← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§55.19-56.32

探究定义的可证明性与前提换位的两种解释

厄斯特拉提奥斯注解了亚里士多德《后分析篇》卷二第3章末尾至第4章开头(91a12–14),论述了关于定义是否可被证明的问题为何必须与此前关于定义与证明的对象是否相同的探究区分开来,并分析了推论前提的结构以及“必须换位”一句的两种不同句法连接方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.63

" Τοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμὸς καὶ ἀπόδειξις." Τὸ πρότερον τοῦτο τῶν προβλημάτων ὧν περὶ ὁρισμοῦ ζητῆσαι ὑπέσχετο, εἰ ἔστιν ἀπόδειξις ὁρισμοῦ ἢ οὐκ ἔστιν. ἐπειδὴ δὲ δεικνύων ἔναγχος ἕτερα ἀλλήλων εἶναι ὁρισμὸν καὶ ἀπόδειξιν,1 καὶ ἕτερα τὰ ὑπὸ τούτων δεικνύμενα, ἐν ὑποθέσεως τάξει τὸ ἄλλο εἶναι παρὰ τὸ τί ἐστι τὸ τῇ ἀποδείξει δεικνύμενον ἔλαβεν, ὅτε ἔλεγεν ὅτι ὁ ὁρισμὸς μὲν τὸ τί ἐστι δείκνυσι τὸ δὲ διὰ τί ἐστιν ἡ ἀπόδειξις, διὰ τοῦτο εἰπὼν ἢ οὐκ ἔστι, καὶ ἀποφήσας τὸ ὁρισμοῦ εἶναι ἀπόδειξιν, ἐπήνεγκε καθάπερ νῦν ὁ λόγος ὑπετίθετο. ὁπότε γὰρ ἔλεγε μὴ τοῦ τί ἐστιν εἶναι ἀλλὰ τοῦ διὰ τί ἐστι τὴν ἀπόδειξιν, μὴ ἀποδείκνυσθαι πάντως τὸν ὁρισμὸν ὑπέθετο· εἰ γὰρ ἕτερα γένη ζητημάτων καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένα τὸ τί ἐστι καὶ διὰ τί ἐστι, τοῦ δὲ διὰ τί ἐστιν ἡ ἀπόδειξις οὖσα καὶ οὐχὶ τοῦ τί ἐστι, πῶς τὸν ὁρισμὸν ἀποδείξει ὄντα τὸ τί ἐστιν; οὐκ ἂν δὲ εὐλόγως ταὐτὸν εἶναι τῷ προτέρῳ τοῦτο τὸ πρόβλημα δόξειεν,2 ὥστε καὶ οἴεσθαί πως ἤδη δεδεῖχθαι τὸ νῦν προκείμενον διά τινων ἐπιχειρήσεων, ἃς ἐπὶ τοῦ προλαβόντος παρέλαβεν, οἷον ὁρισμοῦ μὲν τὸ τὴν οὐσίαν δεικνύναι, ἀποδείξεως δ’ οὔ, ἀλλὰ τὸ ὑποτίθεσθαι μὲν αὐτήν, διὰ δ’ αὐτῆς ἄλλο τι δεικνύειν, καὶ ὅτι ἀρχὴ ἀποδείξεως ὁ ὁρισμός, ἡ δὲ ἀρχὴ ἀναπόδεικτος, καὶ τὰ τοιαῦτα. ἐκεῖ μὲν γὰρ ἐζητεῖτο, εἰ τὸ αὐτὸ γινώσκειν δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως δυνατόν· νῦν δὲ ζητεῖται, εἰ ἔστιν ἀποδεῖξαι τὸν ὁρισμὸν ὅτι ἐκείνου ἐστὶν ὁρισμός, οὗ ὁρισμὸς εἶναι λέγεται, οἷον τὸ ζῷον λογικὸν θνητὸν ὅτι ὁρισμὸς τοῦ ἀνθρώπου ἔστιν. ἕτερον δέ ἐστι τὸ ζητεῖν εἰ πρὸς τὸ αὐτὸ ἄμφω φέρουσιν, καὶ εἰ θάτερον ὑπὸ θατέρου δείκνυται.

“关于‘是什么’,是否存在推论和证明。” 这是关于定义他承诺要探究的诸问题中的前一个,即是否存在对定义的证明,或者并不存在。既然不久前在表明定义与证明互不相同、且由它们所表明的事物也互不相同时,他将通过证明所表明的事物有别于“是什么”置于假定之列,当时他说定义表明“是什么”,而证明表明“为什么”,因此在说了“或者并不存在”,并否定了存在对定义的证明之后,他接着补充道“正如刚才的讨论所假定的那样”。因为当他说证明不是关于“是什么”而是关于“为什么”时,他完全假定了定义根本无法被证明;因为如果“是什么”和“为什么”是不同类的问题且互不隶属,而证明是关于“为什么”而不是关于“是什么”的,那么它又如何能证明作为“是什么”的定义呢?然而,这一个问题按理并不会被认为与前一个问题相同,以至于在某种程度上认为当前提出的问题已经通过他在前一个问题中所采用的某些论证得到了表明——例如表明本质属于定义而不属于证明,相反,假定本质并通过它表明其他事物才属于证明,以及定义是证明的原理,而原理是不可证明的,诸如此类。因为在那里探究的是,是否可能通过定义和通过证明认识同一事物;而现在探究的则是,是否可能就定义证明它是其所被称为其定义之物的定义,例如证明“有理性的有死的动物”是人的定义。探究两者是否导向同一事物,与探究一者是否由另一者表明,乃是两回事。

§1.64

"Ὁ μὲν γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ μέσου." Τὰ δύο ταῦτά ἐστι λήμματα, καθάπερ εἴρηται πρότερον, ἃ δὴ ἐξ ἀνάγκης εἴληφε χρήσιμα αὐτῷ ἑπόμενα πρὸς τὸ ἀνασκευάσαι τὸν λέγοντα λόγον τὸν ὁρισμὸν ἀποδείκνυσθαι· ὅσων δὲ δεῖ πρὸς σαφήνειαν τῆς λέξεως, ταῦτα εἴρηται πρότερον. τὸ δὲ ταῦτα δὲ ἀνάγκη ἀντιστρέφειν διττῶς ἔστιν ἐκλαβεῖν· ἢ γὰρ τούτοις συντάξαι δεῖ ἢ τοῖς ἐφεξῆς ἐπιφερομένοις. εἰ μὲν οὖν τούτοις, τοῦ δευτέρου λήμματός ἐστι μέρος, ὡς ἀναγκαῖον ὂν ἀντιστρέφειν τὰ ἐν τῷ τί ἐστι καὶ ἴδια. ὡς γὰρ εἴρηται, πολλὰ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ οὐκ ἀντιστρέφει, ὡς τὰ γένη καὶ αἱ διαφοραί, πολλὰ δὲ ἀντιστρέφει καὶ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται ὡς τὰ ἁπλῶς ἴδια. οἱ δὲ ὁρισμοὶ ἄμφω ἔχοντες, τό τε ἐν τῷ τί ἐστι λέγεσθαι καθ’ ὧν λέγονται, τό τε ἴδιον εἶναι, τῶν μὲν τῷδε τῶν δὲ τῷδε διενηνόχασι. καὶ δῆλον μὲν ἦν ἐκ τοῦ εἰπεῖν ἴδιον εἶναι τὸν ὁρισμὸν ὅτι καὶ ἀντιστρέφει· ὅμως δὲ προσέθετο καὶ τοῦτο ὡς ἐπισημαινόμενος· ἔσται γὰρ χρήσιμον τοῖς ἑξῆς. καὶ εἰ οὕτως τὴν τοῦ λόγου ληψόμεθα σύνταξιν, τὸ εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον ἐφεξῆς λεγόμενον οὐχ ὡς κατασκευῆς πρὸς τὸ προλαβὸν ἐπιφερομένης τὸν γὰρ ἕξει σύνδεσμον, ἀλλ’ ὡς ἐκείνου μὲν τοῦ λόγου ἀπηρτισμένου, ἀπ’ ἄλλης δὲ ἀρχῆς ἑτέρου ἐπαγομένου τὸ γὰρ ἀντὶ τοῦ δὲ ἢ ἀντὶ τοῦ δή, ὡς παραπληρωματικὸν ἔχοντος.3 εἰ δὲ μέχρι τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται τὰ λήμματα ἀπαρτίζοιτο, εἴη ἂν τὸ ταῦτα δὲ ἀνάγκη ἀντιστρέφειν τοιαύτης ἐννοίας ἐχόμενον· ‘ταῦτα δὲ τὰ εἰς κατασκευὴν καὶ ἀπόδειξιν τοῦ ὁρισμοῦ λαμβανόμενα ἀνάγκη τοιαῦτα εἶναι οἷα καὶ ἀντιστρέφειν πρὸς ἄλληλα.’ εἶτα ἕξει τὸ ἑξῆς κατασκευαστικῶς ἐπαγόμενον.

“因为推论是通过中项表明某物关于某物成立的。” 如前所述,这两个前提是他为了驳斥主张定义可被证明的论点,作为必然随之而来且对他有用的东西而采纳的;凡对于字句的明晰性所必需的事项,前面均已说明。而“但这些必须换位”这一句则可以有两种理解方式:它或者必须与这些[前面的文句]连结,或者必须与后文紧接着补充的内容连结。如果与这些连结,它就是第二个前提的一部分,理由是在“是什么”之中且固有的事物必然发生换位。因为如前所述,有许多事物在“是什么”中被述说却不换位,例如类和种差;也有许多事物换位却不在“是什么”中被述说,例如单纯的固有属性。但定义兼具二者——既在其所被述说的对象上于“是什么”中被述说,又具有固有性——因而在这一方面有别于前者,在另一方面有别于后者。虽然从他说定义是固有属性这一点已清楚表明它也换位,但他仍然补充了这一条以作强调;因为这对于下文将是有用的。如果我们这样理解文句的结构,那么紧接着说的“因为如果 Α 是 Γ 的固有属性”,其中的连接词“因为”就不是作为针对前文提出的确立依据,而是既然前一个论述已经完结,作为从另一个开端引出的另一论述,把“因为”当作“但是”或“确实”的代用词,具有充实语气的填补功能。如果前提截止到“在‘是什么’中被述说”就已经完结,那么“但这些必须换位”就会具有如下涵义:“即为了确立和证明定义而采纳的这些[词项],必须是彼此也发生换位的那样一类东西”。这样一来,接下来的内容就会以确立论据的方式被引出。

语法注3 条
  1. 1.63ἐπειδὴ δὲ δεικνύων ἔναγχος ἕτερα ἀλλήλων εἶναι ὁρισμὸν καὶ ἀπόδειξιν

    该长句的基本骨架为 ἐπειδὴ ... ἔλαβεν ... διὰ τοῦτο εἰπὼν ... ἐπήνεγκε(“由于……他假定了……因此在说了……之后补充道……”)。分词 δεικνύων 是伴随/时间分词,与从句中的未完成时动词 ἔλεγεν 呼应,表明先前讨论展开时的伴随动作。

  2. 1.63οὐκ ἂν δὲ εὐλόγως ταὐτὸν εἶναι τῷ προτέρῳ τοῦτο τὸ πρόβλημα δόξειεν

    οὐκ ἂν ... δόξειεν 为潜在祈愿语气(potential optative),意为“按理不会被认为……”。其后的 ὥστε 引导表示结果的不定式结构(ὥστε καὶ οἴεσθαι),旨在警惕不可误认为先前问题的解决已经连带解决了当前提出的课题。

  3. 1.64ἀπ’ ἄλλης δὲ ἀρχῆς ἑτέρου ἐπαγομένου τὸ γὰρ ἀντὶ τοῦ δὲ ἢ ἀντὶ τοῦ δή, ὡς παραπληρωματικὸν ἔχοντος

    在独立属格结构(ἐκείνου μὲν τοῦ λόγου ἀπηρτισμένου, ἀπ’ ἄλλης δὲ ἀρχῆς ἑτέρου ἐπαγομένου)之后,分词 ἔχοντος 在语法上松散地修饰 ἑτέρου(另一个论证)或隐含的主体,说明此处 γάρ 并不作因果说明,而是替代 δέ 或 δή 作为语气填补词(παραπληρωματικόν)使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:55.19-56.32