← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§54.14-55.18

基于词项换位与否说明定义不可论证的两难

厄斯特拉齐奥提出了一个两难论证,表明通过推论证明定义是不可能的:如果中项与两极端可换位(即作为定义被截取),就会犯下乞题的错误;如果不可换位而仅仅是随从,结论就仅仅表明某种属性归属,而无法论证出定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.62#4

εἰ δὲ μὴ ἀντιστρέφει τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν πρὸς τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν, ἀλλ’ ἕπεται ἁπλῶς, καὶ τοῦτο αὖθις τῇ ψυχῇ, οὐκ ἔσται τὸ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν τὸ τί ἦν εἶναι τῇ ψυχῇ, ἀλλ’ ἀληθές ἐστιν εἰπεῖν μόνον ὅτι ἐστὶν ἡ ψυχὴ ἀριθμὸς αὐτὸς αὑτὸν κινῶν, οὐ μὴν δὲ καὶ ὁρισμός ἐστιν αὐτῆς τοῦτο. οὐ προέκειτο δὲ δεῖξαι τὸ μόνον ὑπάρχειν ἀλλὰ τὸ οὕτως ὑπάρχειν, ἤτοι ὡς ὁρισμόν. καὶ οὐ μόνον ἐπὶ τούτων τῶν εἰρημένων, ἀλλὰ καὶ ἐπὶ πάντων ἁπλῶς οὕτως ἕξει. εἰ γὰρ τὸ Α ὁρισμὸς τοῦ Β καὶ τοῦτο τοῦ Γ, ἔσται τὸ Α ὁρισμὸς τοῦ Γ, καὶ ᾔτηται οὕτω τὸ ἐν ἀρχῇ. ταὐτὸν γὰρ τὸ Β τῷ Γ, εἰ ἀντιστρέφει ταῦτα πρὸς ἄλληλα, καὶ ταὐτόν ἐστι λαβεῖν τὸ Α κατὰ τοῦ Β καὶ κατὰ τοῦ Γ· ὥστε ὅτε ἐλαμβάνομεν τὸ Α κατὰ τοῦ Β, καὶ κατὰ τοῦ Γ ἐλαμβάνομεν, ἀντιστρεφόντων ἀλλήλοις τῶν ΒΓ, καὶ οὕτως ᾐτούμεθα τὸ ἐν ἀρχῇ· οὐ γὰρ ὡς τὰ τυχόντα τῶν ἀντιστρεφόντων τὰ ΒΓ λαμβάνομεν, ἀλλ’ ὡς ὁρισμόν τε καὶ ὁριστόν. οὐ μόνον δέ, ἀλλὰ καὶ ὅτε τὸ Β ὁρισμὸν ὄντα κατὰ τοῦ Γ λαμβάνομεν, τὸ ἐν ἀρχῇ αἰτούμεθα, εἰ ὡς ὁρισμὸν τοῦ Γ τὸ Β κατηγοροῦμεν· ζητουμένου γὰρ ὁρισμοῦ τοῦ Γ εἴληπται τὸ Β ὁρισμὸς τοῦ Γ. εἰ δὲ μὴ ὡς ὁρισμοὶ ἀλλ’ ὡς ἀκολουθοῦντα ἁπλῶς λαμβάνονται τὸ μὲν Α τῷ Β, τὸ δὲ Β τῷ Γ, οὐκ ἔσται ὁρισμὸς τὸ Α τοῦ Γ, ἀλλ’ ἔσται μόνον αὐτῷ· καὶ τοῦτο οὐ μόνον ἐπὶ τῶν ἐν ὑποκειμένῳ καὶ ἐν ἑτέρῳ τὸ εἶναι ἐχόντων εὑρήσομεν, ἀλλὰ καὶ ἐπὶ τῶν οὐσιῶν καὶ οὐσιωδῶς λεγομένων κατά τινων, ὧν ἕκαστον ὅπερ τί εἶναι λέγεται καὶ αὐτὸ καὶ τὸ αὐτῷ ὑποκείμενον ὅπερ ἐκεῖνο τί ἐστιν.1 οὐ γὰρ πᾶν τὸ οὐσιωδῶς λεγόμενον κατά τινος καὶ τί ἐστιν ἐκεῖνο ἔστι· σχολῇ γ’ ἂν τὸ μὴ ὡς μέρος ὂν ἔν τινι καὶ χωρὶς τοῦ ἐν ᾧ ἐστι μὴ εἶναι δυνάμενον.2 τί δέ ἐστιν ὅ φημι; τὸ γὰρ ζῷον οὐσία ὂν ὅπερ τί ἐστι, τοῦτ’ ἔστιν οὐσία. ἡ γὰρ οὐσία τί καὶ τὸ τί οὐσία, τῶν δ’ ἄλλων οὐδέν ἐστι τί, ὅσα παρὰ τὴν οὐσίαν, ἀλλ’ ἢ ποιὸν ἢ ποσὸν ἤ τις ἄλλη τῶν κατηγοριῶν. ὅ τε οὖν λόγος τοῦ ζῴου κατηγορεῖται καὶ τοὔνομα κατὰ τοῦ ἀνθρώπου, καὶ ὁ λόγος δὲ τοῦ ζῴου κατὰ τοῦ λόγου τοῦ ἀνθρώπου· ἀλλ’ οὔτε ὁ λόγος τοῦ ζῴου διὰ ταῦτα ὁρισμός ἐστι τοῦ ἀνθρώπου οὔτε τὸ ζῷον, οὐδὲ ἕν ἐστιν οὔτε τὸ ζῷον καὶ ὁ ἄνθρωπος οὔτε ὁ λόγος τοῦ ζῴου καὶ ὁ λόγος τοῦ ἀνθρώπου, οὔτε ἔτι ὁ λόγος τοῦ ζῴου τῷ ἀνθρώπῳ. ὑπάρχει τε ὁ ὁρισμὸς τοῦ ζῴου καὶ τὸ ζῷον τῷ τε λόγῳ τοῦ ἀνθρώπου καὶ τῷ ἀνθρώπῳ, ἀλλ’ οὐχ ὡς ὁρισμοί. εἰ γὰρ καὶ ἐν τῷ τί ἐστι κατηγοροῦνται, ἀλλ’ οὐχὶ καὶ ἰδίᾳ· ὑπέκειτο δ’ ἐξ ἀρχῆς ἄμφω ἔχειν τὸν ὁρισμόν. ἃ οὖν ἐν τῷ περὶ ὁρισμοῦ συλλογισμῷ λαμβάνει τις κατηγορούμενα, ἢ ὡς ὁρισμοὺς κατηγορούμενα ταῦτα λήψεται ἢ οὔ. εἰ μὲν οὖν οὐ λήψεται, οὐδὲ ὁρισμὸν εἶναι τὸ Α τοῦ Γ συμπερανεῖ· εἰ δὲ λήψεται, τὸ ἐν ἀρχῇ αἰτήσεται πρὸ τῆς ἀποδείξεως εἰληφὼς τὸ ζητούμενον, λέγω δὴ τὸ εἶναι ὁρισμὸν τοῦ Γ τὸ Α· ἀμφοτέρως δὲ ἀνάγκη μὴ ἀποδεδεῖχθαι τὸν ὁρισμόν.

但如果“运动自身的数”并不与“其自身生命的原因”相换位,而仅仅是随从,并且后者又仅仅随从于灵魂,那么“运动自身的数”就不会是灵魂的本质所是,而仅仅是说灵魂是运动自身的数这一点为真,但这绝非灵魂的定义。然而最初的课题并不是表明它仅仅归属,而是表明它这样归属,即作为定义归属。并且不仅在上述这些例子中是如此,在一切情况下也都全然如此。因为如果 Α 是 Β 的定义,而 Β 是 Γ 的定义,那么 Α 就会是 Γ 的定义,这样最初的问题就被乞求了。因为如果 Β 和 Γ 彼此换位,Β 就与 Γ 同一,并且对 Β 截取 Α 与对 Γ 截取 Α 是同一的;因此当我们对 Β 截取 Α 时,既然 Β 和 Γ 彼此换位,我们也就是在对 Γ 截取 Α,从而我们是在乞求最初的问题;因为我们并非把 Β 和 Γ 截取为任意偶然换位的项,而是截取为定义和被定义项。不仅如此,而且当我们对 Γ 截取身为定义的 Β 时,如果我们把 Β 作为 Γ 的定义来述说,我们也是在乞题;因为原本探求的是 Γ 的定义,但 Β 却已被截取为 Γ 的定义。然而,如果 Α 归属于 Β、Β 归属于 Γ 不是作为定义被截取,而仅仅是作为随从之物被截取,那么 Α 就不会是 Γ 的定义,而仅仅会归属于它;并且我们不仅会在那些在基底中并在他物中具有其存在的事物(偶性)上发现这一点,而且也会在实体以及对某些事物在实体上被述说的事物上发现这一点,其中每一项自身被说成恰恰是某种“是什么”,作为其基底的事物也被说成恰恰是那物之“是什么”。因为并非一切在实体上对某物被述说的东西,都也就是该物的“是什么”;而对于那不是作为一部分存在于某物中且不能离开它所在之物而存在的东西(偶性)而言,[它是“是什么”]就更不可能了。那么我所说的究竟是什么意思呢?因为动物作为实体恰恰是某种“是什么”,即实体。因为实体是“什么”,而“什么”即实体,但在实体之外的其他事物中没有一个是“什么”,而要么是性质,要么是数量,要么是其他范畴之一。因此,动物的公式和名称都被述说于人,并且动物的公式也被述说于人的公式;然而,动物的公式并不因此就是人的定义,动物本身也不是,而且动物与人并不是一,动物的公式与人的公式不是一,动物的公式与人也不是一。动物的定义与动物本身都归属于人的公式以及人,但并非作为定义归属。因为即便它们是在“是什么”中被述说,却并不也是特有地被述说;而最初设定的前提是定义兼具这两者。因此,在关于定义的推论中有人作为被述说项截取的那些东西,他要么会把它们作为定义来截取述说,要么不会。如果他不这样截取,他就绝不会得出结论说 Α 是 Γ 的定义;如果他这样截取,他就必然在论证之前截取了所探求的事物,我是指 Α 是 Γ 的定义,从而乞求了最初的问题;而无论在哪一种情况下,定义都必然没有被论证出来。

语法注2 条
  1. 1.62ὧν ἕκαστον ὅπερ τί εἶναι λέγεται καὶ αὐτὸ καὶ τὸ αὐτῷ ὑποκείμενον ὅπερ ἐκεῖνο τί ἐστιν

    关系代名词 ὧν 以先行词 τῶν οὐσιῶν καὶ οὐσιωδῶς λεγομένων 为指向,引导关系从句。从句主语为 ἕκαστον,搭配谓语补足语结构 ὅπερ τί εἶναι λέγεται(“被说成恰恰是某种‘是什么’”)。随后的 καὶ... καί 连接两个并列成分:αὐτό(实体本身)与 τὸ αὐτῷ ὑποκείμενον(作为其基底的事物),而句末的 ὅπερ ἐκεῖνο τί ἐστιν 则作进一步同格限定或谓语补充,意为“恰恰是那物之‘是什么’者”。

  2. 1.62σχολῇ γ’ ἂν τὸ μὴ ὡς μέρος ὂν ἔν τινι καὶ χωρὶς τοῦ ἐν ᾧ ἐστι μὴ εἶναι δυνάμενον

    成语性结构 σχολῇ ἄν 带有反诘或推论性质,意为“更不用说……”、“更不可能……”,此处省略了潜在希求法动词(如 εἴη)。它承接前句“并非一切在实体上被述说之物都是‘是什么’”,以表示偶性定义的名词化分词短语(“不是作为一部分存在于某物中且不能脱离其所在之物而存在者”)作为主语,构成由强到弱(a fortiori)的反诘,表明偶性更绝不可能是本质(“是什么”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:54.14-55.18