← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§59.21-60.27

人的例证与定义证明中的乞题

厄斯特拉齐奥注解了亚里士多德引入人与两足动物的具体例证之处(91a26),分析了在定义的证明中中项自身必然作为人的定义出现在小前提中、从而导致预期理由[乞题]的结构,并探讨了“关于此将有另一中间说明方式”这一语句的两种句法解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.70

" Ὅλως τε εἰ ἔστι δεῖξαι τὸ τί ἐστιν ἄνθρωπος." Σαφέστερον ἔτι δεῖξαι τὸ προκείμενον βούλεται. διὸ καὶ ἐπὶ παραδειγμάτων τὸν λόγον μεταχειρίζεται, καὶ ἐν τῷ τοῦ Γ τόπῳ, ὅπερ ἐστὶν ὁ τῶν ὅρων ἔσχατος, ἤτοι τὸ ὁρισθῆναι προκείμενον, τὸν ἄνθρωπον τίθησιν, ἐν δὲ τῷ τοῦ Α τόπῳ, ὅστις μείζων ὑπῆρχε τῶν ὅρων, ὁρισμόν τινα, οἷον τὸ ζῷον δίπουν ἢ ἄλλο, ὅ τις βούλοιτο· ὅπερ καὶ ὀφείλει δειχθῆναι διὰ μέσου τινὸς ὡς ὁρισμὸς κατὰ τοῦ ἀνθρώπου λεγόμενον. τούτων οὕτως ἐχόντων εἰ συλλογιεῖται, φησί, τις ἀνάγκη τὸν μέσον τοιοῦτον ληφθῆναι, ὡς κατὰ παντὸς αὐτοῦ κατηγορεῖσθαι τὸν μείζονα· καθόλου γὰρ καταφατικὸν τὸ ζητούμενον ὂν τοιούτων ἐξ ἀνάγκης δεῖται καὶ τῶν προτάσεων. ἐπεὶ δ’ ἐν μὲν τοῖς ἄκροις πράγματα εἴληφε μετὰ στοιχείων, ἐπὶ δὲ τοῦ μέσου τὸ Β μόνον ἄνευ τινὸς πράγματος, διὰ τοῦτο ἐπεσημήνατο λέγων τούτου δ’ ἔσται ἄλλος λόγος μέσος,1 τουτέστι τούτου δὲ τοῦ Β ἔσται ἄλλος ὁρισμός, ὃς ὀφείλει μέσος εἶναι τῶν δύο ἄκρων, τοῦ ὁρισμοῦ καὶ τοῦ ὁριστοῦ, οὐ τοῦ Β τιθέμενος ὁρισμὸς πάντως, ἵνα τὸ Β ὁρίζηται, ἀλλ’ ἀντ’ αὐτοῦ ἐν τῷ μέσῳ κεισόμενος.2 ἵνα δὲ εἴη τὸ τούτου σαφέστερον, οὕτως εἴπωμεν· οἱονεὶ ἀπονενεμημένων τοῖς ἄκροις πραγμάτων τινῶν, ὡς εἶναι τοῦ μὲν Γ τὸν ἄνθρωπον, τοῦ δὲ Α τὸ ζῷον πεζὸν δίπουν, φησὶ δεῖν καὶ τῷ Β ἀποδοθῆναι τὸ οἰκεῖον, ὃ καὶ αὐτὸ ὅρος ἔσται, ὡς εἶναι καὶ τοῦ Β λόγον ἄλλον ἐν μέσῳ κείμενον καὶ δι’ ἑαυτοῦ τὰ ἄκρα συνάγοντα. εἴρηται γὰρ πολλάκις καὶ ἀποδέδεικται ὅτι τὰ ἐν ἀμφοῖν κατηγορούμενα ταῖς προτάσεσιν ἐν τῇ ἀποδείξει τοῦ ὁρισμοῦ ὡς ὁρισμοὺς δεῖ κατηγορεῖσθαι ὧν κατηγοροῦνται. κἂν γὰρ ὁρισμοὶ ὦσιν, οὐ κατηγορῶνται δὲ ὡς ὁρισμοί, οὐκ ἐνδέχεται τὸν ὁρισμὸν συναγαγεῖν ἐξ αὐτῶν. οἷον εἰ τὸ μὲν Α εἴη οὐσία ἔμψυχος αἰσθητική, ὁρισμὸς ὂν τοῦ ζῴου, τὸ δὲ Β ζῷον πεζὸν δίπουν, τὸ δὲ Γ ἄνθρωπος· κατηγορεῖται μὲν γὰρ τοῦ ζῷον πεζὸν δίπουν τὸ οὐσία ἔμψυχος αἰσθητική, ἀλλ’ οὐχ ὡς ὁρισμὸς αὐτοῦ, ὅτι μηδὲ ἴδιον αὐτοῦ. διὸ οὐδὲ ὡς ὁρισμὸς κατὰ τοῦ ἀνθρώπου συνάγεται. ἢ οὖν οὕτως, ὡς εἴρηται, τὸ τούτου δὲ ἔσται ἄλλος λόγος μέσος νοήσομεν, ὡς εἶναι τὸ τούτου περὶ τοῦ Β λεγόμενον, ἢ τὸ τούτου πρὸς τὸ Α ἀποδώσομεν, ὡς εἶναι τὸ λεγόμενον ὅτι ‘ἔσται δὲ μέσος ὅρος καὶ λόγος λαμβανόμενος ἄλλος τοῦ Α, ἤγουν ἄλλος παρὰ τὸ Α, ὥστε καὶ τοῦτο ἔσται τί ἐστιν ἄνθρωπος.’ ἐπεὶ γὰρ καὶ τὸ μέσον λόγος ἐστί, καὶ ὡς λόγος ὀφείλει τοῦ ἀνθρώπου κατηγορεῖσθαι, δεῖ τοῦτο καὶ ἐν τῷ τί ἐστι καθ’ αὑτὸ λέγεσθαι καὶ ἀντιστρέφειν πρὸς αὐτό· ὥστε ἔσται κἀκεῖνο ὁρισμὸς τοῦ ἀνθρώπου. καὶ οὕτως πρὸ τῆς ἀποδείξεως λαμβάνεται ἐν τῇ ἐλάττονι προτάσει ὃ δεῖξαι προέκειτο. τὸ γὰρ Β ἤτοι τὸ μέσον τί ἐστιν ἄνθρωπός ἐστι, τουτέστιν ὁρισμὸς τοῦ ἀνθρώπου ἐστί. ζητοῦντες οὖν ὁρισμὸν ἀποδεῖξαι τοῦ ἀνθρώπου ἐλάβομεν ὁρισμὸν τοῦ ἀνθρώπου, ὅπερ ἀλλότριον ἀποδείξεως. ἴσως δ’ ἐπίτηδες μὲν εἶπε δεῖν εἶναι ὁρισμὸν καὶ τὸ μέσον, οὐ μὴν καὶ εἴληφεν ὁρισμὸν ἐν τῷ μέσῳ αὐτόθεν παρεμφαίνων τὴν ἀτοπίαν, ὡς ταὐτὸν ὂν λαβεῖν ὁρισμὸν τὸν μέσον καὶ τὸ ἐν ἀρχῇ αἰτήσασθαι.

“而且一般而言,如果可能表明人是什么。” 他希望更加清楚地表明所讨论的问题。因此他借助具体例证来进行论述,并在 Γ(即词项中的末项,亦即旨在被定义的对象)的位置上放置了人;而在 Α(即词项中的大项)的位置上放置了某个定义,例如两足动物或人们所期望的任何其他东西;而这正是必须通过某种中项作为关于人被述说的定义而被表明的。在这种情况下,他说,如果有人要进行推论,中项就必然被设定为大项关于其全部被述说;因为被探求的问题既然是肯定且全称的,必然要求前提也是如此。但是,既然在两极词项中他把实际事物与字母结合在一起采纳,而对于中项却只采纳了 Β 而没有附带实际事物,因此他附注道:“而关于此将有另一中间说明方式[定义]”,也就是说,关于这个 Β 将有另一个定义,它必须介于两极之间,即定义与被定义项之间——这绝非作为 Β 的定义被设定以使 Β 得到定义,而是为了替代它置于中间。为了使这一点更加清楚,让我们这样说:正如向两极分配了某些具体事物,使得 Γ 是人,Α 是两足陆生动物一样,他说也必须为 Β 分配其固有的事物,而这事物本身也将是一定义,从而使 Β 也具有置于中间并通过自身推导出两极的另一说明方式。因为人们经常说起并且已经证明,在定义的证明中,在两个前提中被述说的项必须作为定义关于它们被述说的项被述说。因为即使它们是定义,但如果不作为定义被述说,就不可能由它们推导出定义。例如,如果 Α 是有感觉的有灵魂的实体(这是动物的定义),Β 是两足陆生动物,Γ 是人;因为有感觉的有灵魂的实体固然关于两足陆生动物被述说,但并非作为它的定义,因为它甚至不是它所特有的;因此它也不会作为关于人的定义被推导出来。因此,我们要么如前所述,将“而关于此将有另一中间说明方式”理解为这里的“关于此”是就 Β 而言的;要么我们将“关于此”归于 Α,使得所言之意为:“而将采纳一个不同于 Α 的、亦即在 Α 之外的另一中项和说明方式,从而这也将是人是什么。”因为既然中项也是说明方式,并且应当作为说明方式关于人被述说,那么这也必须在“是什么”中依其自身被述说,并且必须与它换位;从而那一个也将是人的定义。这样一来,在证明之前,在小前提中就已经采纳了原本旨在被表明的内容。因为 Β 即中项就是人是什么,也就是说,是人的定义。因此,我们寻求证明人的定义,却已经采纳了人的定义,这与证明是格格不入的。或许他是特意说中项也必须是定义,却并没有在中项中实际采纳一个定义,从而直接暗示了其中的荒谬:因为采纳中项作为定义,就等于乞题。

语法注2 条
  1. 1.70τούτου δ’ ἔσται ἄλλος λόγος μέσος

    在引自亚里士多德原文(91a27)的语句中,厄斯特拉齐奥对属格 τούτου 的指向提出了两种句法解释:(1) 将 τούτου 指向中项字母 Β,理解为“关于这个 Β 将有另一说明方式[定义]作为中项”;(2) 将 τούτου 指向大项 Α,看作由 ἄλλος 支配的表示相异或比较的属格,即“不同于 Α 的另一说明方式作为中项”。无论采取哪种解读,推导出的结论是一致的,即中项本身必然成为小项(人)的定义。

  2. 1.70οὐ τοῦ Β τιθέμενος ὁρισμὸς πάντως, ἵνα τὸ Β ὁρίζηται, ἀλλ’ ἀντ’ αὐτοῦ ἐν τῷ μέσῳ κεισόμενος

    阳性单数分词 τιθέμενος 与 κεισόμενος 在语法上与主语 ὁρισμός 一致。介词短语 ἀντ’ αὐτοῦ 中的 αὐτοῦ 指代中性字母 Β,形成了“并非为了定义 Β 本身而设定的定义,而是代替字母 Β 置于中间项的实质定义”这一对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:59.21-60.27