- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:60.28-61.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提约注释亚里士多德 91a33,驳斥了在证明定义时通过在词项之间插入固有属性、增加前提以掩盖乞题的企图,主张必须仅使用两个无中介的前提以揭露其荒谬性,并提及了亚历山大的解释。
" Δεῖ δ’ ἐν ταῖς δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ ἀμέσοις σκοπεῖν." Τοῦτο παράγγελμα εἶναι ἔοικε τοῦ πῶς δεῖ λαμβάνειν τὰς προτάσεις ζητοῦντας ἀποδεῖξαι τὸν ὁρισμόν. ἐπεὶ γὰρ τῷ ὁριστῷ ἐνδέχεται τινα ἕπεσθαι ὡς ἁπλῶς ἴδια, ὧν καὶ αὐτῶν οἱ λαμβανόμενοι ὁρισμοὶ κατηγορηθήσονται καὶ αὐτὰ κατ’ αὐτῶν1 διὰ τὸ ἀντιστρέφειν πρὸς ἄλληλα, κἀντεῦθεν ἐνδέχεται μεταξὺ τῶν λαμβανομένων ἴδια λαμβάνεσθαι, ὡς γίνεσθαι πλείους τε τῶν δύο προτάσεις, καὶ τὰ κατηγορούμενα μὴ ἀμέσως κατηγορεῖσθαι, διὰ τοῦτο φησὶν ὅτι δεῖ μὴ οὕτω ποιεῖν, ἀλλὰ δύο μόνας λαμβάνειν προτάσεις, ἐν αἷς οἱ ὁρισμοὶ κεῖνται, ἵν’ ἅμα μὲν τὸ τῆς ἀποδείξεως φυλάττοιτο ἴδιον, τῷ ἀμέσως κατηγορεῖσθαι τὰ κατηγορούμενα ὧν κατηγοροῦνται, ἅμα δὲ εἴη καὶ τὸ λεγόμενον εὐδηλότερον. τὰ γὰρ ἴδια μεταξὺ λαμβανόμενα ἀσαφέστερον ἂν τῷ πλήθει τῶν προτάσεων τὸ λεγόμενον ἀπεργάζοιτο. οἷον εἰ προκέοιτο δεῖξαι τὸ ζῷον πεζὸν δίπουν κατὰ τοῦ ἀνθρώπου, μέσον δὲ τούτων λαμβάνοιτο τὸ ζῷον λογικὸν θνητὸν τῆς ἀποδείξεως μελλούσης ἐν τούτῳ συμπλέκεσθαι, εἰ οὐ τὸ ζῷον πεζὸν δίπουν λαμβάνει τις2 κατὰ τοῦ ζῴου λογικοῦ θνητοῦ καὶ τοῦτο κατὰ τοῦ ἀνθρώπου, καὶ οὕτως ἐπιφέρει τὸ συμπέρασμα, ἀλλὰ μεταξὺ τυχὸν τῶν δύο ὁρισμῶν λαμβάνει τὸ γελαστικόν, καὶ μεταξὺ τοῦ ἑτέρου ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ τὸ ὀρθοπεριπατητικόν, καὶ οὕτως συνάγει τὸ συμπέρασμα, ἢ ἴσως τοὺς μὲν ὁρισμοὺς ἀμέσως λήψεται, θήσει δέ τι μεταξὺ τοῦ μέσου καὶ τοῦ ἐσχάτου. τοιαῦτα δ’ ἄν τις ποιοίη πειρώμενος ἐκφυγεῖν τὸ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, καὶ διὰ τοῦτο λαμβάνων μέσον τι τοῦ ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ, καὶ τοῦτο καθ’ αὑτό τι καὶ ἴδιον, ἵν’ οὕτω δοκῇ κατορθοῦν τὴν ἀπόδειξιν. οὐ δεῖ δὲ οὕτως· ὁ γὰρ ταῦτα ποιῶν ἅμα τε τὸ τῆς ἀποδείξεως ἴδιον ἀφαιρεῖται μὴ ἀμέσως λαμβάνων κατηγορούμενα τὰ κατηγορούμενα, καίτοι μηδενὸς μέσου δεόμενα, ἅμα τε πλείονας τῶν δύο λαμβάνων προτάσεις, ἐμποδίζοι ἂν φανῆναι τὴν ἀτοπίαν. ἵν’ οὖν, φησί, φανερώτερον ᾖ καὶ σαφέστερον τὸ λεγόμενον, δυσὶ μόναις χρηστέον προτάσεσιν, ὅπερ ἂν γένοιτο ἀμέσων γινομένων τῶν κατηγορημάτων. ἢ οὖν οὕτω λεκτέον, ἢ ὡς φησιν ὁ Ἀλέξανδρος, ὅτι χρὴ δύο μόνας προθεμένους προτάσεις ἀμέσους ἐπὶ τῶν πραγμάτων σκοπεῖν τὸ λεγόμενον. τότε γὰρ ἔσται φανερώτερον ἐπὶ ὕλης ἐξεταζόμενον. εἰ δὲ καὶ ἄλλως πως περὶ τούτων καὶ τῶν προλαβόντων ἐκεῖνός φησι, τὰ ἐκείνου τις ἐξετάζων ἀναλεγέσθω· δοκεῖ γὰρ περιττὸν χωρὶς ἀνάγκης τοῖς ἀλλοτρίοις μηκύνειν.
“但必须在两个前提中,并在最初的、无中介的事物中进行考察。” 这似乎是对于寻求证明定义者应当如何采纳前提的指示。因为,既然可能有某些事物作为单纯固有的属性随从于被定义项,而所采纳的定义也将关于这些固有属性本身被述说,并且它们也由于彼此换位而关于那些定义被述说,由此可能在所采纳的词项之间采纳固有属性,以致前提多于两个,而被述说的项也不再无中介地被述说,因此他说不应当这样做,而应当仅仅采纳两个前提,其中放置着这些定义,以便一方面通过被述说的项关于其所被述说的对象无中介地被述说,从而保持证明的固有特征,另一方面也使所言之事更为明白。因为在中间采纳的固有属性会由于前提的繁多而使所言之事变得更为晦涩。例如,如果旨在关于人表明两足陆生动物,而在它们之间采纳有死的理性动物作为中项,证明本将在其中结合:如果某人并非关于有死的理性动物采纳两足陆生动物,并关于人采纳这一项,进而由此引出结论,而是在这两个定义之间或许采纳了能笑,并在另一定义与被定义项之间采纳了直立行走,以此推导出结论,或者或许他无中介地采纳了这些定义,却在中项与末项之间放置了某种东西。某人这样做,乃是试图逃避乞题,因而为了使自己看似成功完成证明,而在定义与被定义项之间采纳了某种中介,且是某种依其自身存在并特有的事物。但不应当如此;因为这样做的人,一方面由于没有将本不需要任何中介的被述说项作为无中介地被述说的项来采纳,从而剥夺了证明的固有特征,另一方面由于采纳了多于两个的前提,会阻碍荒谬之处显露出来。因此他说,为了使所言之事更为明显和清晰,必须仅仅使用两个前提,而这正是通过谓项成为无中介的而得以实现的。因此,要么应当这样说,要么如亚历山大所言,必须在确立了仅有两个无中介的前提之后,在实际事物上去考察所言之事。因为当在质料上进行检验时,事情会更为明显。但如果他〔亚历山大〕关于这些以及前面的论点有其他任何说法,探讨其见解的人自行阅读便是;因为在没有必要的情况下因他人的观点而拖长篇幅,似乎是多余的。
- 1.71ὧν καὶ αὐτῶν οἱ λαμβανόμενοι ὁρισμοὶ κατηγορηθήσονται καὶ αὐτὰ κατ’ αὐτῶν
关系代词 ὧν 是受 κατηγορηθήσονται 支配的宾格性属格,指代前文 τῷ ὁριστῷ ἐνδέχεται τινα ἕπεσθαι ὡς ἁπλῶς ἴδια 中的 τινα(作为单纯固有属性随从于被定义项的某些事物)。在随后的 καὶ αὐτὰ κατ’ αὐτῶν 中,主格 αὐτά 指代固有属性(ἴδια),属格 αὐτῶν 指代前述的“所采纳的定义”(οἱ λαμβανόμενοι ὁρισμοὶ),以此表述二者基于相互换位(ἀντιστρέφειν)而形成的互为述词的对称关系。
- 1.71οἷον εἰ προκέοιτο δεῖξαι ... εἰ οὐ τὸ ζῷον πεζὸν δίπουν λαμβάνει τις ...
在以 οἷον εἰ προκέοιτο(“例如,如果设定旨在……”)引出假设情境之后,紧接着嵌套了以 εἰ οὐ ... ἀλλὰ ...(“如果某人不是……而是……”)构成的从属条件句,并由 ἢ ἴσως ...(“或者或许……”)并列了另一种替代情形。该句没有直接给出明显的主句归结动词,而是由下一句 τοιαῦτα δ’ ἄν τις ποιοίη(“某人这样做乃是因为……”)对整个假设情境进行了总括性回应。
