- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:50.25-51.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉吉奥斯阐释了亚里士多德如何着手探讨关于“是什么”是否存在三段论或论证,论述了先前的疑难探讨如何为此论题提供了必要的预备根据,并提出了关于三段论和定义特有属性的两个引理。
" Τοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμὸς καὶ ἀπόδειξις, ἢ οὐκ ἔστι, καθάπερ νῦν ὁ λόγος ὑπέθετο." Τέσσαρα ταῦτα περὶ ὁρισμοῦ ζητῆσαι προέθετο, πῶς τὸ τί ἐστι δείκνυται, τίς ὁ τρόπος τῆς ἀναγωγῆς αὐτοῦ πρὸς συλλογισμὸν καὶ ἀπόδειξιν, τί ἐστιν ὁρισμὸς καὶ τίνων. ἀναμεῖναι δὲ μικρὸν τὸν περὶ τούτων ἐάσας λόγον1 ἀναγκαίως μετέβη ἐπὶ ζήτησιν ἑτέραν, ἐν ᾗ ἐζητεῖτο, εἰ ταὐτὸ καὶ κατὰ τὸ αὐτὸ εἰδέναι ἐνδέχεται δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως, ἵν’ ἐκ τούτου φανείη εἰ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις· τοῦ γὰρ ἑνὸς ᾗ ἓν ἡ αὐτὴ ἐπιστήμη. πῶς δὲ τοῦτο ἀναγκαῖόν ἐστι ταῖς περὶ ὅρου ζητήσεσιν; ἐπειδὴ πολλὰ περὶ ἀποδείξεως εἴρηται, ἔμελλε δὲ καὶ περὶ ὅρου λέγεσθαι ἕτερα, ἀναγκαῖον ἦν εἰδέναι εἰ περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ λεγόμενα, ὡς ἦν ὑπονοῆσαι ἐκ τοῦ λόγου οὗ αὐτὸς εἴρηκε προλαβών, ὅτι ταὐτόν ἐστιν εἰδέναι τὸ τί ἐστιν καὶ διὰ τί ἐστιν, ἢ περὶ ἑτέρου ἐστίν, ὥσπερ εἰ περὶ ζῴου ἐλέγετό τινα πρότερον, εἶτα δὲ περὶ φυτοῦ ἕτερα, ἐρρήθη δὲ ἄμφω ζῆν, κἀντεῦθεν ὑπόνοια ἐδίδοτο μή ποτε ἕν ἐστιν ἄμφω, ὡς καὶ ἀμφοῖν ἁρμόζειν τὰ ἰδίᾳ περὶ ἑκατέρου λεγόμενα, ἀναγκαῖον ἂν ἦν τὴν τούτων δηλῶσαι διαφορὰν, καὶ ὡς ἀλλήλων ἄμφω αἱ φύσεις διεστήκατον αὗται, ἵν’ εἴη δῆλον ὡς καὶ οἱ ἴδιοι ἑκατέρου λόγοι ἐκείνῳ μόνῳ ἁρμόζουσιν, οὗπέρ εἰσιν ἴδιοι, εἰ καί τινας ἴσως ἔχουσι κοινοὺς καὶ ἀμφοτέροις ἁρμόζοντας. μετὰ τὸ ἱκανῶς τοίνυν περὶ τῶν προειρημένων διαπορῆσαι περὶ τῶν προτεθέντων ζητεῖν ἀπάρχεται, καὶ πρῶτον περὶ τοῦ εἰ ἔστι τοῦ τί ἐστι συλλογισμὸς καὶ ἀπόδειξις, ὃ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν περὶ τοῦ ὅρου μελλόντων ζητεῖσθαι προτέτακται. ζητεῖ δὲ εἰ ἔστι τοῦ ὁρισμοῦ συλλογισμὸς καὶ ἀπόδειξις τοῦτο αὐτὸ συμπεραίνουσα ὅτι ὅδε ὁ λόγος τοῦδε τοῦ πράγματος ὁρισμός ἐστι· καὶ δείκνυσι τοῦτο ἀδύνατον. οὐχ ἥκιστα δὲ τῇ περὶ τούτου ζητήσει λυσιτελεῖν ἔοικε τὰ περὶ τῶν προλαβόντων ῥηθέντα, καθὰ δὴ καὶ αὐτὸς παρεμφαίνει ἐκ τοῦ λέγειν ὅτι καθάπερ νῦν ὁ λόγος ὑπέθετο. οὐ σμικρὰς γὰρ ἐμφάσεις ἔχει τὰ εἰρημένα πρὸς τὸ μὴ εἶναι τὸν ὁρισμὸν διὰ τῆς ἀποδείξεως συμπεραίνεσθαι.2 εἰ γὰρ ἀρχαὶ τῶν ἀποδείξεων οἱ ὁρισμοί, πῶς ἂν αἱ ἀποδείξεις τὰς σφετέρας ἀρχὰς ἀποδείξαιεν; καὶ εἰ ἀρχαὶ τῶν ἀποδείξεων οἱ ὁρισμοί, πῶς καὶ ὕστεροι αὐτῶν ἔσονται; τὸ γὰρ συμπέρασμα τῆς αὐτὸ περαινούσης ἀποδείξεως ὕστερον. ἀλλ’ οὐδὲ ἅμα ἄμφω, εἴ τις καὶ τοῦτο θήσειεν, ὡς ἐπιστητόν τε καὶ ἐπιστήμη· αἱ γὰρ ἀρχαὶ τῶν ὑπ’ αὐτὰς πρότεραι· καὶ εἰ ἀρχὰς ὄντας τοὺς ὁρισμοὺς αἱ ἀποδείξεις ὑποτίθενται καὶ λαμβάνουσιν, πῶς ἂν καὶ ἀποδείξαιεν τοὺς αὐτούς; καὶ εἰ ἀρχὰς ὄντας τοὺς ὁρισμοὺς ἀποδείξαιεν, ἐπ’ ἄπειρον ἔσται ἡ ἄνοδος, κἀντεῦθεν αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν οὐκ ἔσονται. ὅρα λοιπὸν ὡς καὶ διὰ ταῦτα ἀναγκαῖον ἦν ἐκεῖνα προηπορῆσθαι. πρότερον οὖν δύο τίθησι λήμματα, ἓν μὲν τῷ συλλογισμῷ, ἕτερον δὲ τῷ ὅρῳ ἑπόμενον. φησὶ γὰρ ὅτι συλλογισμὸς τὶ κατά τινος δείκνυσι διὰ τοῦ μέσου, πάντως δὲ καὶ ἡ ἀπόδειξις· εἶδος γὰρ ἡ ἀπόδειξις τοῦ συλλογισμοῦ. πᾶν γὰρ συμπέρασμα τὶ κατά τινος ἔχει λεγόμενον, κατηγορούμενον κατὰ ὑποκειμένου, εἴτε καταφατικῶς εἴτε ἀποφατικῶς. ἔστι δὲ καὶ μέσος ὁ δι’ αὑτοῦ πάντα συνάγων εἰς ἕν. τοῦτο οὖν τὸ ἴδιον τοῦ συλλογισμοῦ, ἤδη δὲ καὶ τῇ ἀποδείξει ἐξ ἀνάγκης ὑπάρχον· τοῦ δὲ ὁρισμοῦ ὅτι πᾶς ὅρος ἴδιόν τέ ἐστι καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ὁριστοῦ, κοινωνῶν τῷ μὲν ἁπλῶς ἰδίῳ κατὰ τὸ ἀντιστρέφειν, τοῖς δὲ κατηγορουμένοις οὐσιωδῶς, οἷον γένεσι καὶ διαφοραῖς, ὅτε μετὰ τοῦ γένους λαμβάνονται, κατὰ τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, διαφέρων δὲ ἑκατέρου ᾧ κοινωνεῖ πρὸς θάτερον.3
“但是关于‘是什么’,是否存在三段论和论证,抑或并不存在,正如刚才论述所假定的那样。” 他曾提出就定义探讨这四点:“是什么”如何被显明,它还原为三段论和论证的方式为何,定义是什么,以及它是关于何物的。但在让关于这些事项的论述稍作搁置之后,他必然地转向了另一项探讨;在这项探讨中所探究的是,是否可能通过定义且通过论证认识同一事物并在同一方面加以认识,以便由此表明定义与论证是否同一;因为对于单一事物作为单一事物而言,其科学是同一的。但这对于关于定义的诸项探讨何以是必然的呢?因为关于论证已经谈了许多,而关于定义也将要谈论其他内容,所以有必要知道所谈论的内容是关于同一且单一的事物——正如从他本人先前所说的“认识‘是什么’与认识‘为什么存在’是同一的”这番话中可能猜测到的那样——抑或是关于不同的事物。这就好比此前关于动物谈论了某些事情,接着关于植物谈论了另一些事情,并且说过两者皆有生命,从而让人怀疑两者是否或许是一回事,以至于就各自单独而言的内容竟适用于两者;若如此,便有必要指明它们之间的差异,以及这两种本性彼此之间如何截然不同,以便明确各自特有的表述仅适用于它们所特有的那一对象,即便它们也许拥有某些共通且适用于两者的表述。因此,在对前述诸事充分进行疑难性探讨之后,他开始探究所提出的诸课题,首先探究的是关于“是什么”是否存在三段论和论证,这在将要探讨的关于定义的事项的列举中也是被置于首位的。他探讨的是:是否存在一种得出这一结论本身(即“这一公式是该事物的定义”)的关于定义的三段论和论证;并且他表明这是不可能的。而关于先前事项所陈述的内容,对于关于此点的探讨似乎大有裨益,正如他本人通过说“正如刚才论述所假定的那样”所暗示的那样。因为所陈述的内容对于“定义不会通过论证得出结论”这一点提供了极有分量的论据。因为如果定义是论证的本原,论证又怎能证明自身的本原呢?而且如果定义是论证的本原,它们又怎会后于论证呢?因为结论是后于得出该结论的论证的。但是两者亦非同时存在(即使有人如对于可知对象与科学那样亦作出此种设定);因为本原先于其下辖之物;而且,若论证将定义作为本原予以假定并采用,它们又怎能去证明这同一批〔定义〕呢?再者,如果它们去证明作为本原的定义,那么溯推将至于无穷,由此数学诸科学将不复存在。因此且看,正是由于这些缘故,预先将那些事情作为疑难加以探讨是何等必然。于是,他首先确立了两个引理,一个伴随着三段论,另一个伴随着定义。因为他说,三段论是通过中项就某物显明某物,而论证亦断然如此;因为论证是三段论的一种形式。因为每一个结论都有就某物而说的某物,即在主词上被述说,无论是以肯定方式还是以否定方式。并且亦存在着凭其自身将一切归结为一的中项。因此,这是三段论所特有的属性,且它已必然地归属于论证;而定义所特有的属性则是:每一个定义既是特有的,又在“是什么”中被述说于被定义项,它在可换位这一点上与纯然特有的属性相通,而在“是什么”中被述说这一点上与本质性被述说者(如属以及当种差与属一同被采用时的种差)相通,但它又凭借与另一方相通之点而区别于每一方。
- 1.62ἀναμεῖναι δὲ μικρὸν τὸν περὶ τούτων ἐάσας λόγον
分词 ἐάσας(动词 ἐάω“放任、容许”的不定过去时主动态分词)统辖不定式 ἀναμεῖναι(动词 ἀναμένω“等待”的不定过去时不定式)和宾格宾语 τὸν περὶ τούτων ... λόγον。这构成了表示容许或使役的结构,意为“让关于这些事情的论述稍作等待”,即“暂且搁置关于这些问题的论述”。
- 1.62πρὸς τὸ μὴ εἶναι τὸν ὁρισμὸν διὰ τῆς ἀποδείξεως συμπεραίνεσθαι
在由 πρὸς τό 引导的带冠词不定式从句中,εἶναι 与否定词 μή 连用,带有名词性不定式 συμπεραίνεσθαι 及其逻辑主语 τὸν ὁρισμόν(宾格),起到表示“并非可能……”或冗余系词的作用,整体表示支持该结论的方向:“朝着定义不会通过论证得出结论这一点”。
- 1.62διαφέρων δὲ ἑκατέρου ᾧ κοινωνεῖ πρὸς θάτερον
关系从句 ᾧ κοινωνεῖ πρὸς θάτερον(其中与格关系代词 ᾧ 表示相通之处的方面)意为“凭借其与另一方所共有的点”,而分词 διαφέρων 则统辖属格 ἑκατέρου(“两方中的每一方”)。整个结构表达了精妙的二项对立:定义凭借与其中一方共有的特性,从而区别于另一方。
