- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:39.27-40.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥阐释了亚里士多德如何从科学认识本身的本质(论证性地理解即拥有论证)出发,普遍地证明了可论证之物不可能拥有定义。他进而阐发在逻辑学、自然学和神学的全体领域中,从结果上升到原因与从原因下降到结果这两种认识秩序是普遍适用的。
" Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν." Πρότερον μὲν ἐκ τῆς τῶν γνωστῶν διαφορᾶς διίστατο τὰς γνώσεις ὁριστικήν τε καὶ ἀποδεικτικήν, ἐκ τῶν μερικωτέρων τὸν λόγον πιστούμενος, νῦν δὲ καθολικῶς τὸν λόγον τῆς διαφορᾶς τῶν γνωστῶν ἀποδίδωσιν τὰς γνώσεις αὐτὰς μεταχειριζόμενος. ἔκειτο γὰρ ἐν τῷ πρὸ τούτου βιβλίῳ τοῦτο εἶναι τὸ ἐπίστασθαι ἀποδεικτικῶς, τὸ ἔχειν ἀπόδειξιν. εἰ τοίνυν ἀποδεικτικῶς τὰ ἀποδεικτὰ ἐπιστάμεθα, ἀπόδειξιν ἔχοντες αὐτὰ ἐπιστάμεθα· εἰ δὲ ταῦτα καὶ δι’ ὁρισμοῦ ἐπιστάμεθα, συμβήσεται ταῦτα ἐπίστασθαι ἀπόδειξιν μὴ ἔχοντας ἀλλ’ ὁρισμόν, ὅπερ ἐναντίον τῶν ἐξ ἀρχῆς κειμένων ἐστίν.1 οὐκ ἄρα δι’ ὁρισμοῦ τὰ ἀποδεικτὰ ᾗ ἀποδεικτὰ ἀλλὰ δι’ ἀποδείξεως μόνης γινώσκεται. ὅρα δὲ ὅτι ἀπὸ μὲν τῶν ὑστέρων καὶ αἰτιατῶν ἐπὶ τὴν τῶν προτέρων καὶ αἰτίων ἀνιόντες γνῶσιν ἀπὸ τῶν πολλῶν εἰς ἓν ἀνερχόμεθα, κατὰ μέρος τὴν τοῦ αἰτίου συνάγοντες γνῶσιν ἐκ τῶν ἐξ αὐτοῦ· ὅταν δὲ ἀπὸ τῶν πρώτων καὶ αἰτίων ἡ πρόοδος γίνηται, τὸ ἀνάπαλιν ἀπὸ τοῦ ἑνὸς γινώσκεται τὰ πολλά· καὶ τοῦτο οὐ μόνον ἐπὶ τῶν λογικῶν καὶ διανοητῶν, οἷον ἐπιστήμης τε καὶ ἐπιστητοῦ καὶ γενῶν καὶ εἰδῶν, ἀλλὰ καὶ ἐπὶ τῶν φυσικῶς τε καὶ θεολογικῶς θεωρουμένων ἔστιν εὑρεῖν. ὡς γὰρ ἐνταῦθα ἐκ τῶν κατ’ εἶδος συμπερασμάτων, ἃ τῷ συλλογισμῷ καὶ τῇ ἀποδείξει συνάγεται, τὴν δύναμιν τῆς συλλογιστικῆς καὶ ἀποδεικτικῆς ἐπιστήμης ἐπέγνωμεν, καὶ αὖθις ἐκ τῶν κατ’ εἶδος ὁριστῶν, ὁποία ἡ ὁριστικὴ ἐστι μέθοδος, οὕτως ἐκ τῆς κατ’ εἶδος τῶν φυσικῶν ἰδιότητος, ᾗ φυσικὰ ἐστιν, ἐπὶ τὴν γνῶσιν ἁπλῶς τῆς φύσεως ἀναγόμεθα, ὅτι ἐστὶν ἀρχή τις ἡ ταῦτα οἰκείως διοικοῦσα λαμβάνοντες, καὶ τίς αὕτη ἐστί, καὶ ἔτι ἐκ τῶν κατ’ εἶδος δημιουργικῶν λόγων ἐπὶ τὴν πρώτην καὶ μίαν αἰτίαν τῶν γινομένων καὶ ὄντων ἀναφερόμεθα, ἓν τὸ πάντων καταλαμβάνοντες προϊστάμενον, εἰς ὃ τελευταῖον πᾶν ἀναπληρούμενον ἵσταται καὶ οὗ περαιτέρω προβῆναι οὐκ ἔνεστι.2 καὶ ἀνάπαλιν ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ ἐξ αὐτῶν· ὥσπερ γὰρ ἀπὸ μιᾶς ἐπιστήμης κοινῆς τῆς συλλογιστικῆς τε καὶ ἀποδεικτικῆς πάντα κατὰ μέρος τε καὶ εἶδος τὰ συμπεράσματα πρόεισι καὶ ἀπὸ τοῦ ἑνὸς γένους τὰ ἐξ αὐτοῦ, οὕτως ἀπὸ τῆς μιᾶς τε καὶ κοινῆς φύσεως πάντα τὰ κατὰ μέρος τε καὶ εἶδος τὰ ἐξ αὐτῆς, καὶ ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ αἰτίου τοῦ πρώτου πάντα κατὰ μέρος τε καὶ εἶδος τὰ δεύτερα. καὶ κοινὴ ὁμοιότης ἐπί τε τῶν λογικῶν καὶ φυσικῶν καὶ θείων τὸ ἄλλα ἄλλων εὑρίσκεσθαι αἰτιώτερα καὶ καθολικώτερα ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντων ἡμῶν,3 καὶ ἄλλα ἄλλων αἰτιατότερά τε καὶ μερικώτερα ἀπὸ τῶν προτέρων κατιόντων ἐπὶ τὰ ὕστερα. ἀλλὰ περὶ μὲν αἰτίων καὶ αἰτιατῶν καὶ περὶ ὅλου καὶ μέρους καὶ ὅπως οἰκείως ἐπὶ τῶν λογικῶν καὶ φυσικῶν καὶ θείων ταῦτα λαμβάνεται, ἐν ἑτέροις εἴρηται πλατυκώτερόν τε καὶ ἀκριβέστερον· νῦν δὲ ἰτέον ἐπὶ τὰ προκείμενα.
“而这一点的理由在于,理解就是[具有论证]。” 此前,他是根据可知对象的差异来区分定义的知识与论证的知识,从较具体的特例来确立其论据;但如今,他通过处理这些知识本身,普遍地给出了可知对象之差异的理由。因为在前一卷中已经设定:论证性地理解,就是拥有论证。因此,如果我们论证性地理解可论证之事,我们就是在拥有论证的情况下理解它们;但如果我们也通过定义来理解它们,其后果将是我们并非拥有论证而是拥有定义来理解它们,这与最初设定的前提相反。因此,可论证之事就其可论证而言,并非通过定义被认识,而仅是通过论证被认识。 但请注意,当我们从后起之物与结果上升到先行之物与原因的知识时,我们是从多上升到一,从源自原因的事物中逐部汇总出关于该原因的知识;然而,当从最初之物与原因展开推移时,情况正好相反,多是从一而被认识的。而且这不仅在逻辑和思想的对象上——例如知识与可知对象、属与种——可以见到,在以自然学和神学方式考察的事物上也能见到。因为正如在此处,根据由推论与论证推导出的各个种类的结论,我们认识到了推论科学与论证科学的效能,又根据各个种类的被定义者认识到了定义方法是何种性质;同样地,根据自然物就其作为自然物而言的各个种类的特有属性,我们被引向对纯粹自然的知识,领悟到存在着某种恰如其分地掌管这些事物的本原以及它究竟是什么;进而,根据各个种类的造化理则,我们被导向生成之物与存在之物最初且唯一的单一原因,领会到统摄万物的唯一者,万物最终在其中圆满止息,不可能再进一步前行。反过来,从原因走向出于原因的事物亦是如此:因为正如从推论与论证这一门共同的科学出发,所有分部及各个种类的结论都引申出来,从一个属出发,源自它的事物都引申出来一样;从单一且普遍的自然出发,源自它的所有分部及各个种类的事物也都引申出来,且从唯一且相同的最初原因出发,所有分部及各个种类的次等事物也都引申出来。并且在逻辑、自然和神圣事物之间存在着共同的相似性:当我们从后起之物上升到先行之物时,会发现一些事物比另一些事物更为因性、更为全称;而当我们从先行之物下降到后起之物时,会发现一些事物比另一些事物更为果性、更为个别。但关于原因与结果,关于整体与部分,以及这些概念在逻辑、自然和神圣事物中如何恰当地被理解,在别处已有更广泛和更精确的论述;现在则必须转入摆在面前的论题。
- 1.46ὅπερ ἐναντίον τῶν ἐξ ἀρχῆς κειμένων ἐστίν
附属于形容词 ἐναντίον 的属格短语 τῶν ἐξ ἀρχῆς κειμένων 起着表示对立/相悖对象的属格(或关联属格)作用。虽然 ἐναντίος 通常支配与格,但在古典及拜占庭希腊语中也频繁支配属格,意为“与……相反”。
- 1.46καὶ οὗ περαιτέρω προβῆναι οὐκ ἔνεστι
关系代词属格 οὗ 与前面的 εἰς ὃ 并列,指代 ἓν τὸ πάντων ... προϊστάμενον,受 περαιτέρω 支配,意为“不可能超越它再进一步前行”。
- 1.46ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντων ἡμῶν
属格绝对分词结构(genitive absolute),在此作为表示时间/条件的时间副词性从句修饰带冠词的不定词短语 τὸ ἄλλα ἄλλων εὑρίσκεσθαι...(“当我们从后起之物上升到先行之物时”)。随后的 ἀπὸ τῶν προτέρων κατιόντων ἐπὶ τὰ ὕστερα 同样与 ἡμῶν 一致,形成并列对置。
