← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§49.26-50.24

定义与论证非同一性的总结及辩证探讨

注疏家针对亚里士多德在Bekker 91a7–91a12中对定义与论证的对象差异及其互不相同的结论所作的总结进行解释,并说明此前的论述并非论证性的,而是属于辩证术和疑难性的探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.59

" Φανερὸν ἄρα ὅτι οὔτε οὗ ὁρισμός." Ἐπειδὴ ἰδίᾳ μὲν τὸ μὴ παντός, οὗ ὁρισμός, τούτου εἶναι καὶ ἀπόδειξιν ἔδειξε καὶ ἀνάπαλιν, ἰδίᾳ δ’ αὖθις τὸ μηδενός, διὰ τοῦτο καὶ τοὺς περὶ τούτων συμπληρῶν λόγους καὶ τὴν ἐπὶ τούτοις φέρων κατάστασιν τὰ δύο εἴρηκε συμπεράσματα, τό τε μὴ παντὸς καὶ τὸ ἁπλῶς μηδενός. τὸ δὲ ὥστε ὅλως τοῦ αὐτοῦ οὐδενὸς ἐνδέχεται ἄμφω ἔχειν τοῦτο δηλοῖ ὅτι ἀδύνατον ὅλως ἔχειν ἑνός τινος τοῦ αὐτοῦ ὁρισμὸν καὶ ἀπόδειξιν.

“因此,显然也并非凡有定义之物[皆有论证]。” 由于他分别表明了并非凡有定义之物皆有论证,反之亦然;接着他又分别表明了没有任何事物[两者兼有];为此,他在完成关于这些问题的论述并作出随后的论断时,道出了这两个结论,即“并非凡”与“断然无”。而“因此总体而言,对同一的任何事物都不可能兼有两者”这句话表明了:对于任何同一且单一的事物,断然不可能同时拥有定义与论证。

§1.60

"Ὥστε δῆλον ὡς οὐδ’ ὁρισμὸς καὶ ἀπόδειξις." Τὰ μὲν εἰρημένα δύο συμπεράσματα ὡς μέρος καὶ ὅλον ὑπῆρχε πρὸς ἄλληλα· ἡ γὰρ ἐπὶ μέρους ἀπόφανσις μέρος τῆς καθόλου, ὑφ’ ἥνπερ τέτακται, ὡς μέρους ὄντος τοῦ τινὸς τοῦ ἁπλῶς· τὸ δὲ νῦν, τρίτον ὂν ἐπ’ ἐκείνοις, ἕτερον πάντῃ ἐκείνων ἐστίν, ἐκ τῶν εἰρημένων ἀναφαινόμενον καὶ αὐτό, ὡς οὔτε ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις οὔτε οὕτως ἔχει πρὸς ἄλληλα, ὡς τὸ μὲν εἶναι μέρος τὸ δ’ ὅλον. τοῦτο γὰρ δηλοῖ τὸ οὔτε θάτερον ἐν θατέρῳ· ὡς γὰρ ἔχει τὰ ἐπιστητὰ πρὸς ἄλληλα, οὕτως καὶ αἱ ἐπιστῆμαι.

“因此,显然定义与论证也[非同一]。” 前述的两个结论彼此之间处于部分与全体的关系;因为特称断言是其所隶属的全称断言的部分,正如特定之物是纯然之物的部分一样。而现在的结论作为继它们之后的第三个结论,则完全不同于它们,它自身亦是由前述内容显现出来的:即定义与论证既非同一,彼此之间也不是一者为部分而另一者为全体的关系。因为“两者皆不在另一者之中”所表明的正是这一点;因为可知对象彼此如何关联,诸科学亦是如何关联。

§1.61

"Ταῦτα μὲν οὖν μέχρι τούτου διηπορήσθω." Καὶ τοῦ λόγου ἀρχόμενος τοῦ περὶ τοῦ εἰ ταὐτὸν ὁρισμῷ καὶ ἀποδείξει γινώσκειν ἔστι, καὶ εἰ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις, καὶ νῦν συμπληρῶν ὡς ἀπορητικῶς τὰ εἰρημένα εἰπὼν τὸν λόγον καθίστησιν,1 ὅτι μήπω περὶ τῶν προτεθέντων ἀποδεικτικῶς εἴρηκεν, ἀλλ’ ἐπιχειρηματικῶς τε καὶ ἀπορητικῶς, ταὐτὸν δὲ εἰπεῖν λογικῶς τε καὶ διαλεκτικῶς. τὸ γὰρ ἀπορεῖν τοῦ διαλεκτικοῦ οἰκειότερον, εἴ γε λογισμῶν ἀντικειμένων μάχη ἡ ἀπορία, τοῦτο δὲ διαλεκτικοῦ ὡς ἐφ’ ἑκάτερα πεφυκότος ἐπιχειρεῖν· ὥστε τὸ διαλεκτικῶς λέγειν ἀπορητικῶς ἐστι λέγειν, καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφει. καὶ οὐ τοῦτό φαμεν ὅτι ἐπὶ πάντων ὁ διαλεκτικὸς ἐπιχειρεῖν ἐφ’ ἑκάτερα δύναται, ἀλλ’ ὡς ἴδιον αὑτοῦ ἐστι τοῦτο, καὶ ἐφ’ ὧν μὲν ἐνδέχεται, ποιεῖ τοῦτο, ἐφ’ ὧν δὲ μή, οὔ. ἐπὶ γὰρ τῶν ἐπιστημονικῶν τε καὶ ἀναγκαίων χωρεῖ μὲν ἐπιχειρεῖν διαλεκτικῶς ἐκ δοκούντων τινῶν τὰ αὐτὰ συμπεραίνοντα τοῖς ἀποδεικτικῶς συμπεραινομένοις,2 τὰ δ’ ἐκείνοις ἀντικείμενα οὐδαμῶς· ὅμως μέντοι καὶ ἐπὶ τούτων αἱ λογικαὶ ἐπιχειρήσεις ῥηθεῖεν ἂν λογικαί τε καὶ ἀπορητικαί, ὡς κατὰ τὸν τρόπον τοῦ διαλεκτικοῦ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ προβαίνουσαι. πολλοὶ δὲ λόγοι περί τινων λεγόμενοι λογικῶς τῶν ἀποδεικτικῶν εἰσιν ἔγγιστα, οἷς μηδὲν ἐκ τῶν ἀντικειμένων ἐστὶν ἰσχυρότερον, ἀλλ’ οὐδὲ ἴσον κατὰ τὴν δύναμιν· ὁποῖοι λόγοι πολλοὶ καὶ καλοὶ περὶ ἀθανασίας τῆς λογικῆς ψυχῆς εἴρηνται.

“那么,关于这些事物的疑难,且探讨至此为止。” 无论是在开始讨论是否能够通过定义与论证认识同一事物、以及定义与论证是否同一的论述时,还是现在完成它时,他都将所言之事作为疑难性探讨陈述出来以确立其论述,因为他尚未就提出的论题作出论证性的阐述,而是作出了尝试性且疑难性的阐述——这也就是说,作出了逻辑性且辩证术式的阐述。因为提出疑难对于辩证家而言确实更为本色,倘若疑难是对立推理的交锋,而这属于天生适于从正反两方面进行论驳的辩证家;因此以辩证术方式言说即是以疑难方式言说,且前者与后者互为换位。我们并非说辩证家在一切事情上都能从正反两方面进行论驳,而是说这是他的特有属性,在可能的事情上他这样做,在不可能的事情上他则不这样做。因为在关乎科学与必然的事物上,虽然可以从某些公认的看法出发以辩证术方式进行论驳,得出与论证性得出的结论相同的结论,但得出与之对立的结论则绝不可能;然而,即使在这些事物上,那些逻辑性的论驳亦可视作逻辑性与疑难性的,因为它们是按照辩证家的方式从应答者所公认的看法出发向前推进的。关于某些事物以逻辑方式表述的许多论述,与论证性的论述极为接近,在对立的论述中没有任何论述比它们更为有力,甚至在效力上连旗鼓相当的都没有——关于理性灵魂不朽,就有许多精彩的此类论述被道出。

语法注2 条
  1. 1.61ὡς ἀπορητικῶς τὰ εἰρημένα εἰπὼν τὸν λόγον καθίστησιν

    句首的分词短语 Καὶ τοῦ λόγου ἀρχόμενος ... καὶ νῦν συμπληρῶν 以亚里士多德为逻辑主语,修饰主要动词 καθίστησιν。ὡς 与分词 εἰπών 结合,表方式或认定,构成其核心骨架:“在将此前所说之事作为疑难性探讨陈述出来之后,确立了其论述”。

  2. 1.61τὰ αὐτὰ συμπεραίνοντα τοῖς ἀποδεικτικῶς συμπεραινομένοις

    分词 συμπεραίνοντα 在语法上并非中性复数宾格,而是阳性单数宾格,与跟在非人称动词 χωρεῖ 之后的动词不定式 ἐπιχειρεῖν 的逻辑主语(即辩证家,“在得出……相同结论的同时进行论驳”)保持一致。与格 τοῖς ἀποδεικτικῶς συμπεραινομένοις 是受 τὰ αὐτά 支配的联合/同一与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:49.26-50.24