- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:56.33-58.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥斯阐释了亚里士多德在《后分析篇》第二卷第四章中对通过三段论证明定义之尝试的分析,指出这要求三个词项相互换位并在大小前提中重复设定定义,并借助模态三段论原理的类比,论证了若非两个前提均以本质作为谓项,则定义的证明便无法成立。
" Εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον, δῆλον ὅτι καὶ τοῦ Β, καὶ τοῦτο τοῦ Γ, ὥστε πάντα ἀλλήλων." Ἀντιστρέψουσι, φησί, πρὸς ἀλλήλους πάντες οἱ ὅροι οἱ ἐν τῇ ἀποδείξει τοῦ τί ἐστι λαμβανόμενοι· εἰ γὰρ τὸ Α, ὁ μείζων ὅρος, οὕτως κατὰ τοῦ Γ συνάγεται τοῦ ἐσχάτου ὡς ἴδιον ἐν τῷ τί ἐστι κατηγορούμενον, καὶ αἱ προτάσεις ἄμφω τοιαύτης ἕξονται κατηγορίας, καὶ τὰ ἐν αὐταῖς ἀμφοτέραις κατηγορούμενα ὡς ἴδια ἀλλήλων καὶ ἐν τῷ τί ἐστιν ἔσονται, καὶ οὕτως ἔσται πάντα ἀλλήλων ὡς πρὸς ἄλληλα ἀντιστρέφοντα.
“因为如果 Α 是 Γ 的固有属性,显然它也是 Β 的固有属性,而这也是 Γ 的固有属性,从而所有词项互为固有属性。” 他说,在“是什么”的证明中所采纳的所有词项都将彼此换位。因为如果作为大项的 Α 作为在“是什么”中被述说的固有属性这样关于作为末项[小项]的 Γ 被推导出来,那么两个前提也将具有这样的述说,且在这两个前提中被述说的东西也将作为彼此的固有属性而在“是什么”中存在,从而所有词项都将作为彼此换位的东西而互为固有属性。
"Ἀλλὰ μὴν καὶ εἰ τὸ Α ἐν τῷ τί ἐστιν ὑπάρχει παντὶ τῷ Β, καὶ καθόλου τὸ Β παντὸς τοῦ Γ ἐν τῷ τί ἐστι λέγεται, ἀνάγκη καὶ τὸ Α ἐν τῷ τί ἐστι τοῦ Γ λέγεσθαι." Ὥσπερ ἀπευθύνας τὸν λόγον τῆς τοῦ ὁρισμοῦ ἀποδείξεως ὡς οὕτω προβαίνειν ὀφειλούσης, ἵν’ ὅροι ἄμφω τὰ κατηγορούμενα εἴη,1 τὸ μὲν ἐν τῇ μείζονι τὸ δ’ ἐν τῇ ἐλάττονι, καὶ τὰ τρία ἀντιστρέφοι πρὸς ἄλληλα, πλέκει νῦν τὴν δῆθεν ἀπόδειξιν ἐξ ὁρισμῶν δύο καὶ ἑνὸς ὁριστοῦ τὴν σύστασιν ἔχουσαν. καὶ ἔστι τὸ λεγόμενον τοιοῦτον· λοιπὸν εἰ τὸ Α ὁρισμὸς τοῦ Β καὶ τὸ Β τοῦ Γ, ἀνάγκη τὸ Α ὁρισμὸν εἶναι τοῦ Γ. εἰ γὰρ τὸ ἐν τῷ τί ἐστιν ὑπάρχειν τὸ Α παντὶ τῷ Β τὸ ὁρισμὸν εἶναι αὐτοῦ ἐστι, καὶ τὸ λέγεσθαι καθόλου τὸ Β παντὸς τοῦ Γ ἐν τῷ τί ἐστι τὸ ὡς ὁρισμὸν αὐτοῦ κατηγορεῖσθαί ἐστιν, ἀνάγκη καὶ τὸ Α τοῦ Γ ἐν τῷ τί ἐστιν λέγεσθαι ἤτοι ὡς ὁρισμὸν αὐτοῦ λέγεσθαι, ὅπερ ἐστὶ τὸ συμπέρασμα.
“再者,如果 Α 在‘是什么’中属于所有 Β,且 Β 全称地在‘是什么’中关于所有 Γ 被述说,那么 Α 也必然在 Γ 的‘是什么’中被述说。” 他仿佛规范了定义之证明的论辩必须这样进行——为了使两个作为述词的项(大前提中的项与小前提中的项)都是定义,且这三个词项彼此换位——现在他组织起了那由两个定义和一个被定义项构成的所谓证明。所说的话是这样的:因此,如果 Α 是 Β 的定义,而 Β 是 Γ 的定义,那么 Α 必然是 Γ 的定义。因为如果 Α 在“是什么”中属于所有 Β 意味着它是其定义,且 Β 全称地在“是什么”中关于所有 Γ 被述说意味着它作为其定义被述说,那么 Α 也必然在 Γ 的“是什么”中被述说,也就是作为其定义被述说,而这正是结论。
"Εἰ δὲ μὴ οὕτω τις λήψεται διπλώσας." Εἰ μέλλει, φησίν, ἀναγκαίως τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς κατὰ συλλογιστικὸν οὕτω σχῆμα συνάγεσθαι, ὡς μείζων διὰ μέσου συναπτόμενος τῷ ἐλάττονι, δεῖ καὶ ἄμφω τί ἐστι καὶ ὁρισμοὺς ληφθῆναι τόν τε μείζω καὶ τὸν μέσον. εἰ γάρ τις μὴ οὕτω λήψεται διπλώσας, τουτέστι διπλῇ ὁρισάμενος,2 ἤτοι δύο ὅρους ἐφεξῆς λαβὼν ἔν τε τῇ μείζονι καὶ τῇ ἐλάττονι προτάσει, ἄλλως οὐκ ἔσται συνάγειν ἐξ ἀνάγκης τὸ τί ἐστιν, οὐδὲ ἀποδειχθήσεται τὸ Α ὁ μείζων ὅρος κατὰ τοῦ ἐλάττονος ἐν τῷ τί ἐστι καὶ ὡς ὁρισμὸς αὐτοῦ κατηγορούμενος· οἷον εἰ τὸ μὲν Α κατηγορεῖται τοῦ Β ἐν τῷ τί ἐστιν, ἤγουν ὡς ὁρισμός, τὸ δὲ Β καθ’ ὅσων ἂν λέγοιτο, μὴ ἐν τῷ τί ἐστι λέγεται, τουτέστι τὸ δὲ Β, ὅπερ ἐστὶ τὸ μέσον, λέγεται μὲν κατὰ τοῦ ἐλάττονος, ὅπερ ἐστὶ τὸ Γ, μὴ μέντοι ἐν τῷ τί ἐστιν, ἤγουν ἐν τάξει τοῦ τί ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὡς τί ἐστι καὶ ὁρισμός. εἴρηται γὰρ καὶ πρότερον ὅτι ὥσπερ ἐν ταῖς μετὰ τρόπου προτάσεσιν3 ἢ τοῦ αὐτοῦ τρόπου δεῖ ἀμφοτέρας εἶναι, ἵνα καὶ τὸ συμπέρασμα ὁμοιότροπον αὐταῖς συναχθήσεται, ἢ εἰ χείρονος ἡ ἑτέρα τρόπου, τῇ τοῦ χείρονος ἕψεται ἢ μικτὸν ἐξ ἀμφοῖν ἔσται, ὡς ἐπὶ τοῦ κατὰ τὸν δ διορισμὸν ἐνδεχομένου, ἀλλὰ [τοῦ] μηδενὶ ἢ μὴ παντὶ ἐξ ἀνάγκης, τῇ δὲ κρείττονα τρόπον ἐχούσῃ οὐδέποτε μόνῃ κατὰ τὸν τρόπον ἕπεται τὸ συμπέρασμα, ἵνα μὴ κρεῖττον τοῦ αἰτίου τὸ αἰτιατὸν γένηται, τῆς προτάσεώς φημι τὸ συμπέρασμα, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων ἕξει. δύο γὰρ προτάσεων οὐσῶν, ἐξ ὧν ὁ ὁρισμὸς μέλλει κατὰ τοῦ ὁριστοῦ ἀποδείκνυσθαι, ἢ ἄμφω ἕξουσιν ὁρισμοὺς τὰ κατηγορούμενα ἢ τῇ μὴ ὁρισμὸν ἐχούσῃ τὸ συμπέρασμα ἕψεται, ἢ ἀμφοτέρων μεθέξει. εἰ μὲν οὖν ἐν ἀμφοτέραις ὁριστικῶς ἔσται κατηγορούμενον τὸ κατηγορούμενον, τοῦτο ἔσται ὃ λέγομεν· εἰ δ’ ἡ ἑτέρα μὴ ἕξει, ταύτῃ ἕψεται ὡς χείρονι· αὕτη γὰρ χείρων τῆς ἐχούσης. εἰ δὲ μὴ ἁπλῶς ὁρισμὸς ἀλλὰ πῇ τὸ ἀποδεικνύμενον ὡς ἐν ἀμφοτέραις ἑπόμενον, οὐδ’ οὕτως ὁρισμός. δεῖ ἄρα ἀμφοτέρας ἔχειν τί ἐστι τὰ κατηγορούμενα, εἰ μέλλει ὁρισμὸς ἀποδείκνυσθαι, ὅπερ ἔδει δεῖξαι.
“但如果人不这样重复地采纳。” 他说,如果“是什么”和定义必然要按照这样的推论格式被推导出来,如同大项通过中项与小项相结合那样,那么大项和中项这两者就都必须作为“是什么”和定义被采纳。因为如果人不这样重复地采纳,也就是说没有进行双重的定义,即在大前提和小前提中相继采纳两个定义,在其他情况下就不可能必然地推导出“是什么”,作为大项的 Α 也不会在“是什么”中且作为其定义被述说而关于小项得到证明。例如,如果 Α 在“是什么”中(即作为定义)关于 Β 被述说,但无论 Β 关于多少事物被述说,它都不在“是什么”中被述说——也就是说,作为中项的 Β 固然关于作为小项的 Γ 被述说,然而并不在“是什么”中被述说,即不处于“是什么”的位阶,换言之不作为“是什么”和定义被述说。因为如前所述,正如在模态前提中,要么两者必须具有相同的模态,以便结论也以与它们相同的模态被推导出来;要么如果一者具有较劣的模态,结论就会随从较劣的模态,或者由两者混合而成(如同按照第四种界定的偶然,但[对必然而言]是不属于任何事物或必然不属于一切事物),而结论在模态上绝不会仅随从具有较优模态的前提,以免结果优于原因——我是说结论优于前提——在这些情形中情况也将完全相同。因为存在两个前提,定义将从中被证明关于被定义项成立,要么两者都具有定义作为被述说的项,要么结论将随从不具有定义的前提,要么将兼具两者。因此,如果在这两个前提中被述说的项都作为定义被述说,这正是我们所说的情况;但如果其中一者不具有,结论就会随从这一个作为较劣的前提;因为这比具有定义的前提更劣。如果被证明的项不是单纯的定义,而只是作为随从两者的东西在某种意义上算作定义,那么这样它也不是定义。因此,如果要证明定义,两个〔前提〕就都必须具有“是什么”作为被述说的项;这正是需要表明的。
- 1.66ἵν’ ὅροι ἄμφω τὰ κατηγορούμενα εἴη
名词 ὅροι 在此处意为“定义”而非三段论的“词项”。下文紧接着出现的“由两个定义和一个被定义项”(ἐξ ὁρισμῶν δύο καὶ ἑνὸς ὁριστοῦ)证实了这一点,表明大前提和小前提中充当谓项的两者都必须是定义。
- 1.67διπλώσας, τουτέστι διπλῇ ὁρισάμενος
注疏者对副词性分词 διπλώσας(“重复/加倍”)所作的训释。它带有条件含义(“如果人不通过加倍/重复来采纳”),指在大前提和小前提中双重设定定义——在大前提中将 Α 设定为 Β 的定义,在小前提中将 Β 设定为 Γ 的定义。
- 1.67ὥσπερ ἐν ταῖς μετὰ τρόπου προτάσεσιν
此处为一个长篇比较句式的骨架,引入了模态三段论的规则(“结论总是随从较劣的前提”)。在 ὥσπερ 引导的从属从句中解释了前提模态的强弱如何决定结论的模态之后,主句通过 τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων ἕξει 将这一逻辑原则平行对应到定义证明中两个前提的性质(是否为本质定义)上。
