- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:41.1-42.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者围绕亚里士多德“没有任何东西阻止不同时具有它们”(90b13)这一语句,考察关于同一对象是否既可被定义又可被论证的设问与疑难,并通过指出属性在思念中可脱离基质而被定义、而在他物之中存在时则是可论证的这一双重视角来予以化解。
" Οὐδὲν γὰρ κωλύει μὴ ἅμα ἔχειν." Ὥσπερ τινὸς λέγοντος πρὸς αὐτὸν ὅτι ‘καὶ τίς ἡ ἀνάγκη τῆς ἀτοπίας ὥστε τὸ ἀποδεικτὸν ἐπίστασθαι χωρὶς ἀποδείξεως;1 εἰ γὰρ τὸ αὐτὸ ὁριστὸν καὶ ἀποδεικτόν, ἐπίσταιτο ἄν τις ἔχων αὐτοῦ καὶ ὁρισμὸν καὶ ἀπόδειξιν,’ φησὶ πρὸς τὸν οὕτω λέγοντα ὅτι οὐδὲν κωλύει μὴ ἔχειν ἅμα τοῦ αὐτοῦ τόν τε ὁρισμὸν καὶ τὴν ἀπόδειξιν. ἐνδέχεται γὰρ τὸν ὁρισμὸν ἔχοντά τινα μόνον εἰδέναι τοῦτο διὰ μόνου αὐτοῦ χωρὶς ἀποδείξεως, ὥστε ἔσται τι ἐπίστασθαι2 ἀποδεικτικῶς μὴ ἔχοντα ἀπόδειξιν, ὅπερ οὐχ ὑπέκειτο. ἀπορήσειε δ’ ἄν τις πρὸς ταῦτα ὡς ἕτερόν ἐστι τὸ ἀποδεικτικῶς ἐπίστασθαι καὶ ἕτερον τὸ ὁριστικῶς. τὸ μὲν γάρ ἐστι δι’ ἀποδείξεως ἐπίστασθαι, τὸ δὲ δι’ ὁρισμοῦ· ὁ οὖν τὴν ἀπόδειξιν ἔχων ἐπίσταται ἀποδεικτικῶς, ὁ δὲ τὸν ὁρισμὸν ὁριστικῶς, καὶ ἀνάπαλιν ὁ ὁριστικῶς ἐπιστάμενος ἔχει τὸν ὁρισμόν, ὁ δὲ ἀποδεικτικῶς τὴν ἀπόδειξιν. ἂν οὖν τὸ αὐτὸ ὑποθώμεθα ἐπιστητὸν εἶναι ὁρισμῷ καὶ ἀποδείξει, ὁ τὸν ὁρισμὸν ἔχων ὁριστικῶς οὐκ ἀποδεικτικῶς ἐπιστήσεται, καὶ οὐδὲν ἔσται ἄτοπον οὕτως· εἰ μὴ καὶ μᾶλλον ἐρεῖ τις ἄτοπον τὸν ἔχοντα τὸν ὁρισμόν, οὐχὶ τὴν ἀπόδειξιν ἀποδεικτικῶς λέγειν ἐπίστασθαι, ἑτέρων ὄντων ἀλλήλων ὁρισμοῦ τε καὶ ἀποδείξεως. οὐ γὰρ εὔλογον, διότι καὶ ἀποδεικτὸν τὸ ὁριστόν, ἀποδεικτικῶς λέγειν ἐπίστασθαι τὸν διὰ μόνου τοῦ ὁρισμοῦ αὐτὸ ἐπιστάμενον. ἢ οὐκ ἐνδέχεται τὸ ἀποδεικτὸν ἄλλως ἢ ἀποδεικτικῶς ἐπίστασθαι, ὡς μηδὲ τὸ αὐτὸ ὁριστόν τε εἶναι ἁπλῶς καὶ ἀποδεικτόν. κἂν γὰρ καὶ τὸ αὐτὸ ᾖ τῷ ὑποκειμένῳ ποτέ, ἀλλά γε τῷ λόγῳ διοίσει, ἐπινοίᾳ μὲν ὂν ὁριστόν, ἐνεργείᾳ δὲ ἀποδεικτόν· τοῦ γὰρ ὅτι καὶ διὰ τί ἡ ἀπόδειξις, ὁ δὲ ὅρος τοῦ τί ἐστι, καὶ τῶν μὲν ἐν ἑτέροις ἐκεῖνα, τῶν δὲ καθ’ αὑτὰ θεωρουμένων τὸ τί ἐστιν· ὅταν οὖν τι ταὐτὸ λαμβάνηται ὅρῳ τε ὑποκεῖσθαι καὶ ἀποδείξει δυνάμενον τῶν ἐν ἑτέρῳ ὑφισταμένων ὄν, τοῦτο ἐπινοίᾳ μὲν τοῦ ὑποκειμένου χωριζόμενον ὁρισθήσεται, ὡς ἐν ἑτέρῳ δὲ ὂν ἀποδεικτικῶς.3 ὁ τοίνυν αὐτὸ ἀποδεικτὸν γνοὺς ὡς ἐν ἑτέρῳ ὂν ἀποδεικτικῶς αὐτὸ ἔγνωκε, τοῦτο δέ ἐστι καθὼς ἡ ἀπόδειξις αὐτοῦ τὴν γνῶσιν παρίστησιν. τοιγαροῦν εἰ καὶ ὁ ὁρισμὸς οὕτως αὐτὸ ἀποδίδωσιν, ἀποδεικτικῶς αὐτοῦ τὴν γνῶσιν παρέχεται· ὥστε ἔσται γνῶναι δι’ ὁρισμοῦ ἀποδεικτικῶς τὸ ἀποδεικτὸν χωρὶς ἀποδείξεως. ἀλλ’ οὐχ οὕτως ὑπέκειτο· τὸ οὖν ἀποδεικτικῶς λέγειν εἰδέναι, τοῦτό ἐστι καθὼς ἡ δι’ ἀποδείξεως γνῶσις γίνεται, τοῦτο δέ ἐστι κατὰ τὸ ἐν ἑτέρῳ εἶναι· τοῦτο δ’ οὐκ ἐνδέχεται ἄνευ ἀποδείξεως. ὁ δέ γε ὅρος οὐχ οὕτως, ἀλλ’ ὡς καθ’ ἑαυτὸ παραδίδωσιν ἐπινοίᾳ διιστῶν τοῦ ὑποκειμένου τὸ ἐν ἑτέρῳ. ἐπεὶ τοίνυν ἡ μὲν ὁριστικὴ ὡς καθ’ ἑαυτὸ λαμβάνει τὸ ἐν ἑτέρῳ, ἡ δὲ ἀποδεικτικὴ ὡς ἐν ἑτέρῳ, τὸ μὲν ἐκείνως αὐτὸ γινώσκειν ὁριστικῶς ἐστι γινώσκειν, τὸ δ’ οὕτως ἀποδεικτικῶς· ὡς ταὐτὸν εἶναι λέγειν τρόπον τινὰ ἀποδεικτικῶς τε εἰδέναι καὶ ἀποδεικτὸν εἰδέναι, καὶ ὁριστικῶς καὶ ὁριστὸν ὡσαύτως.
“因为没有任何东西阻止不同时具有它们。” 仿佛有人对他说:“落入在没有论证的情况下理解可论证之物的荒谬,有什么必然性呢?因为如果同一事物既是可定义的又是可论证的,某人就会在同时拥有其定义与论证的情况下理解它”,针对如此发问的人,他指出,没有任何东西阻止针对同一事物并不同时拥有定义与论证。因为完全可能有人仅拥有定义,从而仅凭这一定义本身在没有论证的情况下认识此物,结果将变成某人在没有论证的情况下论证性地理解某物,而这与最初的假定不合。然而,有人可能会对此提出疑难,认为论证性地理解是一回事,定义性地理解则是另一回事。因为前者是通过论证来理解,后者是通过定义来理解;因此,拥有论证者是论证性地理解,拥有定义者是定义性地理解,反之,定义性地理解者拥有定义,论证性地理解者拥有论证。那么,如果我们假定同一事物既可通过定义又可通过论证来被知,拥有定义者将是定义性地、而非论证性地去理解,如此便不会产生荒谬;或者不如说,在定义与论证彼此各异的情况下,说一个拥有定义而非论证的人是在论证性地理解,这难道不会更被认为是荒谬的吗?因为不能仅由于可定义者恰好也是可论证的,就合理地说仅通过定义来理解它的人是在论证性地理解。抑或是,人们不可能以除论证性之外的方式来理解可论证之物,正如同一事物不可能单纯地既是可定义的又是可论证的一样?因为纵使它在底层基质上有时是同一的,但在理则上必定不同,在概念思念中是可定义的,但在现实运作中是可论证的;因为论证涉及的是事实与原因,而定义涉及的是本质,那些〔事实与原因〕属于处于他物之中的属性,本质则属于就自身而言被考察的事物。因此,当某个同一之物既能从属于定义又能从属于论证,且作为存在于他物之中的事物被选取时,它在思念中脱离基质而被定义,但作为存在于他物之中的事物则被论证性地处理。因此,将其认识为可论证者的人,是将其作为存在于他物之中的事物而论证性地认识了它,这正符合论证呈现其知识的方式。倘若定义也同样如此表述它,定义就会论证性地提供关于它的知识;结果就会变成在没有论证的情况下通过定义而论证性地认识可论证之物。但这并不是先前的设定;因此,所谓论证性地知道,就是如同通过论证获得知识那样,而这依照的是存在于他物之中;若无论证,这是不可能的。然而定义并非如此,而是将其作为就自身而言存在者传授,在概念思念中将存在于他物之中的事物与基质区分开。既然定义的方法将存在于他物之中的事物作为就自身而言存在者来把握,而论证的方法将其作为存在于他物之中的事物来把握,那么以前一种方式认识它就是定义性地认识,以后一种方式认识它则是论证性地认识;以至于在某种意义上说,论证性地知道与知道可论证之物是同一回事,定义性地知道与知道可定义之物亦是如此。
- 1.47ὥστε τὸ ἀποδεικτὸν ἐπίστασθαι χωρὶς ἀποδείξεως
带 ὥστε 的不定式短语依附于前面的名词短语 τῆς ἀτοπίας,在句法上起同格说明的作用,具体阐明这一“荒谬”的内容究竟是什么(即“在没有论证的情况下理解可论证之物”),而非单纯表示一般结果。
- 1.47εἰ μὴ καὶ μᾶλλον ἐρεῖ τις ἄτοπον τὸν ἔχοντα τὸν ὁρισμόν, οὐχὶ τὴν ἀπόδειξιν ἀποδεικτικῶς λέγειν ἐπίστασθαι
该句骨架为一个带不定式的双重宾格结构:ἐρεῖ τις ἄτοπον [εἶναι] ... λέγειν(“难道有人不会说……声称……是荒谬的吗”)。不定式 λέγειν 统领其宾格不定式从属结构 τὸν ἔχοντα... ἐπίστασθαι(“拥有定义者……在理解”),其中副词 ἀποδεικτικῶς 作状语修饰 ἐπίστασθαι。
- 1.47ὡς ἐν ἑτέρῳ δὲ ὂν ἀποδεικτικῶς
与前半句的动词 ὁρισθήσεται(“将被定义”)相对比,后半句的谓语省略了相应的被动动词(需补出如 δειχθήσεται 或 γνωσθήσεται),整句意为“但作为存在于他物之中的事物,它将按论证方式[被证明/被认识]”。
