← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§48.9-49.25

揭示本质与存在的相异及科学的区别

针对亚里士多德关于表明“是什么”与表明“存在”互不相同的主张(90b38),尤斯特拉提乌斯阐明了对象之相异与科学之相异的相互关联,并结合几何学中的属种关系解释了全体与部分的例外规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.58

" Ἔτι ἕτερον τὸ τί ἐστι καὶ ὅτι ἐστὶ δεῖξαι.1" Ἐν μὲν τοῖς πρὸ τούτου δυσὶν ἐπιχειρήμασιν ἰδίᾳ ἑκάτερον ἔθετο, τό τε τῷ ὁρισμῷ καὶ τῇ ἀποδείξει δεικνύμενον, καὶ ἐκ τῆς αὐτῶν ἑτερότητος ἑτέρας καὶ τὰς περὶ αὐτὰ ἐπιστήμας ἔδειξεν, ὡς ἑκατέρα περί τι ἴδιον ἐστιν, ἀλλ’ οὐχὶ ἥδε περὶ τὸ τῆσδε ἢ ἀνάπαλιν· νῦν δὲ ἀμφότερα ὁμοῦ παρ’ ἄλληλα τίθησι, καὶ ἕτερα εἶναι λαβὼν παρὰ τῆς ἐναργείας αὐτῆς τὰ ἑκατέρᾳ ὑποκείμενα ἑτέρας ἀλλήλων καὶ τὰς περὶ αὐτὰ ἐπιστήμας ἐκ τούτου δείκνυσι. καίτοι δοκεῖ μὴ τοῦτο εἶναι τὸ προκείμενον ἐξ ἀρχῆς, ἵν’ ἡ ἀπόδειξις καὶ ὁ ὁρισμὸς ἐπιστῆμαι ἀλλήλων φανῶσιν ἕτεραι, ἀλλ’ ἵνα ὅτι οὐ ταὐτὸ καὶ ἓν ἑκατέρᾳ ἐπιστητόν. ἀλλὰ πρῶτον μὲν ἵν’ ὑπερβολὴν δείξῃ τῆς αὑτῶν ἑτερότητος πρὸς ἄλληλα ὡς τοσοῦτον ἕτερα, ὡς τὴν αὑτῶν ἑτερότητα αἰτίαν εἶναι καὶ ταῖς περὶ αὐτὰ ἐπιστήμαις τῆς ἑτερότητος, οὕτω πεποίηκεν. ἔπειτα εἰ αἱ ἐπιστῆμαι ἀλλήλων ἕτεραι οὖσαι δείκνυνται, ἕπεται ἐξ ἀνάγκης ἕτερα ἀλλήλων εἶναι καὶ τὰ ἐπιστητά· αἱ γὰρ ἐπιστῆμαι ἐπιστητῶν ἐπιστῆμαι. καὶ ὥσπερ οὐκ ἐνδέχεται αἰσθήσεις ἑτέρας κατ’ εἶδος ταὐτὸ καὶ ἓν ἔχειν ἴδιον αἰσθητόν, οὕτως οὐδὲ ἐπιστήμας ἐπιστητόν. πρὸς δὲ τούτοις καὶ τοῦτο ἐλέγομεν εἶναι τὸ προηγουμένως τῷ λόγῳ προκείμενον, ἵν’ ἀνέλῃ τὸ δοκεῖν ἓν εἶναι καὶ ταὐτὸν ὁρισμὸν καὶ ἀπόδειξιν, καὶ ἐπιστήμην ὁριστικήν τε καὶ ἀποδεικτικήν· ἔδοξε γὰρ ἂν τοῦτο τοῖς ἀκούουσι τούτου λέγοντος ἐν οἷς περὶ τῶν ζητουμένων ἐδίδασκε, ταὐτὸν εἶναι τὸ τί ἐστι καὶ διὰ τί ἐστι. διὸ καὶ τὸν λόγον συμπληρῶν ταυτὶ συνεπέρανεν ἐπίτηδες ὡς ἑτέρα ἀπόδειξις τοῦ τί ἐστι τῆς τοῦ ὅτι ἐστί. προσκείσθω καὶ τέταρτον, ἵνα δείξῃ ὅτι ἀντιστρέφει ταῦτα πρὸς ἄλληλα καὶ δι’ ἀλλήλων δείκνυται, καὶ εἰ ἕτερα ταῦτα, καὶ αἱ ἐπιστῆμαι αὐτῶν ἕτεραι, καὶ εἰ ἕτεραι αἱ ἐπιστῆμαι, ἕτερα καὶ αὐτά. Φησὶν οὖν ὅτι ἕτερόν ἐστι δεῖξαι τί ἐστι καὶ ἕτερον ὅτι ἐστίν. ὁ μὲν οὖν ὁρισμὸς τί ἐστι δείκνυσιν, ἡ δὲ ἀπόδειξις ὅτι ἐστὶ τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστι· καὶ συμπεραίνει ὅτι ὁρισμὸς ἄρα καὶ ἀπόδειξις ἕτερα ἀλλήλων δεικνύουσιν, ὃ παρῆκεν ὡς δῆλον. παρέστησε δὲ διπλῆν οὖσαν τὴν ἑτερότητα τοῦ δι’ ἀποδείξεως δεικνυμένου πρὸς τὸ δι’ ὅρου, εἴ γε ὁ μὲν ἁπλοῦν δείκνυσι καὶ καταφατικὸν ἀεί, ἡ δὲ σύνθετον καὶ οὐκ ἀεὶ καταφατικόν, ἀλλὰ καὶ ἀποφατικὸν ἔστιν οὗ· ταῦτα γὰρ δηλοῦται ἐκ τοῦ ὅτι ἐστὶ τόδε κατὰ τοῦδε ἢ οὐκ ἔστιν. Ἑτέρου δ’ ἑτέρα ἀπόδειξις, ἐὰν μὴ ὡς μέρος ᾖ τι τῆς ὅλης. εἴποι δ’ ἄν τις δείκνυσθαι μὲν καὶ τὸ προκείμενον ὅτι ἕτερα ἀλλήλων τὸ δι’ ὅρου δεικνύμενον καὶ δι’ ἀποδείξεως, εἰ καὶ φαίνεται παρεικὼς τὸ συμπέρασμα, ἀναφαίνεσθαι δ’ ὥσπερ πόρισμα καὶ τὸ ἑτέρας ἀλλήλων εἶναι τὰς ἐπιστήμας, ὅπερ οὐδὲν ἧττον αὐτῷ εἰ μὴ καὶ μᾶλλον προέκειτο. κατὰ κοινοῦ δὲ τῷ ὀνόματι τῆς ἀποδείξεως κέχρηται2 ἐπί τε τοῦ ὁρισμοῦ καὶ τῆς ἀποδείξεως. τὸ δὲ ἐὰν μὴ ὡς μέρος ᾖ τι τῆς ὅλης αὐτὸς διὰ τῶν ἑξῆς σαφηνίζει. τὸ γὰρ ἰσοσκελὲς εἶδος τοῦ τριγώνου ἐστί, καὶ γένος τὸ τρίγωνον τοῦ ἰσοσκελοῦς· ὅλον δέ τι τὸ γένος καὶ μέρος τὸ εἶδος ὡς πρὸς τὸ γένος· εἰ γὰρ καὶ μὴ πᾶν, εἴ τι ὅλον, τοῦτο καὶ γένος ἐστίν, ἀλλ’ ἀληθὲς τὸ τὸ γένος εἶναί πως ὅλον.3 ὥστε καθ’ αὑτὸ μὲν ἀπόδειξις ἄλλη ἄλλου· εἰ δέ τι εἴη ὡς ὅλον καὶ μέρος, συμβαίη ἂν ἐπὶ τούτων τὴν αὐτὴν εἶναι ἀπόδειξιν, ὡς τῆς τοῦ ὅλου ἀποδείξεως καὶ τὸ μέρος περιεχούσης. τοῦτο οὖν ὡς ἔνστασις προσηνέχθη πρὸς τὸ ἑτέρου δ’ ἑτέρα ἀπόδειξις, λέγω δὴ ἡ τοῦ ἰσοσκελοῦς καὶ τοῦ τριγώνου παραγωγή, ἣ λύεται διὰ τοῦ συμβεβηκέναι ὅλον εἶναι καὶ μέρος ἐφ’ ὧν ἡ αὐτὴ ἀπόδειξις γίνεται, καθ’ αὑτὸ μὲν οὖσα τοῦ ὅλου, δι’ ἐκεῖνο δὲ καὶ τοῦ μέρους. ταῦτα δέ, φησί, πρὸς ἄλληλα οὐκ ἔχει οὕτως, τὸ ὅτι ἐστὶ καὶ τί ἐστιν· οὐ γάρ ἐστι θάτερον θατέρου μέρος, ἀλλ’ ἕτερά τέ ἐστι καὶ μὴ τεταγμένα ὑπ’ ἄλληλα.

“再者,表明‘是什么’与表明‘存在’是不同的。” 在此前的两个论证中,他分别设定了每一方——即由定义所示者与由论证所示者——并根据它们自身的相异性,表明关涉它们的诸科学也是互不相同的,因为每一门科学都关涉某种特有的对象,而不是这一门关涉那一门的对象,或反之亦然。但现在,他将两者并置在一起,在直接凭借自明的事实确认了作为两者基础的对象彼此相异之后,由此表明关涉它们的诸科学也是彼此相异的。尽管这似乎并非最初提出的宗旨——即使得论证与定义表现为彼此相异的科学,而毋宁是表明由两者所知的对象并非同一且单一之物。然而,首先,他是为了表明它们彼此之间相异性的极端程度,即它们是如此相异,以至于它们自身的相异性甚至成为了关涉它们的诸科学相异的原因,所以他才这样做的。其次,如果诸科学被证明是彼此相异的,那么必然可以得出,认识的对象也是彼此相异的;因为诸科学是关于可知对象的科学。正如在种上相异的诸感觉不可能拥有同一且单一的特有感觉对象一样,诸科学也不可能拥有[同一的]可知对象。除这些之外,我们还曾说过,这才是本论述主要设定的宗旨:为了消除认为定义与论证、定义之学与论证之学是同一且单一之物的看法;因为对于在他讲授探究课题之处听他说“是什么”与“为何存在”是同一的那些人而言,很可能会产生这种想法。因此,在完成这一论述时,他特意共同推导出了这些结论,即“是什么”的论证不同于“存在”的论证。还可以加上第四点理由:为了表明这些彼此换位且相互证明,即若这些是相异的,则它们的科学也是相异的;若诸科学是相异的,则它们自身也是相异的。因此他说,表明“是什么”与表明“存在”是不同的。定义表明“是什么”,而论证则表明这属于或不属于那;并且他得出结论:因此定义与论证表明彼此相异的事物,他因其显而易见而略去了这一结论。他指出了由论证所示者相对于由定义所示者的相异性是双重的,如果说后者〔定义〕始终表明单一且肯定性的事物,而前者〔论证〕则表明复合的、且不总是肯定性而有时亦是否定性的事物;因为这些正是从“这属于或不属于那”中表明出来的。 “并且,对于不同的事物有不同的论证,除非它是全体的某种部分。”有人可能会说,尽管他似乎略去了结论,但所设定的宗旨——即由定义所示者与由论证所示者彼此相异——确实被证明了,而诸科学彼此相异这一结论则如同推论般显现出来,这对他而言即使没有更为重要,也绝非次要的宗旨。他在广义上将“论证”这一名称通用于定义与论证两者。至于“除非它是全体的某种部分”,他自己在随后的文字中予以了阐明。因为等腰三角形是三角形的种,而三角形是等腰三角形的属;属是某种全体,而种相对于属则是部分;因为即使并非凡是全体者皆为属,但属在某种意义上是全体,这确实是真的。因此,就其自身而言,对于不同的事物有不同的论证;但若有某种事物处于全体与部分的关系中,那么在这些事物上便可能出现论证是同一的情况,因为全体的论证亦包容了部分。因此,这一点——我指的是等腰三角形与三角形的引出——是作为对“对于不同的事物有不同的论证”的异议而提出的,或者说,它是通过以下方式解决的:在同一论证所适用的事物上,存在全体与部分属于偶性关系,论证就其自身而言是关于全体的,但通过全体亦关涉部分。但他指出,这两者——即“存在”与“是什么”——彼此之间并非如此;因为两者绝非一者是另一者的部分,而是既相异,又互不隶属。

语法注3 条
  1. 1.58ἕτερον τὸ τί ἐστι καὶ ὅτι ἐστὶ δεῖξαι

    不定式 δεῖξαι 用作主语,带有表语形容词 ἕτερον。间接疑问子句 τὸ τί ἐστι 与名词性子句 ὅτι ἐστί 均作为宾语依附于 δεῖξαι。正如尤斯特拉提乌斯在下文将其意译为 ἕτερόν ἐστι δεῖξαι τί ἐστι καὶ ἕτερον ὅτι ἐστίν 所示,此处为紧缩构词,意为“表明‘是什么’与表明‘存在’是两码事”。

  2. 1.58κατὰ κοινοῦ δὲ τῷ ὀνόματι τῆς ἀποδείξεως κέχρηται

    短语 κατὰ κοινοῦ 是习语性副词短语,意为“通用地”或“广义地”。它解释了亚里士多德在说“对于不同的事物有不同的论证”时,广义地使用 ἀπόδειξις 这一术语来指代定义与论证两者,尽管严格来说定义与论证是对立的。

  3. 1.58ἀληθὲς τὸ τὸ γένος εἶναί πως ὅλον

    带冠词的不定式结构 τὸ ... εἶναι 用作子句的主语,形容词 ἀληθές 为表语(省略了系动词 ἐστί)。双重冠词中,第一个 τό 使整个“属在某种意义上是全体”的不定式子句名词化,第二个 τό 则是修饰 γένος 的定冠词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:48.9-49.25