← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§43.23-44.30

设定凡可定义之物皆可论证所导致的矛盾

厄斯特拉提奥斯注解了亚里士多德的90b23,指出如果设定凡可定义之物皆有论证,就会导致同时拥有又不拥有论证的矛盾,并探讨了前提的逻辑功能以及亚里士多德论证中不对称性的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.52

" Ὁ γὰρ τὸν ὁρισμὸν ἔχων ἄνευ τῆς ἀποδείξεως ἐπιστήσεται." Ἀποδεικτοῦ γὰρ ὄντος τοῦ ὁριστοῦ, ὡς ἡ ὑπόθεσις, ὁ τὸν ὁρισμὸν ἔγνων αὐτοῦ1 εἴσεται τὸ ἀποδεικτὸν ἄνευ ἀποδείξεως. ἀλλὰ τοῦτο ἀδύνατον· ὑπέκειτο γὰρ τοῦτο εἶναι τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν, τὸ ἔχειν τὴν ἀπόδειξιν. ἀλλὰ καὶ ἕξει ἅμα καὶ οὐχ ἕξει τὴν ἀπόδειξιν· καθὸ μὲν γὰρ ἐπίσταται τὸ ἀποδεικτόν, ὃ δι’ ὁρισμοῦ ἔγνωκεν, ἕξει τὴν ἀπόδειξιν (τοῦτο γὰρ ἦν τὸ ἐπίστασθαι αὐτό, τὸ ἔχειν τὴν ἀπόδειξιν), καθὸ δὲ διὰ μόνου τοῦ ὅρου ἐπίσταται αὐτὸ χωρὶς ἀποδείξεως, οὐχ ἕξει· ὥσθ’ ἅμα ἕξει καὶ οὐχ ἕξει τὴν ἀπόδειξιν, ὅπερ ἀδύνατον. οὐκ ἄρα παντὸς οὗ ὁρισμὸς τούτου καὶ ἀπόδειξις. ἴσως δὲ τὰ τοῦ γὰρ ἑνὸς ᾗ ἓν μία ἐπιστήμη οὐχ ὡς λῆμμα προτέτακται, ἀλλ’ ὡς κατασκευαστικὸν τοῦ τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν εἶναι τὸ ἔχειν τὴν ἀπόδειξιν· ἐπειδὴ γὰρ κυρίως ἐπιστήμας ταύτας τὰς δύο τίθεται, ὁριστικήν τε καὶ ἀποδεικτικήν, ὡς Θεόφραστος μαρτυρεῖ καὶ Ἀλέξανδρος, φησὶν ὅτι οὐκ ἐνδέχεται τοῦ ἑνὸς ᾗ ἓν ὁρισμὸν εἶναι καὶ ἀπόδειξιν. διὸ οὔτε ὁριστὸν ᾗ ἓν ἄνευ ὁρισμοῦ γνωστόν ἐστιν οὔτε ἀποδεικτὸν ἄνευ ἀποδείξεως. τούτου δὲ οὕτως ἔχοντος οὔτε παντός, οὗ ἀπόδειξις, ἔστι καὶ ὅρος οὔτε παντός, οὗ ὅρος, ἔστι καὶ ἀπόδειξις· εἰ δ’ ἔστιν, ὅ τε δι’ ὁρισμοῦ μόνου τὸ ἀποδεικτὸν ἐπιστάμενος ἄνευ τῆς ἀποδείξεως εἴσεται τὸ ἀποδεικτόν, ὅ τε διὰ ἀποδείξεως μόνης τὸ ὁριστὸν ἄνευ ὁρισμοῦ τὸ ὁριστὸν εἴσεται. διὰ τοῦτο καὶ οὕτως ἐπήνεγκεν ὥστ’ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν καὶ τὰ ἑξῆς, ὡς ἑπομένου τῷ εἶναι μίαν ἐπιστήμην τοῦ ἑνὸς ᾗ ἓν τοῦ ταὐτὸν εἶναι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν τῷ ἔχειν τὴν ἀπόδειξιν.2 εἰ δὲ καὶ ὡς λήμματά τις ἄμφω ταυτὶ λήψεται προτεταγμένα, πρὸς ἄμφω τὸ ἄτοπον ἕψεται. εἴπερ γὰρ παντὸς οὗ ἀπόδειξις, τούτου καὶ ὅρος, οὔτε μία ἐπιστήμη τοῦ ἑνὸς ᾗ ἕν, ἀλλὰ δύο ἕτεραι ἀλλήλων καὶ μὴ ὑπ’ ἄλληλα τεταγμέναι ὅρος καὶ ἀπόδειξις, οὔτε ταὐτὸν ἔσται τὸ εἰδέναι τὸ ἀποδεικτὸν τῷ ἔχειν τὴν ἀπόδειξιν· εἴσεται γὰρ τὸ ἀποδεικτὸν ὁ ἔχων τὸν ὁρισμὸν διὰ μόνου τοῦ ὅρου, τὴν ἀπόδειξιν μὴ ἔχων. οὕτω δὲ πρότερον μὲν ἥρμοττεν εἰπεῖν, ὅτε μὴ παντὸς ἔλεγεν οὗ ἀπόδειξις, τούτου καὶ ὅρον εἶναι· νῦν δὲ τὸ ἀνάπαλιν ἔδει,3 ἐπεὶ καὶ ἀντίστροφον τὸ προκείμενον, ὅτι εἰ παντὸς οὗ ὅρος, τούτου καὶ ἀπόδειξις, συμβήσεται τὸ ὁριστὸν ἐπίστασθαι δίχα ὅρου διὰ μόνης τῆς ἀποδείξεως. ἀλλ’ ἐπεὶ μὴ οὕτως ἀλλ’ ἐκείνως ὑπέκειτο (τὸ μὲν γὰρ ἐπίστασθαι τὸ ἀποδεικτὸν τὸ ἔχειν τὴν ἀπόδειξιν εἶναι ὑπέκειτο, τὸ δὲ ἐπίστασθαι τὸ ὁριστὸν τὸ ἔχειν τὸν ὅρον εἶναι οὐδαμοῦ ὑπετέθη) τούτου ἕνεκεν ὃ ὑποτέθειται, εἴληπται. τάχα δὲ καὶ διὰ τοῦτο τέθειται ἐνταυθοῖ τὸ τοῦ ἑνὸς ᾗ ἓν μίαν ἐπιστήμην εἶναι, ὡς ἀμφοῖν ἁρμόζον ἐπίσης τοῖς προβλήμασιν· εἰ γὰρ τοῦτο, οὔτε τοῦ ἀποδεικτοῦ ᾗ ἀποδεικτὸν ὅρος ἔσται οὔτε τοῦ ὁριστοῦ ᾗ ὁριστὸν ἀπόδειξις.

“因为拥有定义的人将在没有论证的情况下获得知识。” 因为正如假说所设定的那样,如果可定义之物是可论证的,那么认识了其定义的人将在没有论证的情况下知道可论证之物。但这乃是不可能的;因为先前假定,知道可论证之物就是拥有论证。然而,他也将同时拥有又不拥有论证;因为就他知道通过定义而认识的可论证之物而言,他将拥有论证(因为知道它就是拥有论证),但就他仅通过定义而在没有论证的情况下知道它而言,他又不会拥有论证;因此他将同时拥有又不拥有论证,这是不可能的。因此,并非凡有定义之物,此物皆有论证。或许,“因为就一者作为一者而言只有一种知识”这句话并不是作为前提被置于前面的,而是作为确立“知道可论证之物就是拥有论证”这一论断的说明。因为正如泰奥弗拉斯托斯和亚历山大所作证的那样,既然他将这两者——即定义的知识和论证的知识——确立为严格意义上的知识,他说,对于就一者作为一者而言的对象,不可能同时既有定义又有论证。因此,可定义之物作为一者在没有定义的情况下不可被认识,可论证之物在没有论证的情况下也不可被认识。既然情况如此,既非凡有论证之物皆有定义,亦非凡有定义之物皆有论证;如果存在,那么仅通过定义而知道可论证之物的人将在没有论证的情况下知道可论证之物,而仅通过论证而知道可定义之物的人将在没有定义的情况下知道可定义之物。正是由于这个原因,他又补充了“因此如果知道可论证之物……”等等,这是因为“知道可论证之物与拥有论证是同一回事”乃是随“就一者作为一者而言只有一种知识”而来的结果。即使有人将这两者都作为前置的前提来理解,这一荒谬也将针对两者随之而来。因为如果凡有论证之物此物亦有定义,那么不仅就一者作为一者而言不会只有一种知识,反而会有彼此不同且互不隶属的两种知识,即定义和论证;而且知道可论证之物也不会与拥有论证是同一回事;因为拥有定义的人仅通过定义就会知道可论证之物,而并不拥有论证。这样说在先前是合适的,那时他论述的是并非凡有论证之物此物皆有定义;但现在由于当前论题是其逆命题,本来需要相反的说法,即:如果凡有定义之物此物亦有论证,那么随之而来的结论就是,仅通过论证而在没有定义的情况下就能知道可定义之物。然而,由于所作的假定不是这样而是那样——因为所假定的是知道可论证之物就是拥有论证,而知道可定义之物就是拥有定义在任何地方都未曾被假定——由于这个缘故,那个被假定的前提才被采纳了。或许也正是为了这个原因,“就一者作为一者而言只有一种知识”被置于此处,因为它同样适用于这两个论题;因为如果这一点成立,那么对作为可论证之物的可论证之物而言既不会有定义,对作为可定义之物的可定义之物而言也不会有论证。

语法注3 条
  1. 1.52ὁ τὸν ὁρισμὸν ἔγνων αὐτοῦ

    文本中的 ἔγνων 从语法形式上看是第一人称单数不定过去式直陈语气,但在此处它位于带定冠词 ὁ 的主语位置,在句法上充当名词性成分,意义相当于“认识了其定义的人”(相当于分词 ἔχων 或 ἐγνωκώς)。

  2. 1.52ὡς ἑπομένου τῷ εἶναι μίαν ἐπιστήμην τοῦ ἑνὸς ᾗ ἓν τοῦ ταὐτὸν εἶναι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν τῷ ἔχειν τὴν ἀπόδειξιν

    此处为带分词 ἑπομένου 的属格绝对结构。分词 ἑπομένου 的逻辑主语是后置的属格不定式短语 τοῦ ταὐτὸν εἶναι...(“知道可论证之物……是同一回事”),而与格不定式短语 τῷ εἶναι μίαν ἐπιστήμην...(“只有一种知识……”)则是 ἑπομένου 所要求的补足语(所随之而来的对象)。

  3. 1.52οὕτω δὲ πρότερον μὲν ἥρμοττεν εἰπεῖν... νῦν δὲ τὸ ἀνάπαλιν ἔδει

    此处呈现出对比结构。厄斯特拉提奥斯指出,亚里士多德在文中作出的推导(在没有论证的情况下知道)沿用了前一个问题的预设,而按照当前的逆命题,本应得出严格对称的相反结论(即仅凭论证而在没有定义的情况下知道定义对象),随后注解者解释了亚里士多德为何如此表述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:43.23-44.30