- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:58.14-59.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
尤斯特拉提乌斯论述道,根据证明定义必须使两个前提都包含定义的结论,若如此做,则在小前提中采纳中项为定义便构成了对被定义项的乞题,从而使定义的证明陷入自相矛盾而不可能成立(91a24–25)。
" Τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἕξει." Τὸ δὲ ἐνταῦθα ἢ ἀντὶ τοῦ γὰρ ἢ ἀντὶ τοῦ δή.1 εἰ μὲν ἀντὶ τοῦ γάρ, ἐπὶ πλέον ἔσται τοῦ λεγομένου ἐπιβεβαίωσις, οἷον ὅτι δεῖ γὰρ ἔχειν ἄμφω ἢ τοὺς ὅρους ἢ τὰ διαστήματα τὸ τί ἐστιν. εἰ δὲ ἀντὶ τοῦ δή, ὡς συμπέρασμα νοήσομεν τὸ λεγόμενον· λοιπὸν ἕξει ἄμφω τὸ τί ἐστιν ἐφ’ ὧν ἐπιφέρεται· ἔσται ἄρα καὶ τὸ Β κατὰ τοῦ Γ τὸ τί ἐστι. τὸ μὲν γὰρ Α ὅτι ἐστὶν ὁρισμός, οὐδὲ λόγου δεῖ πρὸς παράστασιν· τοῦτο γάρ ἐστι τὸ ὡς ὁρισμὸς κατὰ τοῦ ἐλάττονος λέγεσθαι καὶ εἶναι ζητούμενον καὶ ἀποδεικνύμενον. εἰ οὖν μὴ ὅλως ὁρισμός, πῶς ἔσται τοῦδε ὁρισμός; ἔστω δὴ καὶ τὸ μέσον ὁρισμός· ἄλλως γὰρ οὐκ ἐνδέχεται ὁριστικῶς λέγεσθαι τὸ Α κατὰ τοῦ Γ.
“但这二者都将具有‘是什么’。” 这里的“但”(δέ)要么代替“因为”(γάρ),要么代替“固然/便”(δή)。如果代替“因为”,这便是对所言之事的进一步证实,例如:因为无论是词项还是间隔[前提],二者都必须具有“是什么”。如果代替“固然/便”,我们将把所言之事理解为一个结论:因此,在它所涉及的情形中,二者都将具有“是什么”;从而 Β 也将是 Γ 的“是什么”。因为至于 Α 是一定义,甚至不需要言论来确证;因为这正是被探求和被证明作为定义关于小项被述说且是〔定义〕的。那么,如果它根本不是定义,它又怎会是这一事物的定义呢?那么就让中项也是定义吧;因为除此以外,Α 就不可能作为定义关于 Γ 被述说。
"Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἄμφω ἔχει, ἐπὶ τοῦ μέσου ὅρου ἔσται πρότερον τὸ τί ἦν εἶναι." Ὅτι μὲν τοίνυν δυοῖν δεῖ ταῖς προτάσεσιν ὁρισμῶν, ἐξ ὧν ὁρισμὸς ἀποδειχθήσεται, ὡς εἶναι ὁρισμὸν τὸν μείζω τε καὶ τὸν μέσον τῶν ὅρων, εἴπερ ἄμφω εἰσὶν οἱ ἐν ταῖς προτάσεσι κατηγορούμενοι ἐν τῷ πρώτῳ σχήματι, ἐν ᾧ μόνῳ λαβεῖν ἀπόδειξιν ἐνδέχεται ὁρισμοῦ, εἴπερ ἐνδέχεται, ὡς καταφατικοῦ καὶ καθόλου ὀφείλοντος ἐξ ἀνάγκης συνάγεσθαι, δέδεικται ἱκανῶς. ἐξετάζει δὲ νῦν εἰ τούτων ἀναγκαίως τῇ τοῦ ὁρισμοῦ ἀποδείξει ἀπαιτουμένων, εὔοδόν ἐστιν ὁρισμοῦ ἀπόδειξιν γίνεσθαι. λέγει οὖν ὅτι εἰ ἄμφω τὰ διαστήματα τὸ τί ἐστιν ἔχει κατὰ τὰ κατηγορούμενα, ἔσται πρὸ τῆς ἀποδείξεως ὁρισμὸς ἐν τῷ μέσῳ λαμβανόμενος. ὁρισμὸν γὰρ ζητοῦμεν δι’ ἀποδείξεως εὑρεῖν κατὰ τοῦ ἐλάττονος συναγόμενον· εἰ οὖν λάβοιμεν τὸν μέσον ὁρισμὸν ὑπάρχοντα τοῦ ἐλάττονος, εἴληπται ἤδη πρὸ τῆς ἀποδείξεως τὸ ζητούμενον, καὶ περιττὴ εἰσέτι ἡ ἀπόδειξις. ἐπεὶ γὰρ δέδεικται ὅτι δεῖ ἄμφω ὁρισμοὺς εἶναι τὸν μείζω τε καὶ τὸν μέσον, εἰ μέλλει ὁ ὁρισμὸς ἀποδείκνυσθαι, ὅταν ὁ μέσος ὁριστικῶς ληφθῇ κατὰ τοῦ ἐλάττονος, ὃς καὶ τὸ ὁριστόν ἐστιν, ἴσου τὸ ζητούμενον.2 οὐ γὰρ ὡς δῆλον ὂν ὅτι ὅδε αὐτοῦ ὁρισμός ἐστιν, ἀποδεῖξαι ζητοῦμεν αὐτοῦ ὁρισμόν· περιττὸν γὰρ τὸ δῆλον ζητεῖν. εἰ οὖν δῆλόν ἐστιν, οὐ ζητοῦμεν, εἰ δὲ ζητοῦμεν, οὐ δῆλον· πῶς οὖν ὃ ζητεῖται ὡς δῆλον λαμβάνομεν; οὐκ εὐοδοῖ ἄρα τὸ δύο λαμβάνεσθαι ὁρισμοὺς ἐν τῇ ἀποδείξει τοῦ ὁρισμοῦ. ἀλλὰ δέδεικται ὅτι ἀδύνατον χωρὶς τοῦ οὕτως λαβεῖν ἀποδεῖξαι ὁρισμόν· οὐκ ἄρα ἐνδέχεται ὁρισμοῦ ἀπόδειξιν γίνεσθαι. ἔστι δὲ ὑποθετικῶς οὕτω συλλογιζόμενον τὸ προκείμενον· εἰ ὁρισμοῦ ἀπόδειξις ἔσται, δεῖ τὸν μείζονα καὶ τὸν μέσον ὡς ὁρισμοὺς κατηγορεῖσθαι ὧν κατηγοροῦνται· εἰ 〈δὲ〉 τοῦτο, τὸ ἐν ἀρχῇ αἰτεῖσθαι συμβήσεται. εἰ ὁρισμοῦ ἄρα ἀπόδειξις ἔσται, τὸ ἐν ἀρχῇ αἰτεῖσθαι συμβήσεται. ἔνθα δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, οὐκ ἔστιν ἀπόδειξις. εἰ ὁρισμοῦ ἄρα ἀπόδειξις ἔσται, τοῦ ὁρισμοῦ οὐκ ἔσται ἀπόδειξις· ὡς ἀντιφάσκειν πρὸς ἑαυτὸν τὸν τοῦτο τιθέμενον. τῶν δὲ συνημμένων ἀμφοῖν τὸ μὲν ἤδη δέδεικται, τὸ δὲ καὶ δέδεικται καὶ δειχθήσεται.
“那么,如果二者都具有‘是什么’和‘本质’,在中项上将先有‘本质’。” 因此,定义将从中被证明出来的那些前提需要两个定义,从而大项与中项这两个词项都是定义(假若这两者确实是在第一格的前提中被述说者,而唯有在第一格中才可能采纳定义的证明,假若确实可能的话,因为肯定且全称的结论必须必然被推导出来),这一点已得到了充分表明。而他现在探讨的是,既然定义的证明必然要求这些条件,那么定义的证明得以成立是否可行。于是他说,如果两个间隔按照被述说的项都具有“是什么”,在证明之前就会存在一个在中项中被采纳的定义。因为我们寻求通过证明找出关于小项被推导出来的定义;因此,如果我们采纳中项作为属于小项的定义,那么在证明之前被探求的事物就已被采纳了,证明从此便是多余的。因为既然已经表明,如果要证明定义,大项与中项二者就都必须是定义,那么当中项作为定义关于小项(小项也就是被定义项)被采纳时,这就等同于被探求的事物。因为我们并不是把“这正是它的定义”当作明显的事实而寻求证明它的定义;因为探求明显的事物是多余的。因此,如果它是明显的,我们就不探求;如果我们在探求,它就不是明显的;那么,我们怎能将被探求的事物作为明显的来采纳呢?因此,在定义的证明中采纳两个定义是行不通的。但是已经表明,若不这样采纳,就不可能证明定义;因此,定义的证明不可能成立。而当前所讨论的问题可以通过假言推论这样得出:如果要存在定义的证明,大项和中项就必须作为定义关于它们被述说的项被述说;但如果是这样,就会导致预期理由[乞题];因此,如果要存在定义的证明,就会导致预期理由。但是在存在预期理由的地方,就没有证明。因此,如果要存在定义的证明,就不会存在定义的证明;从而主张这一点的人自相矛盾。在这两个假言命题中,一个已经得到了表明,另一个则不仅已经表明,而且还将得到表明。
- 1.68Τὸ δὲ ἐνταῦθα ἢ ἀντὶ τοῦ γὰρ ἢ ἀντὶ τοῦ δή.
关于连词 δέ 的句法功能的注解。尤斯特拉提乌斯对亚里士多德原文中的 δέ 提出了两种解释:(1) 代替 γάρ(“因为”),用作进一步证实理由的从句;(2) 代替 δή(“便/因此”),用作前述条件句的结论/后件。取决于采取哪种解法,该句的句法性质在支持性理由与推论性结论之间有所不同。
- 1.69ὅταν ὁ μέσος ὁριστικῶς ληφθῇ κατὰ τοῦ ἐλάττονος, ὃς καὶ τὸ ὁριστόν ἐστιν, ἴσου τὸ ζητούμενον.
句末的 ἴσου τὸ ζητούμενον 为省略/非人称结构(相当于 ἴσου [ἐστὶ τῷ] τὸ ζητούμενον [λαμβάνεσθαι] 或 ἴσου [δύναται]),意为“等于[采纳]所探求的事物”。此外,关系代词 ὃς 在语法上为阳性单数,其先行词为紧邻的 ἐλάττονος(即 ὁ ἐλάττων ὅρος),指明小项本身就是被定义项。
