- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:45.34-46.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在Bekker 90b28提出的“定义与论证是否可能在某些特定的相同事物上同时成立”的疑问,欧斯特拉提奥斯通过本性与事实、单纯性与复合性的差异,以及各自科学对象的不相容性,证明了这是不可能的。
" Ἀλλ’ ἆρα, εἰ μὴ παντὸς τοῦ αὐτοῦ, ἀλλά τινος τοῦ αὐτοῦ." Καθόλου μὲν δὴ ὅτι οὐκ ἔστι παντός, οὗ ὁρισμός, καὶ ἀπόδειξις1 καὶ ἀνάπαλιν εἴρηται· μήποτε δὲ ἐνδέχεται τινὸς εἶναί ποτε τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ ὁρισμὸν καὶ ἀπόδειξιν. ἔστι δὲ καὶ τοῦτο ἀδύνατον, ὡς δειχθήσεται. πᾶς μὲν γὰρ ὁρισμὸς τὸ τί ἐστι δηλοῖ, ὅπερ ἐστὶν ἡ οὐσία τοῦ πράγματος· οὐδεμία δὲ ἀπόδειξις τὸ τί ἐστι δείκνυσιν, ἀλλὰ τοῦτο ὁμολογούμενον λαμβάνουσι πᾶσαι καὶ ἀρχὴν οἰκείαν τίθενται. τί γὰρ μονὰς καὶ τί περιττόν, ἡ ἀριθμητικὴ ὑποτίθεται, καὶ γεωμετρία τί σημεῖον καὶ τί γραμμή, καὶ αἱ λοιπαὶ μαθηματικαὶ πᾶσαι ὡσαύτως. ἔτι τῷ μὲν ὅρῳ ἁπλοῦν τὸ δεικνύμενον· ὃ δὲ ἡ ἀπόδειξις δείκνυσι, σύνθετον ἤδη καὶ διπλόης ἐχόμενον.2 πᾶσα μὲν γὰρ ἀπόδειξις ἕτερόν τι καθ’ ἑτέρου κατασκευάζει καὶ κατηγορούμενον κατὰ ὑποκειμένου δείκνυσιν ὑπάρχον ἢ μὴ ὑπάρχον. οὐδαμῇ δὲ ὁ ὁρισμὸς ἕτερόν τι κατηγορούμενον καθ’ ἑτέρου τινὸς ὑποκειμένου παρίστησιν· ἐν γὰρ τῷ ζῷον πεζὸν δίπουν ὁρισμῷ τοῦ ἀνθρώπου οὔτε τὸ ζῷον κατηγορεῖται τοῦ δίποδος οὔτε τὸ δίπουν τοῦ ζῴου· ὡσαύτως κἂν τῷ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον καὶ τὰ ἑξῆς, ὁρισμῷ ὄντι τοῦ κύκλου, οὔτε τὸ σχῆμα κατὰ τοῦ ἐπιπέδου κατηγορεῖται οὔτε τὸ ἐπίπεδον κατὰ τοῦ σχήματος· οὔτε γὰρ τὸ σχῆμα ἐπίπεδόν ἐστιν οὔτε τὸ ἐπίπεδον σχῆμα. ἔτι ἐκ τῆς τῶν ζητουμένων καὶ ἐν ἐπιστήμῃ γινομένων διαφορᾶς· ὁ μὲν γὰρ ὁρισμὸς τὸ τί ἐστι ζητεῖ καὶ εὑρίσκει, καὶ τὸ ὑπ’ αὐτοῦ δηλούμενον τὸ τί ἐστι, τῇ δὲ ἀποδείξει τὸ ζητούμενον τὸ ὅτι ἐστὶν ἢ οὐκ ἔστιν, ἤγουν τὸ ὑπάρχειν τῷδε τόδε ἢ μὴ ὑπάρχειν. ἕτερον δὲ κατὰ γένος τὸ τί ἐστι καὶ ὅτι ἐστί, καθὼς ἐν τῇ τῶν ζητουμένων ἐξετάσει ἐκπέφανται. εἰ οὖν ἕτερα ταυτί, καὶ αἱ πρὸς αὐτὰ ἄγουσαι ἐπιστῆμαι ἕτεραι, καὶ οὐκ ἐνδέχεται μίαν καὶ τὴν αὐτὴν εἰς τὸ τί ἐστιν ἄγειν, καὶ ὅτι ἐστίν, οὔτε ὅρον οὔτε ἀπόδειξιν, ἐπεὶ καὶ καθόλου ἑτέρου ἑτέρα ἐπιστήμη ἐστί. καίτοι ἐνδέχεται ποτε ἓν καὶ τὸ αὐτὸ διαφόροις ἐπιστήμαις εἶναι δηλούμενον, ἀλλ’ ὅταν ἡ μὲν μέρος ἡ δὲ ὅλον ἐστίν, ὥσπερ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ τῇ τοῦ τριγώνου ἐπιστήμῃ καὶ τῇ τοῦ σκαληνοῦ ἀποδείκνυται· ἀλλὰ μέρος τοῦ τριγώνου τὸ σκαληνόν, καὶ αἱ ἐπιστῆμαι ὡσαύτως. ἀλλ’ οὐχ οὕτως ἔχει πρὸς ἄλληλα ὁρισμὸς καὶ ἀπόδειξις· οὔτε γὰρ μέρος, οὔτε ὅλον θάτερον· ὡσαύτως οὐδὲ τὸ ὅτι καὶ τί ἐστιν. οὐδαμῶς ἄρα οὔτε καθόλου οὔτε ἐν μέρει ταὐτὸ καὶ ὡσαύτως τὸ τῷ ὁρισμῷ καὶ τῇ ἀποδείξει δηλούμενον, οὐδὲ ταὐτὸν ὅλως ὁριστὸν καὶ ἀποδεικτόν. ἐκ δὲ τούτων δῆλον ὅτι οὐδὲ ταὐτὸν ὁρισμὸς καὶ ἀπόδειξις. ἀλλ’ οὐδ’ ὡς ὅλον καὶ μέρος πρὸς ἄλληλα· εἶχε γὰρ ἂν ὁμοίως καὶ τὰ αὐτοῖς ὑποκείμενα.3
“然而,即使并非在所有相同的事物上,是否在某些相同的事物上是如此呢?” 普遍而言,凡有定义之物并非都有论证,反之亦然,这一点已被说明。然而,难道某一同一事物在同一方面有时可能既有定义又有论证吗?这也是不可能的,正如将被证明的那样。因为所有的定义都阐明“是什么”,即事物的实体;但没有任何论证展示“是什么”,相反,所有论证都将此作为公认的前提接受下来,并确立为自己特有的始基。因为算术设定什么是单位、什么是奇数,几何学设定什么是点、什么是线,其余所有数学科学亦是如此。此外,通过定义所展示的是单纯的;而论证所展示的已经是复合的并具有二重性。因为一切论证都在另一事物上确立一事物,并展示述词属于或不属于主词。但定义绝不会将一事物作为述词归属于某一其他主词而提出;因为在人的定义“陆生双足动物”中,既不是“动物”被述归于“双足”,也不是“双足”被述归于“动物”;同样,在圆的定义“由一条线包围的平面图形”等等中,既不是“图形”被述归于“平面”,也不是“平面”被述归于“图形”;因为图形不是平面,平面也不是图形。再者,这也可以从所探究的以及在科学中所产生的事物的差异中显示出来;因为定义探究并发现“是什么”,而由它所阐明的就是“是什么”,但对于论证而言,所探究的是“是如此或不是如此”,即此物属于或不属于彼物。而“是什么”与“是如此”在属上是不同的,正如在对所探究之物的考察中已经阐明的那样。因此,如果这些事物是不同的,引导通向它们的科学也是不同的,并且不可能有同一门科学,无论是定义还是论证,既引导通向“是什么”,又引导通向“是如此”,因为普遍而言,对于不同的事物有不同的科学。尽管有时同一事物可能由不同的科学来阐明,但那是当一门科学是部分而另一门是全体时,例如拥有三内角等于两直角这一点,既通过三角形的科学又通过不等边三角形的科学被论证;但不等边三角形是三角形的一部分,各门科学也是如此。然而定义与论证彼此之间并非处于这种关系;因为两者中哪一个都不是部分,哪一个也都不是全体;同样,“是如此”与“是什么”也不是如此。因此,无论在普遍上还是在部分上,通过定义所阐明的东西与通过论证所阐明的东西绝不是同一的,也不是以相同方式存在的,可定义之物与可论证之物也全然不是同一的。由此显而易见,定义与论证也不是同一的。但它们彼此之间也不是作为全体与部分的关系;因为若是如此,处于它们之下的基底对象也本该具有同样的关系。
- 1.55οὐκ ἔστι παντός, οὗ ὁρισμός, καὶ ἀπόδειξις
关系从句 οὗ ὁρισμός[ἐστι]修饰先行词 παντός,并与主句的否定存在句式 οὐκ ἔστι...καὶ ἀπόδειξις 相连。整句骨架为“并不是凡有定义的事物,[此外]也都有论证”,其中 καὶ 作副词用以强调 ἀπόδειξις。
- 1.55διπλόης ἐχόμενον
中被动分词 ἐχόμενον 支配属格 διπλόης,构成“执着于”、“连带具有/带有二重性”的习惯用法。它与前面的 σύνθετον 并列,表述了论证命题由主词与述词二者构成的复合特征。
- 1.55εἶχε γὰρ ἂν ὁμοίως καὶ τὰ αὐτοῖς ὑποκείμενα
由未完成过去时直陈式 εἶχε 加 ἄν 构成的非真实条件句的归结节。主语是 τὰ αὐτοῖς ὑποκείμενα(处于它们[定义与论证]之下的基底对象),意指如果定义与论证处于全体与部分的关系,那么其对象(本质与事实)也应当处于同样的关系,但事实并非如此。
