← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§53.6-54.14

定义三段论中的乞题谬误与克赛诺克拉底之例

欧斯特拉提乌斯指出,试图通过三段论论证定义必然导致乞题,因为中项必须作为小项的定义而被直接预设,并以克赛诺克拉底关于灵魂定义的论证为例说明此种谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.62#3

εἰ γὰρ ὁρισμοὶ τὰ ἐν ταῖς προτάσεσιν ἄμφω κατηγορούμενα, τὸν μὲν μείζονα ὅρον ἔστι λέγειν ὡς διὰ μέσου τινὸς συνάγεται· περὶ δέ γε τοῦ μέσου οὐδὲν ὅλως ἔσται εἰπεῖν ἢ ὅτι αὐτόθεν ὅρος ἐστὶ λαμβανόμενος τῷ ἐσχάτῳ,1 ὅπερ ἦν τὸ ζητούμενον. τοῦτο δὲ καὶ ἐπὶ τῶν πραγμάτων δείκνυσι τὸ Γ μὲν ἤτοι τὸ ὁριστὸν τὸν ἄνθρωπον θέμενος, τὸ δὲ Α ἤτοι τὸν περὶ αὐτοῦ ἀποδειχθῆναι ζητούμενον ὁρισμὸν τὸ ζῷον δίπουν εἴθ’ ὅ τις ἕτερον βούλοιτο· εἰ οὖν τὸ Β μέσον λαβὼν διὰ τούτου τὸ Α ἤτοι τὸ ζῷον δίπουν ἢ ἄλλο τι κατὰ τοῦ Γ τοῦ ἀνθρώπου μέλλει συνάξαι, ἔσται τὸ μὲν Α τὸ ζῷον δίπουν κατὰ τοῦ Β κατηγορούμενον, ὡς μὴ ἐνὸν ἄλλως ἢ δι’ αὐτοῦ ἐκεῖνο κατὰ τοῦ Γ τοῦ ἀνθρώπου συναγαγεῖν, ἔσται δὲ καὶ τὸ Β λόγος τις ἕτερος μέσος ἀμφοῖν τῶν ἄκρων τιθέμενος καὶ δι’ ἑαυτοῦ ταῦτα συνάγων εἰς ἕν· ἔσται ἄρα κἀκεῖνο ἤτοι τὸ Β τί ἐστιν ἄνθρωπος, καὶ ἰδοὺ ἐπὶ τοῦ μέσου, ταὐτὸν δὲ εἰπεῖν ἐπὶ τοῦ κατηγορουμένου ἐν τῇ ἐλάττονι προτάσει, λαμβάνεται τὸ ζητούμενον. ὁ γὰρ ὁρισμὸς ἐζητεῖτο, εἴληπται δὲ οὗτος αὐτόθεν τοῦ ἀνθρώπου κατηγορούμενος· μᾶλλον δὲ καὶ οὗτος κυρίως ὅρος, μὴ διὰ μέσου τινὸς ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ παριστῶν τὴν οὐσίαν τοῦ πράγματος. ἐπεὶ δὲ ἀπόδειξις προηγουμένως μὲν ἡ ἐκ πρώτων καὶ ἀμέσων συνισταμένη,2 λέγομεν δὲ ἀπόδειξιν κἀκείνην τὴν ἐκ τοιούτων συνισταμένην ἃ ἐκ πρώτων καὶ ἀναποδείκτων ἀποδείκνυται, ἐπὶ τοῦ ὁρισμοῦ εἰ μέλλει τις ποιεῖσθαι ἀπόδειξιν, πρῶτα δεῖ τοῦτον καὶ ἄμεσα λαβεῖν, καὶ ἐπὶ τοιούτων σκοπεῖν εἰ ἐνδέχεται ὁρισμὸν ἀποδείκνυσθαι. μεταξὺ γὰρ ὁρισμοῦ τε καὶ ὁριστοῦ οὐδὲν ἐνδέχεται εἶναι, ὥστ’ ἐπεὶ τὸν μέσον ὁρισμὸν εἶναι δεῖ λαβεῖν τοῦ ἐλάττονος, δεῖ τοῦτον ἀμέσως κατηγορεῖσθαι, καὶ τούτου αὖθις τὸν μείζονα. ἄλλως τε εἰ τὰ καθ’ αὑτὰ συμβεβηκότα διὰ πρώτων καὶ ἀμέσων ἀποδείκνυται, πολλῷ μᾶλλον τὸ τί ἐστι παντὸς οὑτινοσοῦν, εἰ ἀποδείκνυται, διὰ τοιούτων ἀποδειχθήσεται, παντὸς οὑτινοσοῦν ἑτέρου οἰκειότατον ὑπάρχον τῷ πράγματι. γίνεται δὲ καὶ ὃ λέγομεν φανερώτερον, εἰ οὕτως ποιήσομεν· δῆλον γὰρ ἔσται οὕτως ὅτι ὃ δεῖ δεῖξαι, τοῦτο λαμβάνομεν. εἰ γὰρ τὸ ζῷον λογικὸν θνητόν, εἰ τύχοι, μέσον ληψόμεθα, καὶ οὐκ ἀμέσως τοῦτο τοῦ ἀνθρώπου κατηγορήσομεν, ἀλλά τι ληψόμεθα μεταξύ, οἷον τὸ γελαστικόν, ὑπονοήσειεν ἄν τις ὅτι οὐκ αὐτόθεν τὸ ζητούμενον εἴληπται. ἀλλ’ οὐδεμία χρεία τοῦ γελαστικοῦ πρὸς τὸ κατηγορηθῆναι τοῦ ἀνθρώπου τὸ αὐτοῦ τί ἐστι, οὐδὲ δεῖ ἑτέρου τινὸς εἰς τοῦτο. τὸ αὐτὸ δὲ ἁμαρτάνουσι καὶ οἱ ἀντιστρέφοντας λόγους πρὸς ἀλλήλους λαμβάνοντες, κἀντεῦθεν ὁρισμὸν ἀποδεικνύναι οἰόμενοι· τὸ ἐξ ἀρχῆς γὰρ αἰτοῦνται καὶ οὗτοι λαμβάνοντες ὡς ὁμολογούμενον τὸ ζητούμενον, οἷον ὥσπερ ἐποίει Ξενοκράτης· δεῖξαι γὰρ βουλόμενος εἶναι τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα, ἔλαβε πρότερον εἶναι τὴν ψυχὴν τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν,3 τοῦτο δ’ αὖθις ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα, καὶ οὕτω συνεπέραινε τὴν ψυχὴν εἶναι ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα. οὕτως οὖν ποιῶν ἐξ ἀνάγκης αἰτεῖται τὸ ἐν ἀρχῇ προτεθὲν εἰς ζήτησιν. εἰ γὰρ ἀντιστρέφει ἡ ψυχὴ πρὸς τὸ αὐτὸ αὑτῷ αἴτιον τοῦ ζῆν, ταὐτόν ἐστι τούτῳ, καὶ ταὐτόν ἐστι λαβεῖν κατὰ τούτου τὸ ἀριθμὸν εἶναι αὐτὸν ἑαυτὸν κινοῦντα καὶ κατὰ τῆς ψυχῆς. ὥστε καὶ ὅτε ἐλάμβανε τὸ ἀριθμὸν αὐτὸν αὑτὸν κινοῦντα κατὰ τοῦ αἰτίου αὐτοῦ ἑαυτῷ τοῦ ζῆν, κατὰ τῆς ψυχῆς ἐλάμβανεν. ἦν δὲ τὸ ἐν ἀρχῇ, εἰ ἡ ψυχὴ ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν· ὥστε δῆλον ὅτι τὸ ἐν ἀρχῇ εἴληφεν.

因为如果在这两个前提中所述说的项都是定义,那么关于大项,可以说它是通过某个中项被推导出来的;但关于中项,则全然无可言说,除了说它自始就是作为最末项的定义而被截取的,而这正是原本所探求的。并且他也在实际事物中表明了这一点,将 Γ 即被定义项设为人,将 Α 即关于它所探求要被论证的定义设为两足动物,或人们所希望的任何其他东西。因此,如果有人截取了 Β 作为中项,并打算通过它将 Α 即两足动物或其他某种属性推导归属于 Γ 即人,那么 Α 即两足动物将被述说于 Β,因为除通过它之外不可能将那一项推导归属于 Γ 即人,并且 Β 也将是放置在两极端之间并通过自身将它们结合为一体的另一种公式;因此那一项即 Β 也将是人是什么,看哪,在中项中——换句话说,在小前提中所述说的项中——所探求的事物已被截取了。因为原本探求的是定义,但这一项自始就被截取为述说于人;甚至更确切地说,这才是本义上的定义,它不是通过某个中项,而是由其自身并凭借自身呈现事物的本质。然而,由于论证严格而言是由最初且无媒介的前提构成的,尽管我们也把由那些从最初且不可论证的前提中被论证出来的前提构成的推论称为论证,所以如果在定义的情况下有人打算进行论证,他就必须截取最初且无媒介的前提,并在这些前提中考察定义是否容许被论证。因为在定义和被定义项之间不可能有任何中介,所以既然必须截取中项作为小项的定义,这一中项就必须被无媒介地述说,而大项又必须无媒介地述说于此中项。此外,如果自身固有的属性是通过最初且无媒介的前提被论证的,那么无论何物的“是什么”,若它是被论证的,就远远更加会通过这样的前提被论证,因为它比任何其他事物都最固有地归属于该事物。如果我们像下面这样做,我们所说的话也会变得更加清楚;因为这样就会显明,必须表明的东西,这正是我们所截取的。因为,假设我们截取理性的有死动物作为中项,并且不把它无媒介地述说于人,而是截取某种中介之物,比如能笑的,有人就可能会猜疑所探求的事物并非自始被截取。但是为了将人的“是什么”述说于人,能笑的根本毫无必要,对此也无需任何别的东西。那些截取彼此可换位的公式并由此认为可以论证定义的人,也犯了同样的错误;因为他们也是在乞题,将所探求的事物当作已获公认之物来截取,正如色诺克拉底所做的那样。因为他想要表明灵魂是一个运动自身的数,便首先截取灵魂是其自身生命的原因,进而又将这一原因截取为运动自身的数,并由此得出结论说灵魂是运动自身的数。因此他这样做,必然是在乞求最初被提出用于探求的问题。因为如果灵魂与“其自身生命的原因”可换位,它就与此物同一,而对此物截取“作为运动自身的数”与对灵魂截取这一点是完全同一的。因此,当他对“其自身生命的原因”截取“运动自身的数”时,他同样是在对灵魂截取它。而最初的问题恰恰是灵魂是否是一个运动自身的数;因此显然,他截取了最初的问题。

语法注3 条
  1. 1.62αὐτόθεν ὅρος ἐστὶ λαμβανόμενος τῷ ἐσχάτῳ

    与格 τῷ ἐσχάτῳ 作为关系或基准与格依附于 ὅρος 或 λαμβανόμενος,表示“相对于最末项(小项)”。其省略的主语是前面提到的 μέσος。

  2. 1.62ἀπόδειξις προηγουμένως μὲν ἡ ἐκ πρώτων καὶ ἀμέσων συνισταμένη

    在由连词 ἐπεί 引导的从属从句中,述部省略了系动词 ἐστί,其基本结构为“ἀπόδειξις [ἐστὶ] προηγουμένως μὲν ἡ ἐκ πρώτων καὶ ἀμέσων συνισταμένη...”,其中定冠词 ἡ 承接前面的阴性名词 ἀπόδειξις。

  3. 1.62τὸ αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν

    在不定式宾格结构的述部名词短语中,中性强调代词 αὐτό(“其自身”)与反身代词配合表强调,反身代词与格 ἑαυτῷ 依附于 αἴτιον(“对于其自身是生命的原因”)。整个短语表示与“灵魂”等同的中项内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:53.6-54.14