← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§51.37-53.6

定义论证中词项的换位与中项的预设

厄斯特拉齐奥通过字母和具体实例表明,若要论证定义,则大项、中项和小项三者必须作为定义与被定义项而彼此可换位,且两个前提都必须表达定义;由此导出“是什么”在论证之前就已作为中项被假定这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.62#2

τούτων τοίνυν προειλημμένων ἐπάγει ὡς, εἰ δώσομεν τὸν ὁρισμὸν ἀποδείκνυσθαι, δεῖ τρεῖς ὅρους ληφθῆναι, μείζω καὶ μέσον καὶ ἐλάττονα· τοῦτο γὰρ εἴληπται τῇ ἀποδείξει ἐξ ἀνάγκης προσὸν ὡς εἴδει συλλογισμοῦ. ἔστιν οὖν ὁ μὲν ἐλάττων ὅρος τὸ ὁριστόν, ὁ δὲ μείζων ὁ ὁρισμός· οὕτω γὰρ πρόκειται δεῖξαι, ὅτι ὅδε ὁ λόγος τοῦδε τοῦ πράγματος ὁρισμός ἐστι. δεῖ τοίνυν, φησί, καὶ τὸν μέσον ὁρισμὸν μὲν τοῦ ἐλάττονος, ὁριστὸν δὲ τοῦ μείζονος εἶναι, ἵνα διὰ μέσου τούτου ὁ μείζων συναχθῇ τῷ ἐλάσσονι, ὅτι ὁρισμός ἐστιν αὐτοῦ. καὶ γυμνάζει τὸν λόγον ἐπὶ στοιχείων, ὡς ἔθος αὐτῷ. εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον ὡς ὁρισμὸς αὐτοῦ, δῆλον ὅτι καὶ τοῦ Β καὶ τοῦτο τοῦ Γ, ὡς εἶναι πάντα ἀλλήλων, ἤγουν ἀντιστρέφειν πάντα πρὸς ἄλληλα, καὶ εἶναι τοῦτο ἐκείνου ὁρισμὸν καὶ ἐκεῖνο τούτου ὁριστόν· ἄλλως γὰρ οὐκ ἔστιν ἀναγκαίως ἑπόμενον τὸ συμπέρασμα, ἵν’ εἴη ὁ μείζων ὁρισμὸς τοῦ ἐλάττονος, εἰ μὴ διπλῆ τῶν ὅρων ἡ λῆψις γένηται. οὐ γὰρ ἁπλῶς ὑπάρχειν ζητοῦμεν τὸν μείζονα τῷ ἐλάττονι, ἀλλὰ τὸ ὡς ὅρον ὑπάρχειν· οὐκ ἂν δὲ οὕτως ὑπάρχοι, εἰ μὴ καὶ τῷ μέσῳ οὕτως εἴη καὶ ὁ μέσος ὡσαύτως τῷ ἐλάττονι. τὸ γὰρ οὕτως ἢ οὕτως ὑπάρχειν λέγεσθαι τῷδε τόδε κατὰ τρόπον ἐστὶ λεγόμενον, καὶ οὗπερ ἂν τρόπου αἱ προτάσεις ἄμφω οὖσαι τυγχάνοιεν, τοῦ αὐτοῦ δεῖ ὑπάρχειν καὶ τὸ συμπέρασμα· ὡς μὴ ἐνδέχεσθαι τῆς μιᾶς οὔσης ἀνομοιοτρόπου τῇ ἑτέρᾳ ἄλλως ἔχειν τὸ συμπέρασμα ἀλλ’ ἢ τῇ χείρονι ἕπεσθαι, ἤγουν τῇ ἁπλῶς καὶ μὴ ὡς ὅρον ἐχούσῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ ὑπάρχοντα, ὡς δέον πανταχοῦ τῇ χείρονι τῶν προτάσεων τὸ συμπέρασμα ἕπεσθαι καθ’ ὃν ἂν τρόπον αὐτῇ τὸ χείρονι εἶναι πρόσεστιν, εἴτε κατὰ ποσὸν εἴτε κατὰ ποιὸν εἴτε κατὰ τρόπον. ὃ γὰρ Ἀριστοτέλης περὶ τῆς μείζονος λέγει ἀναγκαίας, ὡς αὐτῇ ἑπομένου τοῦ συμπεράσματος, κἂν ᾖ ἡ ἐλάττων ὑπάρχουσα, οὐδενὶ ἀρέσκει τῶν μετ’ αὐτὸν1 ὡς οὐχ οὕτως ἐγχωροῦν ἐν τοῖς πράγμασι. δεῖ τοίνυν καὶ τὸ Α ὅρον εἶναι τοῦ Β καὶ τὸ Β τοῦ Γ, καὶ οὕτως ἔσται τὸ Α ὅρος τοῦ Γ. ἴδωμεν δὲ τὸ λεγόμενον κἀπὶ τῶν πραγμάτων, ἵν’ εἴη καὶ ἐκ τούτων δῆλον ὅτι καὶ ἐπ’ ἀμφοτέρων ἀναγκαῖον εἶναι τῶν διαστημάτων τὸ τί ἐστιν, εἰ μέλλει ὁ ὁρισμὸς ἀποδείκνυσθαι. ἔστω τὸ Α οὐσία ἔμψυχος αἰσθητική, τὸ Β ζῷον, τὸ Γ ἄνθρωπος. οὗ δὴ ὁρισμὸς τοῦ ἀνθρώπου τὸ οὐσία ἔμψυχος αἰσθητική ἐστιν,2 ἀλλὰ κατηγορηθήσεται μέν, οὐχ ὡς ὅρος δέ, ἐπεὶ μηδὲ ἴδιον μηδὲ ἀντιστρέφει. εἴληπται δὲ τὸν ὅρον ἴδιον εἶναι καὶ ἐν τῷ τί ἐστι. καὶ οὕτω μὲν μὴ ἐχούσης τῆς ἐλάττονος τὸ τί ἐστιν· ἔστω δὴ τὸ ἀνάπαλιν, καὶ τὸ μὲν Α οὐσία, τὸ δὲ Β οὐσία ἔμψυχος αἰσθητική, τὸ δὲ Γ ζῷον. οὐ δὴ ἔσται ἡ οὐσία ὅρος τοῦ ζῴου. πάλιν ἔστων μὲν ὁρισμοὶ ἄμφω, οὐ μὴν ἀλλήλων τε ἰδίᾳ καὶ τοῦ ἐλάττονος, οὐδὲ οὕτω τὸ προκείμενον συναχθήσεται· ἔστω γὰρ τὸ μὲν Α οὐσία ἔμψυχος αἰσθητική, τὸ δὲ Β ζῷον πεζὸν δίπουν, τὸ δὲ Γ ἄνθρωπος. τὸ οὖν οὐσία ἔμψυχος αἰσθητικὴ κατηγορηθήσεται μὲν τοῦ Γ, οὐ μὴν ἔσται ὅρος αὐτοῦ οὐδὲ ἴδιον. δῆλον ἄρα ἐκ τούτων ὅτι δεῖ τὰ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν κατηγορούμενα ὅρους εἶναι τούτων ὧνπερ κατηγοροῦνται, εἰ δι’ ἀποδείξεως δοίημεν τὸν ὅρον εὑρίσκεσθαι. ἀλλ’ εἰ ταῦθ’ οὕτως ἔχει, πρὸ τῆς ἀποδείξεως ἔσται τὸ τί ἐστι λαμβανόμενον ὡς μέσος ὅρος.

因此,在预先假定了这些事情之后,他引出:如果我们承认定义是被论证的,就必须采用三个项:大项、中项和小项;因为这一点已被承认为必然归属于作为三段论之一个种的论证。于是,小项是被定义项,而大项是定义;因为所提出的正是要表明“这一公式是该事物的定义”。因此他说,中项也必须既是小项的定义,又是大项的被定义项,以便通过这一中项,大项能够被推导为归属于小项,即作为其定义。并且他按照自己的习惯,以字母为对象来操练这一论证。因为如果 Α 作为 Γ 的定义而为其所特有,显然 Α 对 Β 也是特有的,而此 Β 对 Γ 也是特有的,以至于所有的项都互属,即彼此完全可换位,并且这一项是那一项的定义,而那一项是这一项的被定义项;因为否则的话,大项作为小项的定义这一结论就不是必然随之而来的,除非项的截取是双重的。因为我们并非单单探求大项纯然归属于小项,而是探求它作为定义而归属;而如果大项对中项并非如此,且中项对小项并非同样如此,大项便不可能这样归属。因为某物被说成以这种或那种方式归属于某物是依样态而言的,而无论两前提恰好具有何种样态,结论也必须具有相同的样态;以至于当一个前提与另一个前提在样态上不同时,结论不可能有别的形式,而只能依从较劣的前提,即依从那个述词纯然归属于主词而非作为定义归属的前提,正如结论处处都必须依从前提中较劣的一方一样,无论“为较劣者”归属于它的方式是根据量、根据质,还是根据样态。因为亚里士多德关于大前提为必然时所说的——即即使小前提是实然的,结论也依从大前提——并不为他之后的任何人所赞同,理由是在实际事物中并非如此容许。因此,Α 也必须是 Β 的定义,而 Β 必须是 Γ 的定义,这样 Α 才会是 Γ 的定义。让我们在实际事物上也看一下所说之理,以便从这些例子中也能明白,若定义要被论证,则在两个间隔中都必须必然具有“是什么”。设 Α 为有生命具感觉的实体,Β 为动物,Γ 为人。有生命具感觉的实体决不是人的定义,它虽会被述说,但并非作为定义被述说,因为它既非特有,亦不可换位。而定义已被设定为既是特有的,又在“是什么”中归属。当小前提不包含“是什么”时,情况就是如此。现在将其倒过来:设 Α 为实体,Β 为有生命具感觉的实体,Γ 为动物。实体决不会是动物的定义。再者,假定两者都是定义,但并非彼此特有以及对小项特有;即使这样,所提出的观点也不会被推导出来。因为设 Α 为有生命具感觉的实体,Β 为两足陆生动物,Γ 为人。于是,有生命具感觉的实体固然会被述说于 Γ,但决不会是它的定义,亦非其特有属性。由此可见,如果我们承认定义是通过论证发现的,那么在两个前提中所述说的项就必须是它们所被述说的那些项的定义。但如果这些情况如此,则“是什么”将在论证之前就作为中项被采用了。

语法注2 条
  1. 1.62ὃ γὰρ Ἀριστοτέλης περὶ τῆς μείζονος λέγει ἀναγκαίας, ὡς αὐτῇ ἑπομένου τοῦ συμπεράσματος, κἂν ᾖ ἡ ἐλάττων ὑπάρχουσα, οὐδενὶ ἀρέσκει τῶν μετ’ αὐτὸν

    主语为关系代词分句 ὃ ... λέγει(“亚里士多德所说之言”),主谓语动词为 οὐδενὶ ἀρέσκει。短语 ὡς αὐτῇ ἑπομένου τοῦ συμπεράσματος 为属格独立结构,说明其所称之内容,其中内嵌让步从句 κἂν ᾖ。其后的 ὡς οὐχ οὕτως ἐγχωροῦν 为无人称分词的宾格独立结构,说明后继者不赞同该观点的理由。

  2. 1.62οὗ δὴ ὁρισμὸς τοῦ ἀνθρώπου τὸ οὐσία ἔμψυχος αἰσθητική ἐστιν

    印本中的 οὗ δὴ 实为 οὐ δή(否定词 οὐ 加上语气助词 δή),构成强烈的否定断言(“决不是……”)。根据上下文,厄斯特拉齐奥指出“有生命具感觉的实体”绝非人的定义,因为它既非特有亦不可换位(οὐχ ὡς ὅρος, ἐπεὶ μηδὲ ἴδιον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:51.37-53.6