- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:61.26-62.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥分析了通过换位定义证明灵魂本质的企图(色诺克拉底证明灵魂是自身运动的数)如何陷入乞题,并解释了为何单纯词项间的随从关系(Α-Β-Γ)无法得出定义而只能得出真述说。
" Οἱ μὲν οὖν διὰ τοῦ ἀντιστρέφειν δεικνύντες τί ἐστι ψυχή." Τῷ αὐτῷ, φησίν, ὑπόκεινται ἁμαρτήματι καὶ οἱ ἀντιστρέφοντας λόγους πρὸς ἀλλήλους λαμβάνοντες καὶ διὰ τούτων δεικνύειν ὁρισμὸν κατά τινος ὁριστοῦ οἰόμενοι· καὶ οὗτοι γὰρ ὃ ζητεῖται δειχθῆναι ἐν ταῖς προτάσεσιν ὡς ὁμολογούμενον λαμβάνουσι. δεῖ δὲ μετασχηματίσαι τὸν λόγον πρὸς τὸ σαφέστερον οὑτωσὶ λέγοντας.1 καὶ οἱ διὰ τοῦ ἀντιστρέφειν δὲ δεικνύντες τί ἐστι τόδε ἢ τόδε τὸ ἐξ ἀρχῆς αἰτοῦνται. καὶ παράδειγμα τοῦ λόγου ὁ Ξενοκράτης· οὗτος γὰρ τὴν ψυχὴν ἀριθμὸν κινοῦντα ἑαυτὸν ἀποδεῖξαι προθέμενος ὡς ὁρισμὸν αὐτῆς τοῦτον τὸν λόγον κατηγορούμενον ἔχουσαν, ἕτερον λόγον μέσον προσέλαβε τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν. τούτους γὰρ τοὺς δύο λόγους λαβὼν ἀντιστρέφοντας πρὸς ἀλλήλους, καὶ τὸν ἕτερον αὖθις πρὸς τὴν ψυχὴν ἀντιστρέφοντα, οὕτως ἐδόκει ποιεῖν τὴν ἀπόδειξιν, οἷον ‘ἡ ψυχὴ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν, καὶ τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν ψυχή.’ πάλιν δὲ ‘εἴ τι αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν,’ καὶ ‘εἴ τι ἀριθμὸς κινῶν αὐτὸς ἑαυτόν, αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν.’ εἶτα συλλογισμὸν συνετίθει ‘ἡ ψυχὴ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν.’ οὕτως οὖν ποιῶν ἅμα μὲν ἔλαβεν ὁρισμὸν τῆς ψυχῆς τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, ὅπερ ἦν ζητούμενον, ἅμα δ’ ἐπειδὴ ἀντιστρέφον καὶ ταὐτὸν τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν καὶ τὸ ἀριθμὸν κινοῦντα ἑαυτὸν ἔλαβεν, ἐν τῷ λέγειν τὴν ψυχὴν αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν τὸ ἐξ ἀρχῆς ᾐτήσατο. τὸ ἐξ ἀρχῆς γὰρ ἦν ‘εἰ ἡ ψυχὴ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν,’ τοῦτο δὲ ταὐτὸν εἴληπται τῷ ‘αὑτὸ αὑτῷ αἴτιον τοῦ ζῆν.’ ὥστε ἐν τῷ λέγειν τὴν ψυχὴν τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα ἔλεγεν· τοῦτο δ’ ἦν τὸ ἐξ ἀρχῆς. ἐν τῷ λέγειν ἄρα τὴν ψυχὴν τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν τὸ ἐξ ἀρχῆς ἐλάμβανε. τὸ δὲ οὕτως ὡς τὸ αὐτὸ ὂν τοῦτο δηλοῖ2 ὅτι οὕτως ὡς ὁρισμὸν ἀντιστρέφοντά τε καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ λεγόμενον. ὁ γὰρ οὕτως ἔχων λόγος τὸ αὐτό ἐστι τῷ ὁριστῷ.
“因此,那些通过换位来表明灵魂是什么的人,”他说,那些采纳彼此换位的表述并认为通过这些表述可以表明某个被定义项的定义的人,也犯了同样的错误;因为他们也是把所寻求证明的事项在前提中当作已被认同的事项来采纳。而为了使所言更为清晰,必须变换这一说法的句式,表述如下:“而那些通过换位来表明这个或那个是什么的人,也是在乞求最初的前提[乞题]。”这一论证的范例就是色诺克拉底;因为他企图证明灵魂是自身运动的数,以〔灵魂〕拥有这一作为其定义而被述说的表述,于是额外采纳了另一个表述“自身作为自身生命的原因”作为中项。因为他采纳了这两个彼此换位的表述,并且其中一个又与灵魂换位,他似乎以此方式构成了证明,例如:“灵魂是自身作为自身生命的原因,而自身作为自身生命的原因是灵魂”;进而,“如果某物是自身作为自身生命的原因,它就是自身运动的数”,以及“如果某物是自身运动的数,它就是自身作为自身生命的原因”。接着他构造了三段论:“灵魂是自身作为自身生命的原因,自身作为自身生命的原因是自身运动的数。”因此,他这样做时,一方面将原本是所寻求的“自身作为自身生命的原因”采纳为灵魂的定义,另一方面又因为将“自身作为自身生命的原因”与“自身运动的数”采纳为互换且同一的,因而在说灵魂是自身作为自身生命的原因时,就乞求了最初的前提。因为最初的前提本是“灵魂是否是自身运动的数”,而这一项已被采纳为与“自身作为自身生命的原因”相同。因此,在说灵魂是自身作为自身生命的原因时,他其实是在说它是自身运动的数;而这正是最初的前提。由此可见,在说灵魂是自身作为自身生命的原因时,他是在采纳最初的前提。而所谓“以此方式作为同一的”,表明了这一点:即以此方式作为换位且在其本质中被述说的定义。因为具有这种关系的表述与被定义项是同一的。
"Οὐ γὰρ εἰ ἀκολουθεῖ τὸ Α τῷ Β καὶ τοῦτο τῷ Γ." Εἰ μὲν γὰρ ὁρισμόν, φησί, βούλεται ἀποδεῖξαι, τοιαῦτα δεῖ εἶναι τὰ λαμβανόμενα, ὡς ἀλλήλοις ἀντιστρέφειν καὶ εἶναι ταὐτά. εἰ δ’ ὡς ἁπλῶς ἑπόμενα, οὐκ ἔσται ὁ μείζων τοῦ ἐλάττονος ὁρισμός, οὐδ’ ἔσται αὐτοῦ τὸ τί ἐστιν, ἀλλὰ μόνον ἔσται αὐτοῦ ἀληθῶς κατηγορούμενον. ἢ οὕτως· ἴσως μὲν γὰρ εἴη ἄν τις ἀκολούθησις ἐν τοῖς ληφθεῖσιν, ὡς τόν τε μείζω τῷ μέσῳ ἕπεσθαι καὶ τοῦτον τῷ ἐλάττονι, καὶ διὰ τοῦτο καὶ τὸν μείζω· ἀλλ’ οὐ διὰ τοῦτο ἐξ ἀνάγκης καὶ ὁρισμὸς ἔσται τοῦ ἐλάττονος, ἀλλὰ κατηγορηθήσεται μόνον αὐτοῦ ἀληθῶς. ἢ καὶ ἑτέρως· ὥσπερ τινὸς εἰπόντος ‘εἰ δὲ οἱ ληφθέντες λόγοι πρός τε ἀλλήλους καὶ τὸν ὁριστὸν οὕτως ἔχουσιν, ὥστε κἀκείνων ἕπεσθαι θατέρῳ τὸν ἕτερον, τὸν μείζονα τῷ μέσῳ καὶ τὸν μέσον τῷ ὁριστῷ, τί πρὸς τοῦτο ἐρεῖς;’ φησὶν αὐτὸς πρὸς τὸν λέγοντα3 ὡς οὐκ ἀρκεῖ τὸ ἕπεσθαι μόνον πρὸς τὸ εἶναι καὶ ὁρισμόν, ἀλλ’ ἔστι μόνον ἀληθὲς εἰπεῖν ὅτι ἔστι τόδε κατὰ τοῦδε, οὐ μὴν καὶ ὡς ὁρισμός.
“因为并非如果Α伴随Β,而Β伴随Γ,”他说,因为如果有人想要证明一个定义,所采纳的词项必须是能够彼此换位并且是同一的。但如果仅仅是作为伴随的项被采纳,大项就不会成为小项的定义,也不会成为其本质,而仅仅是对它作出的真述说。或者应当这样理解:在所采纳的词项中或许可能存在某种伴随关系,使得大项伴随中项,中项伴随小项,并因此大项也[伴随小项];但并不因这一缘故它就必然也是小项的定义,而仅仅是关于它被真实地述说。或者还有另一种理解方式:正如有人若说:“但如果所采纳的表述无论彼此之间还是对于被定义项,都处于使得在那些表述中这一个伴随另一个、大项伴随中项且中项伴随被定义项的关系之中,你对此会说什么呢?”他自己便对提出这一论点的人说,仅仅伴随并不足以构成定义,而只是能够真实地断言这个属于那个,绝非作为定义而成立。
- 1.72δεῖ δὲ μετασχηματίσαι τὸν λόγον πρὸς τὸ σαφέστερον οὑτωσὶ λέγοντας
分词 λέγοντας 为阳性宾格复数,与依赖于非人称动词 δεῖ 的不定式隐含主语(即“我们/人们”)相一致。这是注解者为了使亚里士多德简缩的文本更加明晰而重塑句式时所用的引入语。
- 1.72τὸ δὲ οὕτως ὡς τὸ αὐτὸ ὂν τοῦτο δηλοῖ
主语是带有冠词的短语 τὸ οὕτως ὡς τὸ αὐτὸ ὄν,引导 ὅτι 从句作为谓语动词 δηλοῖ 的宾语。注解者将亚里士多德文本中的表述名词化,意在说明“以此方式作为同一的”这一说法即指将各项作为能换位并在本质中述说的定义来采纳。
- 1.73ὥσπερ τινὸς εἰπόντος ... φησὶν αὐτὸς πρὸς τὸν λέγοντα
短语 ὥσπερ τινὸς εἰπόντος 是一个独立属格结构,用以引入一个假想的反对者。它与主句 φησὶν αὐτὸς πρὸς τὸν λέγοντα(“他本人针对这位说话者说道”)相配合,构成了将亚里士多德的文本解读为针对虚拟异议的辩驳结构。
