- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:42.6-43.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉条阐释了亚里士多德基于归纳以及“定义是对某种实体的认识”这一前提来证明可论证之物不可被定义(90b13–19),随后解释了由此转向其逆命题(凡可定义者是否皆可论证)以及重用先前相同论证思路的论述(90b19–20)。
" Ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς." Καὶ ἐκ τῶν κατὰ μέρος ἀποδεικνυμένων δείκνυσι τὸ προκείμενον. τὰ μὲν γὰρ ἀποδεικνύμενά εἰσι τὰ ἐν ἑτέροις ὑπάρχοντα ἢ καθ’ αὑτὸ ἢ ἁπλῶς ὡς συμβεβηκότα, ὡς τῷ τριγώνῳ αἱ δύο ὀρθαὶ καὶ τῇ σελήνῃ ἡ ἔκλειψις. ἐπέξιθι οὖν, φησί, καθ’ ἕκαστον καὶ οὐδὲν εὑρήσεις αὐτῶν ὁρισμῷ γινωσκόμενον· καίτοι ἔστι γνωρίσαι τι τῶν δι’ ἀποδείξεως γινωσκομένων ἐκ τοῦ ὁρίσασθαι, οἷον τὸ ἰσόπλευρον τρίγωνον, ἀλλ’ οὐ κατὰ τὸ αὐτό, ὥσπερ εἴρηται. τί μὲν γὰρ τὸ ἰσόπλευρον τρίγωνον, ἔστι γνῶναι δι’ ὁρισμοῦ· ὅτι δὲ τόδε τὸ οὕτω διαγραφὲν ὡς ἐν ταῖς ἀποδείξεσι διαγράφεται ἰσόπλευρον τρίγωνόν ἐστιν, οὐκέτι· καθ’ ἑαυτὸ μὲν γὰρ ὁρίζεται, ὡς ἐν ἑτέρῳ δὲ ἀποδείκνυται, καὶ ὁ μὲν ὁρισμὸς τὸ τί ἐστιν, ἡ δὲ ἀπόδειξις τὸ τόδε τῷδε ὑπάρχειν παρίστησιν. ἱκανὴν δὲ πίστιν καὶ τὴν ἐκ τῆς ἐπαγωγῆς ὠνόμασεν ὡς καὶ τῶν ἄλλων μὲν ἱκανῶν οὐσῶν ἐκ τοῦ λόγου, ἱκανῆς δὲ καὶ ταύτης ὡς ἐκ τῆς ἐναργείας παριστώσης τὸ ἀληθές.
“从归纳中也能得到充分的确证。” 他也从各个被论证的具体事例来证明当前提出的论点。因为被论证的事物,无论是就自身而言还是单纯作为偶性,都是存在于他物之中的属性,正如两直角之和属于三角形、食属于月亮一样。因此他说,请逐一考察它们,你就会发现它们之中没有一个是凭定义来被认识的;虽然通过作出定义来认识通过论证而被认识之物的某种情形是可能的,例如等边三角形,但正如先前所说,并不是在同一个方面。因为等边三角形是什么,通过定义是可以认识的;但如此这般被画出的这个图形——正如在论证中所画出的那样——是等边三角形,却不再能够如此被认识;因为它就自身而言被定义,但作为存在于他物之中被论证,并且定义揭示的是本质,而论证则揭示此物属于彼物。他之所以把来自归纳的确证也称为“充分的确证”,是因为虽然来自论理推论的其它确证是充分的,但这一个作为从显然的事实呈现真理的确证也是充分的。
"Ἔτι εἰ ὁ ὁρισμὸς οὐσίας τινὸς γνωρισμός." Καὶ ἐντεῦθεν ἄν τις γνοίη, φησίν, ἕτερα ὄντα ἀλλήλων τὰ τῷ ὁρισμῷ καὶ τὰ τῇ ἀποδείξει ὑποκείμενα. ὁ μὲν γὰρ ὁρισμὸς οὐσίαν παρίστησι, καθὰ καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ διείληπται. λόγος γάρ ἐστι δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, ἡ δὲ φύσις ἑκάστου οὐσία ἐστὶν αὐτοῦ. οὐδεμία δὲ οὐσία δι’ ἀποδείξεως συμπεραίνεται, ἀλλὰ τὸ ἄλλο ἄλλῳ ὑπάρχειν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. καίτοι καὶ συμβεβηκότων εἰσὶν ὁρισμοί, ὡς τὸ λευκὸν ὁριζόμεθα χρῶμα λέγοντες εἶναι διακριτικὸν ὄψεως, καὶ πολλὰ ἕτερα. ἀλλ’ οὐχ ὅτι τινί ἐστιν ὁ ὁρισμὸς ἀποδίδωσιν, ἀλλ’ ἢ τὸ εἶδος αὐτοῦ παρίστησιν,1 ὅπερ ἡ οὐσία αὐτοῦ ἐστιν. οὐχ ἁπλῶς δὲ οὐσίας ἀλλὰ τινὸς εἶπε γνωρισμὸν εἶναι τὸν ὁρισμόν, ὡς μὴ μόνον τῶν εἰδῶν καὶ γενῶν τῆς πρώτης οὐσίας ὁρισμῷ ὑποβαλλομένων, ἀλλὰ δὴ καὶ συμβεβηκότων· ὡς πάντως μὲν τὸν ὁρισμὸν οὐσίαν τινὰ δηλοῦν, ἤτοι εἶδός τι καθ’ ὃ ἔστιν ἕκαστον, τοῦτο δὲ ἢ ἐν ταῖς οὐσίαις ἢ ἐν τοῖς συμβεβηκόσιν. καὶ ἔστιν ὁ λόγος τοιοῦτος ‘ὁ ὁρισμὸς οὐσίας τινὸς γνωρισμός· οὐδὲν τῶν ὑπὸ τῆς ἀποδείξεως γινωσκομένων οὐσία ἐστίν· οὐδὲν ἄρα τῶν ὑπὸ τῆς ἀποδείξεως γινωσκομένων ὁρισμῷ γινώσκεται.’ δοκεῖ δὲ ἐλλιπὴς μὴ ἐπενεχθέντος τοῦ συμπεράσματος.
“再者,如果定义是某种实体的认识手段。” 他说,由此人们也可以认识到,从属于定义的事物与从属于论证的事物是彼此不同的。因为正如在关于定义的论述中所确定的那样,定义呈现的是实体;因为它是揭示底层基质事物的本性的说明规定,而每一事物的本性就是它的实体。但没有任何实体是通过论证被得出结论的,得出的只是此物就自身而言或偶然地属于彼物。虽然偶性也有定义,例如我们给白下定义说它是离散视觉的颜色,诸如此类还有很多。然而定义并不是提供它属于某物,而是呈现它的形式,亦即它的实体。他说定义不是单纯实体的认识手段,而是“某种实体”的认识手段,是因为不仅第一实体的种和属服从定义,甚至偶性也服从定义;其结果是,定义始终表明某种实体,即各事物据以存在的某种形式,而这形式要么在实体之中,要么在偶性之中。该论证的形式如下:“定义是某种实体的认识手段;通过论证而被认识的事物中没有一个是实体;因此,通过论证而被认识的事物中没有一个是通过定义而被认识的。”但由于没有引出结论,这似乎是不完全的。
"Τί δ’, οὗ ὁρισμός, ἆρα παντὸς ἀπόδειξις ἢ οὔ;" Δείξας μὴ εἶναι πᾶν τὸ ἀποδεικτὸν ὁριστόν, μηδ’ εἶναι πᾶν ὁρίζεσθαι ὅπως καὶ δι’ ἀποδείξεως περαίνεται, δείκνυσιν ἤδη καὶ τὸ τούτου ἀντίστροφον, μὴ εἶναι πᾶν τὸ ὁριστὸν τοῦτο καὶ ἀποδεικτόν, μηδ’ ἀποδείξει περαίνεσθαι πᾶν τὸ δι’ ὅρου γινωσκόμενον. ἐρωτῶν δὴ τὸ εἶναι ἀποκρίνεται τὸ μὴ εἶναι·2 εἶτα τῇ τούτου δείξει ἐπιχειρεῖ, λέγω δὴ τοῦ μὴ εἶναι παντὸς ἀπόδειξιν οὗ καὶ ὁρισμός ἐστιν.
“那么,凡有定义者,难道皆有论证,还是并非如此?” 在指出了并非所有可论证之物都是可定义的,也并非所有事物都能像通过论证也被确定下来那样被定义之后,他现在进而表明它的逆命题:并非所有可定义之物也是可论证的,也并非所有通过定义而被认识的事物都能通过论证被确定下来。因此,在问及是否存在之后,他回答说不存在;随后他着手证明这一点,我指的是证明并非凡有定义之物皆有论证。
"Εἷς μὲν δὴ λόγος καὶ περὶ τούτου ὁ αὐτός." Διαφόρων, φησί, λόγων καὶ τοῦτο δεικνυόντων εἷς ἐστι τούτων ὃς καὶ ἐπὶ τοῦ προτέρου προβλήματος εἴληπται, τὸ αὐτὸ καὶ τούτῳ δεικνὺς ὑποτιθεμένῳ ἑπόμενον ἄτοπον. εἶτα ἐπάγει τοῦ γὰρ ἑνὸς ᾗ ἓν μία ἐπιστήμη, ἤγουν εἴ τι ὑπάρχει ἓν καὶ τὸ αὐτὸ ἐπιστητὸν καὶ κατ’ ἐπίνοιαν καὶ κατ’ ἐνέργειαν λαμβανόμενον, καθὸ ἕν ἐστι, τουτέστι κατὰ τὸν ἕνα τρόπον αὐτοῦ τῆς γνώσεως, μίαν ἕξει καὶ τὴν ἐπιστήμην, καὶ οὐκ ἐνδέχεται κατὰ τὸ αὐτὸ δυσὶν ἐπιστήμαις εἶναι ἐπιστητόν. τοῦτο θεὶς ἐπάγει καὶ ἕτερον ὃ ἐξ ἀρχῆς ὑπέκειτο, τοῦτο δέ ἐστι τὸ ταὐτὸν εἶναι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν τῷ ἔχειν τὴν ἀπόδειξιν. τούτων τοίνυν ὄντων, φησί, συμβήσεταί τι ἀδύνατον, εἴπερ ὑποθώμεθα πᾶν εἶναι τὸ ὁριστὸν καὶ ἀποδεικτόν. τί δὲ τὸ συμβαῖνόν ἐστιν; ὃ καὶ ἐπὶ τοῦ προτέρου συμβέβηκεν.
“关于这一点,有一个论证也是相同的。” 他说,在证明这一点的若干论证中,有一个就是在先前的论题中所采纳的那个,表明如果设定这一点,也会随之产生相同的荒谬。随后他补充道,“因为就一者作为一者而言,只有一种知识”,换言之,如果在概念思念和现实中把握的某个认识对象是一个且相同的,只要它是一——也就是说,依照对其认知的一种方式——它就只拥有一种知识,而不可能是同一个对象在同一方面被两种知识所认识。确立了这一点后,他又补充了从一开始就预设的另一个前提,即知道可论证之物与拥有论证是同一回事。因此他说,既然这些前提成立,如果我们假定凡是可定义之物也都是可论证的,就会得出某个不可能的结论。那么,随之而来的结论是什么呢?就是先前情况下所随之而来的那个结论。
- 1.49ἀλλ’ ἢ τὸ εἶδος αὐτοῦ παρίστησιν
在否定从句 οὐχ ὅτι τινί ἐστιν ὁ ὁρισμὸς ἀποδίδωσιν 之后,短语 ἀλλ’ ἤ 引出对比性的肯定陈述(“而是呈现其形式”)。亦可将其视为在否定词之后表示例外或转折的习惯用法(“除非/而只是”),其句法功能实质上是确立定义所表达的是形式而非从属关系。
- 1.50ἐρωτῶν δὴ τὸ εἶναι ἀποκρίνεται τὸ μὴ εἶναι
名词化不定式 τὸ εἶναι 与 τὸ μὴ εἶναι 分别充当动词 ἐρωτῶν(“询问”)与 ἀποκρίνεται(“回答”)的直接宾语。在问答语境中,这种句法结构极其紧凑地概括了间接疑问的内容(“是否存在/是否如此”)和回答的内容(“不存在/并非如此”)。
