως, οἷάπερ εἰσὶ τὰ γένη. λέγει τοίνυν ὅτι κἂν οὐσίαν τινὰ λάβῃς τὸν μείζονα ὅρον καὶ κατὰ τοῦ μέσου κατηγορήσῃς παντός, οὐδ’ οὕτως ἐξ ἀνάγκης ἔσται ὁρισμὸς ὁ μείζων τοῦ ἐλάττονος. οὐδὲ γὰρ τὰ γένη αὐτὰ ὡς ὁρισμοὶ κατηγοροῦνται ὧν κατηγοροῦνται, οὐδὲ αὐτοὶ οἱ ὁρισμοὶ τῶν γενῶν κατηγορούμενοι τῶν εἰδῶν καὶ τῶν ὁρισμῶν αὐτῶν ὡς ὁρισμοὶ αὐτῶν κατηγοροῦνται· ἀληθεύουσι μὲν γὰρ λεγόμενοι κατ’ αὐτῶν, οὐ μέντοι γε πρὸς αὐτὰ ἀντιστρέφουσιν οὐδὲ τὰ αὐτὰ ἐκείνοις εἰσίν. οἷον τὸ ζῷον ἔστι μὲν ὅπερ τι, τουτέστιν οὐσία, καὶ οὐσιωδῶς οὗ ἂν κατὰ φύσιν κατηγορῆται κατηγορούμενον. καὶ τὸ ζῴῳ εἶναι, ἤτοι ὁ λόγος τοῦ ζῴου ὁ τοῦ τί ἦν εἶναι κατηγορεῖται κατὰ τοῦ ἀνθρώπῳ εἶναι, ἤτοι κατὰ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου (πᾶν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν), ὥσπερ καὶ τὸ ζῷον παντὸς ἀνθρώπου κατηγορεῖται· πᾶς γὰρ ἄνθρωπος ζῷον. ἀλλ’ οὐχ οὕτως κατηγορεῖται ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι τοῦ ζῴου τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου ἢ τοῦ ἀνθρώπου, ὥστε ἓν εἶναι· οὐδὲ γὰρ ἀντιστρέφει ὁ λόγος τοῦ ζῴου οὔτε πρὸς τὸν ἄνθρωπον οὔτε πρὸς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου. εἰ οὖν αἱ οὐσίαι καὶ τὰ οὐσιωδῶς λεγόμενα κατά τινων οὐ διὰ τοῦτο ἐξ ἀνάγκης καὶ ταὐτὰ ἐκείνοις ἐστὶ καὶ ὅροι αὐτῶν, διότι αὐτοῖς ἕπεται καὶ αὐτῶν ἀληθῶς κατηγορεῖται, σχολῇ γ’ ἂν ἕτερόν τι.2 ἢ οὖν διὰ τοῦτο εἴληφε τὰ οὐσιώδη, ὡς ἐκ τοῦ μᾶλλον ἐπιχειρῶν, ἢ ἐπὶ τῶν οὐσιῶν ἐποιήσατο τὸν λόγον ὡς περὶ τῶν ὁρισμῶν διδάσκων ὡς οὐκ ἀποδείξει ὑπόκεινται. δόξειε γὰρ ἂν ἴσως περιττὸν συμβεβηκότα λαβεῖν εἰς παράδειγμα περὶ τῶν ὁρισμῶν τὸν λόγον ποιούμενον. τοίνυν ἵνα τὸν ὁρισμὸν τις συλλογίσαιτο, δεῖ αὐτὸν λαβεῖν πρὸς ἀλλήλους ἀντιστρέφοντας ὅρους· πάλιν δὲ εἰ οὕτως λάβῃ, πρὸ τῆς ἀποδείξεως τὸ ζητούμενον λήψεται. ἐπεὶ οὖν ἑκατέρωθεν ἀτοπία τις ἕπεται, οὐκ ἔστι τὸν ὁρισμὸν ἀποδείκνυσθαι· ταῦτα γὰρ δηλοῖ τὰ ἑξῆς λεγόμενα. πρὸς πᾶσιν τούτοις φησὶν ὁ Ἀλέξανδρος ὅτι ἐπειδὴ ἀντιστρέφουσιν, οὐδὲν ἂν ἧττον διὰ τοῦ ἑτέρου τῶν ὁρισμῶν ὁ ἕτερος δεικνύοιτο, καὶ οὕτως ἂν εἶεν δι’ ἀλλήλων δεικνύμενοι· τοῦτο δ’ ἀλλότριον ἀποδείξεως. ἀλλὰ καὶ ἄμφω οἱ ὁρισμοὶ ὁμοίως καὶ αἰτοῦνται καὶ προλαμβάνονται· οὐδὲν γὰρ μᾶλλον ὁ ἕτερος τοῦ ἑτέρου. ἐροῦμεν δὲ καὶ οὕτως· ὁ μὲν ὁρισμὸς τὴν οὐσίαν παρίστησιν, ἡ δὲ ἀπόδειξις τὰ ἑπόμενα, ἤτοι τὰ καθ’ αὑτὸ συμβεβηκότα συνίστησιν. προτέρα δὲ φύσει ἡ οὐσία τῶν ἑπομένων αὐτῇ, καὶ ὁ ὁρισμὸς ἄρα τῆς ἀποδείξεως. καὶ αὖθις φύσει πρότερον τὸ εἶναι ἁπλῶς τοῦ πῶς εἶναι· καὶ συμβέβηκε τοῦτο ἐκείνῳ. τὸ εἶναι δὲ ὁ ὁρισμὸς ἀποδίδωσι, τὸ δὲ πῶς εἶναι ἐκ τῆς ἀποδείξεως ἐπιστάμεθα. ὡς δὲ ταῦτα ἔχει πρὸς ἄλληλα, οὕτως καὶ ὁρισμὸς καὶ ἀπόδειξις. ἀποδοίη δ’ ἄν τις καὶ θεολογικῶς τὴν αἰτίαν τοῦ μὴ τὸν ὁρισμὸν διὰ συλλογισμοῦ ἀποδείκνυσθαι. εἰ γὰρ ὁ νοῦς τὰ εἴδη, εἶδος δέ τι ὁ ὁρισμός, εἴη ἂν ὁ ὁρισμὸς ἀνάλογον τῷ νῷ. ἐπεὶ δὲ καὶ ἡ οὐσία τῆς ψυχῆς ἐν τῷ διανοεῖσθαί ἐστι, τὸ δὲ διανοεῖσθαι τὸ συλλογίζεσθαί ἐστιν, εἴη ἂν ὁ συλλογισμὸς ἀνάλογον τῇ ψυχῇ. ὥστ’ ἐπεὶ ὁ νοῦς πρότερον τῆς ψυχῆς, καὶ ὁ ὁρισμὸς συλλογισμοῦ πρότερος. ὡς γὰρ ὁ νοῦς πρὸς ὁρισμόν, καὶ ἡ ψυχὴ πρὸς συλλογισμόν,3 καὶ ἐναλλὰξ ὡς ὁ νοῦς πρὸς ψυχήν, οὕτως ὁ ὁρισμὸς πρὸς συλλογισμόν. πρότερον δὲ ὁ νοῦς τῆς ψυχῆς καὶ αἴτιος· πρότερος ἄρα καὶ ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ καὶ αἴτιος. ὥστε καὶ ἀρχὴ ὅρος συλλογισμοῦ, οὐκ ἀνάπαλιν, καὶ ἐκ τῆς ἀρχῆς ὁ συλλογισμός, οὐκ ἐκ τοῦ συλλογισμοῦ ἡ ἀρχή.

“即使Α正是某种东西并且关于Β被述说,[也并不因此构成定义]。” 他是通过从更强的情形出发进行论证,并将讨论移至实体之上作为更为明晰的事例,来确立前文所言的。因为在伴随被定义的实体的事物中,有些是单纯伴随的,另一些则是作为充实被定义实体的存有而伴随的,正如各属一样。因此他说,即使你把某个实体作为大项,并关于整个中项加以述说,即便这样,大项也绝非必然成为小项的定义。因为各属本身并不是作为定义而关于它们所述及的对象被述说的,各属的定义本身在关于诸种及其定义被述说时,也不是作为它们的定义被述说的;因为关于它们被述说时固然真实,然而它们绝不与它们换位,也不是与它们同一的事物。例如,动物确实是正是某种东西,也就是实体,并且关于它自然所述及的对象是本质性地被述说的。而“作为动物的存在”,即动物的何其所是之表述,是关于“作为人的存在”即关于人的定义被述说的(因为每一个理性的、有死的、能接受理智与知识的动物都是有灵魂的感觉实体),正如动物也关于每一个人被述说一样;因为每个人都是动物。但是,动物的何其所是之表述关于人的定义或人被述说,并不处于使得它们成为一体的方式;因为动物的表述既不与人换位,也不与人的定义换位。因此,如果实体以及关于某些事物本质性地被述说的东西,并不因为它们伴随它们且关于它们被真实述说,就必然也是与它们同一且是它们的定义,那么其他事物就更不可能是了。因此,他要么是因为这个缘故采纳了本质性的属性,作为从更强的情形出发进行论证;要么是在实体的情形中展开论述,因为他在讲授定义时指明定义不服从于证明。因为在就定义进行论述时若采纳偶性作为范例,或许显得多余。因此,为了使人能够通过三段论推导出定义,他必须采纳彼此换位的词项;但如果他这样采纳,他又会在证明之前就预先采纳了所寻求的东西。因此,既然从两方面都会产生某种荒谬,定义就不可能被证明;因为接下来所说的话阐明了这些。在所有这些之外,亚历山大还说,既然它们换位,那么这两个定义中的一个通过另一个而被表明绝不亚于〔反过来〕,并且这样一来它们就会是通过彼此而被表明的;而这是与证明不相容的。不仅如此,两个定义同样地既是被乞求的又是被预先假定的;因为这一个绝不比另一个更具有优先性。我们还可以这样说:定义展现实体,而证明确立伴随的事物,即自身偶性。而实体在本性上先于伴随它的事物,因此定义也先于证明。再者,在本性上单纯的存在先于以某种方式存在;而后者是附加于前者的。定义给出存在,而以某种方式存在则是我们从证明中认识的。而正如这些事物彼此相对,定义与证明也同样如此。人们还可以按神学[形而上学]的方式给出定义何以不能通过三段论被证明的原因。因为如果理智是诸形相,而定义是某种形相,那么定义就会与理智相应。而既然灵魂的实体在于进行推论性思考,推论性思考就是进行三段论推论,那么三段论就会与灵魂相应。因此,既然理智先于灵魂,定义也就先于三段论。因为正如理智相对于定义,灵魂也相对于三段论;并且交错来看,正如理智相对于灵魂,定义也就相对于三段论。而理智先于灵魂并且是其原因;因此定义也先于三段论并且是其原因。因此,定义也是三段论的本原,反之则不然;并且三段论源于本原,而不是本原源于三段论。

语法注3 条
  1. 1.74ὅπερ τι

    亚里士多德哲学中的术语性短语,厄斯特拉提奥斯紧接着将其释为“也就是实体”(τουτέστιν οὐσία),作为主格补足语,指称并非偶然偶性而是本性上“正是某种东西(实体/本质)”。

  2. 1.74σχολῇ γ’ ἂν ἕτερόν τι

    意为“更不用说/更不可能是……”的惯用句。谓语承前省略了前句的动词短语(καὶ ταὐτὰ ἐκείνοις ἐστὶ καὶ ὅροι αὐτῶν),构成更强理由的推论(a fortiori):“如果连实体和本质述词都不能成为定义,其他事物就更不可能了”。

  3. 1.74ὡς γὰρ ὁ νοῦς πρὸς ὁρισμόν, καὶ ἡ ψυχὴ πρὸς συλλογισμόν

    表达比例(类比)的省略句式。对应于 ὡς ... πρὸς ... 关系从句的主句动词(如 ἔχει)及关联词(οὕτως)被省略,表达“正如理智相对于定义,灵魂亦相对于三段论”的对应比例(A : B :: C : D)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:63.1-64.16