- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:4.3-5.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯结合通过分析发现中项的过程,阐明了《分析篇》这一标题何以分别适用于《前篇》及《后篇》各卷,论述了在四因之中何以形式因是证明中项的核心,并概括了定义法、证明法、划分法与分析法这四种方法的定义及各自的功能。
ἢ οὖν διὰ ταύτην τὴν αἰτίαν ἀναλυτικὴ ἡ ἀποδεικτικὴ ὀνομάζεται, ἢ ἐπειδὴ τὸ κῦρος ἅπαν ἐν τῇ ἀποδείξει ὁ μέσος ἔχει, οὗτος δέ ἐστιν ὁ λόγος καὶ τὸ τί ἦν εἶναι τοῦ πράγματος, τοῦτο δ’ ἐξ ἀναλύσεως εὑρίσκεται, ὡς αὐτὸς παραδίδωσι, διὰ τοῦτο ἀναλυτικὴ ἡ ἀποδεικτικὴ ἐπωνόμασται, διὰ τὸ ἐξ ἀναλύσεως πρώτης προβαίνειν τε καὶ συνίστασθαι. οὐ γὰρ ἂν εἴη ἀπόδειξις, εἰ μὴ ὅρος, οὐκ ἂν δὲ ὅρος, εἰ μὴ ἀνάλυσις, καθὼς ὁ Ἀριστοτέλης φησίν· οὐκ ἂν ἄρα ἀπόδειξις, εἰ μὴ ἀνάλυσις. Εἴποι δ’ ἄν τις καὶ οὕτως ὡς τὰ μὲν Πρότερα Ἀναλυτικὰ διὰ τὴν προτέραν αἰτίαν οὕτως ὠνόμασται, ὡς τελεωτέρας οὔσης παρ’ αὐτῆς θεωρίας1 τῆς εἰς τὰ σχήματα τῶν συλλογισμῶν ἀναλύσεως, τὸ δὲ πρὸ τούτου βιβλίον διὰ τὴν δευτέραν, ὡς ἐξ ἀναλύσεως τῶν ἀρχῶν εὑρισκομένων τῆς ἀποδείξεως, καθὼς εἴρηται. τὸ προκείμενον δὲ βιβλίον οὑτωσὶ ἐπιγέγραπται, ἐπειδὴ περὶ τοῦ μέσου μὲν διδάσκει ἀποδείξεως, ὅστις ὁ τοῦ τί ἦν εἶναι λόγος ἐστίν, οὗτος δὲ διὰ τῆς ἀπὸ τῶν περιεχομένων ἐπὶ τὰ περιέχοντα ἀνόδου εὑρίσκεται, ὡς δὴ προϊὼν Ἀριστοτέλης ἐρεῖ, τοῦτο δέ ἐστι τρόπος ἀναλύσεως. καὶ οὕτως ἑκάστῳ τῶν βιβλίων τουτωνὶ οἰκεία αἰτία τῆς ἐπιγραφῆς ἀποδίδοται. ἴσως δὲ καὶ ἐξ αὐτῆς τῆς ἐπιγραφῆς ἐνδείκνυται τὸ μὴ συναρέσκεσθαι τοῖς ἐπιχειροῦσιν ἀπογεννᾶν τοὺς ὁρισμοὺς ἐκ τῶν διαιρέσεων, καθὼς ἐποίουν οἱ περὶ Πλάτωνα, ὡς ἀκριβεστέρας οὔσης καὶ ἀπταιστοτέρας τῆς ἀναλύσεως εἰς τὸ ἀπογεννᾶν τοὺς μέσους τῶν ἀποδείξεων. Τεσσάρων δὲ ὄντων αἰτίων κατὰ Ἀριστοτέλην περὶ τοῦ εἰδικοῦ ὁ πλεῖστος λόγος αὐτῷ ἐνταυθοῖ, διότι καὶ τοῦτο ἐν ταῖς ἀποδείξεσι μέσον ὡς ἐπὶ τὸ πλεῖστον παραλαμβάνεται. τὸ μὲν γὰρ ὑλικὸν χεῖρον τῶν αἰτίων, καὶ ἡ ἐκ τούτου γνῶσις ἀμαυροτέρα, συμπαρομαρτοῦν ἔχουσα τὸ τῆς τοιαύτης αἰτίας ἀχλυῶδές τε καὶ ἀβέβαιον. τὸ δέ γε ποιητικὸν καὶ τὸ τελικὸν ἢ ἄμφω ἐξῄρηται τοῦ οὗ ἐστιν αἴτια, ἢ εἴ ποτε τούτων θάτερον ἔχεται, ταὐτὸν τῷ εἴδει ἐστί·2 τοῦτο δέ ἐστι τὸ τέλος. μόνον δὲ τὸ εἶδος ἀεί τε οἰκεῖον καὶ τελειωτικὸν τῆς οὐσίας τοῦ πράγματος καὶ τὴν γνῶσιν αὐτοῦ καθαρὰν παρεχόμενον· διὰ τοῦτο καὶ αἱ πλείους τῶν ἀποδείξεων τοῦτο μέσον παραλαμβάνουσι. Τεσσάρων δὲ καὶ τῶν μεθόδων οὐσῶν κατὰ γένος, δι’ ὧν πᾶσα διδασκαλία καὶ μάθησις ἐπιστημονικὴ περιγίνεται, ὁριστικῆς τε καὶ ἀποδεικτικῆς διαιρετικῆς τε καὶ ἀναλυτικῆς, οὐκ ἂν δικαίως περιττὸν δόξαι, ἐν τῷ περὶ ἀποδείξεως λόγῳ καὶ ὁρισμοῦ εἰπεῖν ἁπλῶς περὶ τῶν τεσσάρων τί τέ εἰσι καὶ διὰ τί, τί τε τὸ ἔργον ἑκάστῳ καὶ πῶς πρὸς ἀλλήλας ἔχουσιν. ἀτάρ τοι μέθοδοι μέν εἰσιν ἐννοηματικαί, δι’ ὧν ὁ ἀνθρώπινος νοῦς τὰ οἰκεῖα καταλαμβάνει ζητήματα· εὕρηνται δέ, ἵν’ ὦσιν ὁδοὶ τῷ νῷ τῷ ἀνθρωπίνῳ πρὸς τὴν τῶν ἀφανῶν εὕρεσιν. ἔργον δέ ἐστι τῆς μὲν ὁριστικῆς τὸ τὴν ἰδίαν οὐσίαν τοῦ προκειμένου δηλοῦν, τῆς δὲ ἀποδεικτικῆς τὸ δεικνύειν τὰ καθ’ αὑτὸ συμβεβηκότα διὰ μέσων τῶν αἰτίων τοῖς οἰκείοις ὑποκειμένοις ὑπάρχοντα,3 τῆς δέ γε διαιρετικῆς τὸ τὰ γένη τῶν εἰδῶν εἴτε τῶν ὑπαλλήλων εἴτε τῶν εἰδικωτάτων λαμβάνειν καὶ διαιρεῖν αὐτὰ ταῖς εἰδοποιοῖς διαφοραῖς, μηδὲν ὑπερβαίνουσαν μεταξύ· τῆς δὲ ἀναλυτικῆς τὸ ἐκ τῶν ἀτόμων τε καὶ καθ’ ἕκαστον ἀνιέναι ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τῶν εἰδικωτάτων ἐπὶ τὰ ὑπάλληλα, καὶ ἁπλῶς ἀπὸ τῶν ὑστέρων τε καὶ ὑποκειμένων ἐπὶ τὰ πρότερα καὶ κατηγορούμενα. πολλῶν γὰρ ὄντων σημαινομένων διαιρέσεώς τε καὶ ἀναλύσεως, αὗται μόναι κυρίως εἰσὶν αἱ εἰρημέναι ὡς καὶ εἰς τοὺς ὁρισμοὺς συντελοῦσαι καὶ εἰς τὰς ἀποδείξεις· ἃς καὶ Ἀριστοτέλης ἐν τῷ προκειμένῳ παραλαμβάνει βιβλίῳ εἰς τὴν τῶν ὁρισμῶν εὕρεσιν, ἀμφοτέρας μὲν λέγων συντελεῖν εἰς αὐτήν, τὴν δέ γε ἀνάλυσιν τῆς διαιρέσεως προτιθέμενος. Τὰ μὲν δὴ τῶν τεσσάρων ἑκάστης ἔργα ταδί, λοιπὸν δ’ ἂν εἴη καὶ πῶς πρὸς ἀλλήλας ἔχουσιν εἰπεῖν.
因此,或者证明科学正是由于这个原因而被题名为“分析的”,或者是因为中项在证明中掌握着全部权威,而中项即是事物的情由(定义)与本质,且正如亚里士多德本人所讲授的那样,这是通过分析被发现的,正因如此证明科学被冠以“分析的”之名,在于它首先由分析出发并得以建立。因为正如亚里士多德所说,若无定义,则无证明;若无分析,则无定义;所以若无分析,便无证明。人们也可以这样说:《分析前篇》是由于前一个原因而如此命名的,因为将推论分析归约为各格的考察相对于推论本身而言更为完备;而在此书之前的那一卷(《分析后篇》第一卷)则是由于后一个原因,因为如前所述,证明的诸始基是通过分析发现的。当前这一卷之所以冠以此标题,则是因为它讲授证明的中项,该中项即是本质的定义,而正如亚里士多德在下文所要讲的那样,这是通过从被包含者上升到包含者而被发现的,而这也是分析的一种模式。这样,这些著作中的每一卷都被赋予了其标题的固有原因。或许从标题本身也表明了他并不赞同那些试图从划分中产生定义的人,正如柏拉图学派所做的那样,因为在产生证明的中项方面,分析比划分更为精确且更不易出错。在亚里士多德看来存在四种原因,而他在此处篇幅最大的论述是关于形式原因的,因为在证明中多半也是将它作为中项来采用。因为质料原因是诸原因中较差的一种,源于它的认识也较为模糊,伴随着这种原因晦暗且不稳定的本性。动力原因与目的原因要么两者都超离于它们作为其原因的事物,要么纵使其中之一与之紧密相连,也与形式同一(而这就是目的)。唯有形式始终既是事物实体的固有者又是其成全者,并提供对该事物的纯粹认识;正因如此,绝大多数证明都采用它作为中项。既然在属上有四种方法,一切科学的讲授与学习都是通过它们而实现的——即定义法、证明法、划分法与分析法——那么在关于证明与定义的论述中,简明地说明这四种方法是什么、因何而存在、各自的功用为何以及彼此之间的关系如何,就不算没有道理的赘述了。事实上,它们乃是概念性的方法,人类理智通过它们把握其固有的探究课题;它们被发现,是为了成为人类理智通向发现不可见之物的道路。定义法的功用在于显明所论事物的固有实体;证明法的功用在于通过作为中项的原因展示自身偶性属于其固有的基底;划分法的功用在于选取诸种的属(无论是相继的种还是最属种的种),并用种差将它们划分,中间不跨越任何层级;而分析法的功用在于从不可分者及个别事物上升到最属种的种,并从最属种的种上升到相继的属,概而言之即从后起之物及底层事物上升到在先之物及被述谓之物。因为划分与分析虽有诸多含义,但唯有上述这些才是本义上的,因为它们既有助于定义又有助于证明;亚里士多德在当前这一卷中为了寻求定义也采用了它们,尽管指出两者都有助于定义,却把分析置于划分之上。以上便是这四种方法各自的功用,剩下的就是说明它们彼此之间的关系了。
- 1.0ὡς τελεωτέρας οὔσης παρ’ αὐτῆς θεωρίας
介词短语 παρ' αὐτῆς 由介词 παρά 搭配阴性属格代词构成。古典希腊语中表示比较的 παρά 通常接宾格,此处采用属格,或是受属格绝对结构 τελεωτέρας οὔσης 的同化吸引,或是表示比较与参照来源(“相较于推论本身/其自身”)。结合上下文,其含义为“认为将推论归约为各格的考察相较于推论本身而言更为完备”。
- 1.0ἢ εἴ ποτε τούτων θάτερον ἔχεται, ταὐτὸν τῷ εἴδει ἐστί
动词 ἔχεται 为中动态,意为“紧密相连”或“依附于”(与前文表示超离的 ἐξῄρηται 相对立)。整个条件句表示:若动力因或目的因之中有哪一个与事物内在相连,它便与形式同一(而这一个就是目的)。
- 1.0ὑπάρχοντα
此词在句法上为中性复数现在时宾格分词,与不定式 δεικνύειν 的宾语 τὰ καθ’ αὑτὸ συμβεβηκότα 一致,构成宾格分词补足语结构,意为“展示自身偶性属于其固有的基底”。
