← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§44.31-45.33

作为论证始基的定义的不可论证性

厄斯特拉齐奥斯注解了亚里士多德《后分析篇》卷二第3章(90b24–25),亚里士多德在此利用无限后退的归谬法论证了作为论证始基的定义是不可论证的。此外,他还结合定义与可定义之物的可互换性,以及理智与推论理智的认识能力差异,解释了此处为何针对“定义”本身而非“可定义之物”进行论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.53

" Ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ὁρισμοί." Ὅτι αἱ ἀρχαὶ τῶν ἐπιστημῶν καὶ τῶν ἀποδείξεων ἀναπόδεικτοί εἰσιν, ἐν τῷ πρὸ τούτου βιβλίῳ δέδεικται· ἐπεὶ οὖν οἱ ὁρισμοὶ ἀρχαί, δῆλον ὅτι καὶ ἀναπόδεικτοι· δείκνυσι δὲ κἀνταῦθα.

“此外,论证的始基是定义。” 科学和论证的始基是不可论证的,这一点已在前一卷中被证明;既然定义是始基,显然它们也是不可论证的;但他在这里也指出了这一点。

§1.54

"Ἢ γὰρ ἔσονται, φάσκων, αἱ ἀρχαὶ ἀποδεικταὶ καὶ τῶν ἀρχῶν ἀρχαὶ καὶ τοῦτ’ εἰς ἄπειρον βαδιεῖται, ἢ τὰ πρῶτα ὁρισμοὶ ἔσονται ἀναπόδεικτοι." Δυνάμει τοῦτο λέγων ὅτι ἢ οὐκ ἔσται ἐπιστήμη ἢ τῶν ὁρισμῶν οὐκ ἔσται ἀπόδειξις· ἀλλὰ τὸ μὴ εἶναι ἐπιστήμην ἀδύνατον· τῶν ἄρα ὁρισμῶν οὐκ ἔστιν ἀπόδειξις. εἰ γὰρ οἱ ὁρισμοὶ ἀρχαί, ἔστι δὲ τούτων ἀπόδειξις, ἔστιν ἄρα τῶν ἀρχῶν ἀπόδειξις. πᾶσα δὲ ἀπόδειξις ἐξ ἀρχῶν· ἔσονται ἄρα τῶν ἀρχῶν ἀρχαί, κἀκείνων αὖθις, καὶ τοῦτο εἰς ἄπειρον. τὸ δὲ ἄπειρον ἀδιεξίτητόν τε καὶ ἀπερίληπτον, τὸ δὲ τοιοῦτον καὶ ἀνεπίστητον. ὥστε οὐκ ἔσται ἐπιστήμη· πᾶσα γὰρ ἐπιστήμη διεξέλευσίς ἐστι τοῦ ἐπιστητοῦ καὶ περίληψις. εἰ ἄρα οἱ ὁρισμοὶ ἀποδεικτοί, οὐκ ἔσται ἐπιστήμη. ἀλλὰ τοῦτο ἀδύνατον· ἀναπόδεικτοι ἄρα οἱ ὁρισμοί. ὥσπερ δὲ ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ ἢ ἔσονται ἀρχαὶ καὶ τὰ ἑξῆς, κατὰ διαίρεσιν τοῦ λόγου προβαίνοντος. τὸ δὲ ἢ τὰ πρῶτα ὁρισμοὶ ἔσονται ἀναπόδεικτοι οὕτω δεῖ λέγειν ‘ἢ τὰ πρῶτα, ταὐτὸν δὲ εἰπεῖν οἱ ὁρισμοί, ἔσονται ἀναπόδεικτοι.’1 δόξειε δ’ ἂν μὴ πρὸς τὸ ζητούμενον γενέσθαι τὴν ἐπιχείρησιν·2 τὸ μὲν γὰρ ἦν ὅτι τὸ ὁριστὸν οὐκ ἔστιν ἀποδεικτόν, ταῦτα δὲ περὶ τοῦ ὅρου εἴρηται. ἀλλ’ ἐπεὶ ὁ ὅρος τε καὶ τὸ ὁριστὸν ἀντιστρέφει πρὸς ἄλληλα, εἰ τὸ ὁριστὸν ᾗ ὁριστὸν ἀποδεικτόν, δῆλον ὅτι καὶ ὁ ὅρος. ἔτι τῷ ὅρῳ τὸ τί ἐστι δηλοῦται, ὡς τῇ ἀποδείξει τὸ τῷδε τόδε ὑπάρχειν περαίνεται· τὸ δὲ τί ἐστι ταὐτὸν τῷ ὅρῳ, ὥσθ’ ὁ τὸ τί ἐστι λέγων εἶναι ἀποδεικτὸν τὸν ὅρον φησὶν εἶναι ἀποδεικτόν. οὐ γὰρ ὥσπερ ἐν τῇ ἀποδείξει ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει ἐκ τῶν εἰρημένων, οὕτω καὶ ὁ ὅρος ἕτερόν τι ἐξ ἑτέρου ἢ ἑτέρων ἀποβαῖνον παρίστησιν, ἀλλ’ αὐτὸ τὸ εἶδός ἐστι καὶ τὸ τί ἐστι τὸ δηλούμενον, ὅπερ οὐχ ἕτερόν τι παρὰ τὸν ὅρον ἐστίν· ὅρος γὰρ ἑκάστου ὁ κατ’ οὐσίαν λόγος καὶ τὸ εἶδός ἐστιν. ἀλλὰ καὶ ἐκ τῶν περὶ ταῦτα δυνάμεων ἡ διαφορὰ δείκνυται· νῷ μὲν γὰρ τοὺς ὅρους γινώσκομεν ἁπλῶς καὶ ἀμέσως τοῖς πράγμασιν ἐπιβάλλοντες, διανοίᾳ δὲ τὰ καθ’ αὑτὸ συμβεβηκότα, μέσοις τοῖς ὅροις χρώμενοι, ἐπεὶ καὶ ἁπλῶς νοῦς μὲν τοῦ ὄντος ᾗ ὄν ἐστι γνωστικός, ψυχὴ δὲ καθ’ αὑτὴν καὶ διάνοια τῶν τοῦ ὄντος ἐμφάσεων. ὅροι δὲ οὐ μόνον οἱ ὁρισμοί, ἀλλὰ καὶ αἱ κοιναὶ ἔννοιαι ἤτοι τὰ ἀξιώματα καὶ εἴ τι ἕτερον ἄμεσον, ὡς τὰς ἐπιστήμας ὁρίζοντα καὶ μέχρις ἑαυτῶν ἱστῶντα τὴν ἄνοδον.3

“因为[他说,]要么始基将是可论证的,且始基有始基,而这将无限进行下去,要么最初的事物,即定义,将是不可论证的。” 他实质上是在说:要么将没有科学,要么将没有关于定义的论证;但是没有科学是不可能的;因此没有关于定义的论证。因为如果定义是始基,而这些定义又有论证,那么就存在关于始基的论证。而所有论证都是出于始基的;因此将存在始基的始基,然后又有那些始基的始基,并且这将无限进行下去。然而无限之物既是不可穷尽的,也是不可把握的,而这样的事物也是不可知的。因此将没有科学;因为一切科学都是对可知之物的穷尽与把握。因此,如果定义是可论证的,就将没有科学。但这是不可能的;因此定义是不可论证的。而“要么将有始基……”等等语句必须被当作从另一个起点开始那样来阅读,因为论述是按照二分法推进的。至于“要么最初的事物,即定义,将是不可论证的”这句话,应该这样表述:“要么最初的事物——也就是说,定义——将是不可论证的。”然而,人们可能会认为这一论证并未针对所探究的问题;因为所探究的问题是可定义之物不是可论证的,而这些话却是关于定义说的。然而,既然定义与可定义之物彼此互换,如果可定义之物作为可定义之物是可论证的,显然定义也是如此。此外,通过定义阐明了“是什么”,正如通过论证确定了“此物属于彼物”;而“是什么”与定义是同一的,因此说“是什么”是可论证的人,也就是在说定义是可论证的。因为并不像在论证中那样,从所言之物中必然得出不同于已设定前提的另一事物,定义也并非展示出从另一事物或多个其他事物中产生的某种不同事物,相反,被阐明的乃是形式本身和“是什么”,这并非定义之外的某种不同事物;因为各事物的定义就是依其实体的说明和形式。不仅如此,从与这些事物相关的能力中也能显明其区别;因为我们通过理智,纯粹且直接地触及事物来认识定义,而通过推论理智,以定义为中项,来认识自身偶性,因为简而言之,理智是对作为存在的存在的认知能力,而灵魂自身及推论理智则是对存在的显现的认知能力。而所谓界限不仅是定义,也是共同概念即公理,以及任何其他直接之物,因为它们界定了各门科学,并使向上的追溯止步于自身。

语法注3 条
  1. 1.54τὸ δὲ ἢ τὰ πρῶτα ὁρισμοὶ ἔσονται ἀναπόδεικτοι οὕτω δεῖ λέγειν ‘ἢ τὰ πρῶτα, ταὐτὸν δὲ εἰπεῖν οἱ ὁρισμοί, ἔσονται ἀναπόδεικτοι.’

    该句是对亚里士多德原文中 τὰ πρῶτα 与 ὁρισμοί 之间句法关系的同位语解释(通过 ταὐτὸν δὲ εἰπεῖν 转述),旨在澄清两个主格并列的结构意图。

  2. 1.54δόξειε δ’ ἂν μὴ πρὸς τὸ ζητούμενον γενέσθαι τὴν ἐπιχείρησιν·

    带有 ἄν 的潜在希求法(δόξειε δ’ ἄν)支配一个带不定式的宾格结构(μὴ ... γενέσθαι τὴν ἐπιχείρησιν),引出潜在的质疑,即探究的主题(τὸ ὁριστόν)与当前所论述的出发点(ὁ ὅρος)之间存在表面脱节。

  3. 1.54ὡς τὰς ἐπιστήμας ὁρίζοντα καὶ μέχρις ἑαυτῶν ἱστῶντα τὴν ἄνοδον.

    连词 ὡς 表示原因,支配中性复数分词 ὁρίζοντα 和 ἱστῶντα。由于前文罗列的主语(ὁρισμοί、κοιναὶ ἔννοιαι、ἀξιώματα、εἴ τι ἕτερον ἄμεσον)性与数各异,分词采用概括性的中性复数以统摄所有列举的前项。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:44.31-45.33