- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:47.1-48.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
优斯特拉修注解了亚里士多德在否定了全称命题之后,进一步探讨定义与论证是否能在某些相同对象上部分重合的内容。他将亚里士多德的论证重构成第二格第二式三段论,说明定义探求事物的本质而论证则预设本质,并通过数学科学的实例阐明论证乃是将一事物述归于另一事物,从而确立可定义之物与可论证之物的互不兼容性。
" Ἀλλ’ ἆρα εἰ μὴ παντὸς τοῦ αὐτοῦ, ἀλλά τινος τοῦ αὐτοῦ." Τὰς καθόλου προβαλλόμενος ἀποφάνσεις ἐπ’ ἀμφοτέρων τῶν ζητημάτων ἐπί τε τοῦ εἰ πᾶν τὸ ἀποδείξει γνωστὸν τοῦτο καὶ ὅρῳ καὶ ἐπὶ τοῦ ἀνάπαλιν, καὶ ἀνελὼν ὡς καθόλου αὐτὰς μεταβαίνει ἐπὶ μερικήν, καὶ ζητεῖ εἰ ἐνδέχεται τι ὅρῳ γνωστὸν εἶναι τὸ αὐτὸ καὶ ἀποδείξει ἐπιστητόν, ὡς καὶ τῆς ἐπὶ μέρους ἀναιρουμένης δῆλον εἶναι ὡς οὐδ’ ὅλως τὸ αὐτὸ τι ὁρισμῷ καὶ ἀποδείξει δυνατὸν ἐπίστασθαι. καίτοι ἐκ τῶν εἰρημένων δέδεικται ὡς καθόλου ἀδύνατον ἐν ταὐτῷ συνδραμεῖν τὰς ἐπιστήμας ἄμφω, ὡς τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἐξ ἀμφοτέρων γινώσκεσθαι· ἐκ περιουσίας δ’ οὖν ὡς ἐπ’ ἄλλου παρὰ τὸ καθόλου προβλήματος καὶ ταῦτα λέγεται. φησὶν οὖν ὡς ἀδύνατον καὶ τοῦτό ἐστιν, ἵν’ εἴη τινὸς τοῦ αὐτοῦ ὁρισμὸς καὶ ἀπόδειξις·1 καὶ τοῦτο δῆλον ποιεῖται ἐκ τοῦ εἰς ζήτησιν προτιθεμένου τῷ ὅρῳ, ὅπερ ἐστὶ τὸ τί ἐστι καὶ ἡ οὐσία. ὁ μὲν γὰρ ὅρος τοῦτο καὶ ζητεῖ καὶ δείκνυσι, λέγω δὲ τὸ τί ἐστι καὶ τὴν οὐσίαν, αἱ δ’ ἀποδείξεις οὐχί, ἀλλ’ ἔνθα ἂν αὐτῷ χρήσωνται, οὐχ ὡς ζητούμενον αὐτὸ προτιθέασιν, ἀλλ’ ὑποτίθενται καὶ λαμβάνουσιν ὡς ὁμολογούμενον. προβαίνει δὲ οὕτως ἡ ἐπιχείρησις· πᾶς ὁρισμὸς τοῦ τί ἐστι καὶ τῆς οὐσίας ἐστίν. οὐδεμία ἀπόδειξις τοῦ τί ἐστι καὶ τῆς οὐσίας ἐστίν· οὐδεμία ἄρα ἀπόδειξις οὗ ὁρισμός. ἔστι δὲ οὗτος ὁ τρόπος δεύτερος τοῦ δευτέρου σχήματος. πιστοῦται δὲ τὴν ἀποφατικὴν πρότασιν ἐκ τῆς ἐπαγωγῆς. εἰπὼν γὰρ ὅτι φαίνονται πᾶσαι αἱ ἀποδείξεις ὑποτιθέμεναι καὶ λαμβάνουσαι τὸ τί ἐστιν ἐπὶ τὰ καθ’ ἕκαστα παρέπεμψε τὴν διάνοιαν· ταῦτα γάρ ἐστι τὰ φαινόμενα, ἃ καὶ εἰς μέσον παράγει λέγων οἷον αἱ μαθηματικαί· ἐν ταύταις γάρ εἰσι κυρίως αἱ ἀποδείξεις ὡς τὰ καθ’ αὑτὸ συμβεβηκότα ζητούσαις τοῖς μεγέθεσι καὶ τοῖς ἀριθμοῖς.2 τί γὰρ μονὰς καὶ τί περιττόν, ἡ ἀριθμητικὴ οὐκ ἀποδείκνυσιν, ἀλλ’ ὑποτίθεται καὶ λαμβάνει, ὡς ἡ γεωμετρία τί σημεῖον καὶ τί γραμμὴ καὶ τί ἐπιφάνεια, καὶ τὰ ἄλλα ὁμοίως. δυνάμει δὲ τοῦτο δέδεικται καὶ ἐν οἷς ἔλεγε πρὸ τούτου ὅτι εἰ οἱ ὁρισμοὶ ἀρχαί, καὶ αἱ ἀρχαὶ ἀναπόδεικτοι, εἰ δὲ μή, εἰς ἄπειρον βαδιεῖται τῶν ἀρχῶν ἀρχὰς ἀεὶ ζητούντων ἡμῶν.
“然而,即使并非在所有相同的事物上,是否在某些相同的事物上是如此呢?” [亚里士多德]就两个探究问题——即凡通过论证可知者是否皆可通过定义可知,以及反之亦然——提出了全称断言,并在作为全称否定了它们之后,转向了特称断言,探究是否存在某种相同之物既可通过定义可知又可通过论证被科学认识,以使得在特称断言也被否定之后,显明完全不可能通过定义和论证去认识同一种东西。尽管根据前述内容,已经证明了两种认识绝不可能在同一事物上重合,以至于同一事物在同一方面由两者共同认识;然而,仿佛面对一个不同于全称问题的另一个问题一样,作为补充,这些话也被论及了。因此他说,这一点也是不可能的,即对于某种相同的事物存在定义与论证;他从定义中所设定的探究对象——即“是什么”与实体——使这一点变得明了。因为定义探求并阐明这一点(我指的是“是什么”与实体),而论证则不然;无论论证在何处使用它,都不是将其作为所探究的对象提出,而是将其作为公认的前提预设并接受。论证过程如下:“所有定义都是关于‘是什么’与实体的;没有任何论证是关于‘是什么’与实体的;因此,凡有定义之物,绝无其论证。”这是第二格的第二式。他通过归纳法证实了这一否定前提。因为在他说所有论证显然都预设并接受“是什么”之后,他将思绪引向了个别事例;因为这些就是显而易见的事例,正如他所列举的:“例如数学诸科学”;因为论证严格存在于这些科学中,因其探求属于量度与数自身的偶性。因为算术并不论证什么是单位、什么是奇数,而是预设并接受它们,如同几何学[预设并接受]什么是点、什么是线、什么是面,其余亦同样如此。实际上,这在他此前所说的话中也已被证明:如果定义是始基,且始基是不可论证的,否则若非如此,我们因不断探求始基的始基,便将陷入无穷倒退。
"Ἔτι πᾶσα ἀπόδειξις τὶ κατά τινος δείκνυσιν." Ἐκ τοῦ κατὰ τὸν ὅρον ζητουμένου τὴν προτέραν ποιησάμενος ἐπιχείρησιν ἕτερον τὸ δι’ ὅρου ἐπιστητὸν τοῦ δι’ ἀποδείξεως ἔδειξε. νῦν δ’ ἀνάπαλιν τίθησιν· τὸ γὰρ τῇ ἀποδείξει ζητούμενον εἰς μέσον παραλαβών, ἀλλότριον τῆς κατὰ τὸν ὅρον γνώσεως τὸ ἀποδείξει ἐπιστητὸν δείκνυσιν. ὡς εἶναι τὸ μὲν πρὸ τούτου ἐπιχείρημα τῇ δευτέρᾳ ἁρμόζον ζητήσει,3 ἐν ᾗ ἐζητεῖτο εἰ οὗ ὁρισμός, τούτου παντὸς ἀπόδειξις, τὸ δὲ νῦν λεγόμενον τῇ προτέρᾳ, ἐν ᾗ ἐζητεῖτο εἰ παντὸς οὗ ἀπόδειξις, τούτου καὶ ὁρισμός. ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· ‘πᾶσα ἀπόδειξις τὶ κατά τινος δείκνυσιν· οὐδεὶς ὁρισμὸς τὶ κατά τινος δείκνυσιν· οὐδεὶς ἄρα ὁρισμὸς ἀπόδειξις. καὶ οὗτος διὰ τοῦ αὐτοῦ καὶ σχήματος καὶ τρόπου. τὰ δὲ λοιπὰ τῆς λέξεως σαφῆ ἐκ τῶν προειρημένων περὶ αὐτῶν.
“再者,一切论证都在某物上展示某物。” 他在根据定义所探究的对象构建了先前的论证后,展示了通过定义可知之物不同于通过论证可知之物。现在他反过来确立这一点:因为他引入了论证中所探究的对象,展示了通过论证可知之物对于基于定义的认识而言是异质的。从而,此前的论证适用于第二项探究(其中探究的是凡有定义之物是否皆有论证),而现在所说的论证则适用于第一项探究(其中探究的是凡有论证之物是否皆有定义)。其三段论如下:“一切论证都在某物上展示某物;没有任何定义在某物上展示某物;因此,没有任何定义是论证。”这也是通过相同的格与式构成的。这段文字的其余部分,根据此前对它们的讨论,是清楚明了的。
- 1.56ἵν’ εἴη τινὸς τοῦ αὐτοῦ ὁρισμὸς καὶ ἀπόδειξις
连词 ἵνα 带祈愿语气 εἴη,用作名词性同位从句(解释性用法),补充说明 ἀδύνατον 的具体内容(“使得同一事物既有定义又有论证是不可能的”)。这取代了古典时期常见的标准不定式结构(如 ὥστε 连用不定式或单纯不定式),是后古典期及拜占庭希腊语中常见的句法特征。
- 1.56ὡς τὰ καθ’ αὑτὸ συμβεβηκότα ζητούσαις τοῖς μεγέθεσι καὶ τοῖς ἀριθμοῖς
与格阴性复数分词 ζητούσαις 与前文承前省略的 ταῖς μαθηματικαῖς[ἐπιστήμαις](数学诸科学)相一致,表示特征或原因(“作为探究属于量度与数之自身偶性的科学”)。τοῖς μεγέθεσι καὶ τοῖς ἀριθμοῖς 则是 συμβεβηκότα 所要求的与格补足语。
- 1.57ὡς εἶναι τὸ μὲν πρὸ τούτου ἐπιχείρημα τῇ δευτέρᾳ ἁρμόζον ζητήσει
连词 ὡς 连用不定式 εἶναι,引导表示结果或逻辑推论的结构(相当于 ὥστε 连用不定式)。不定式的主语为 τὸ μὲν πρὸ τούτου ἐπιχείρημα,述语则是 τῇ δευτέρᾳ ἁρμόζον ζητήσει(分词作表语并支配与格补足语)。
