← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§5.20-6.36

四种逻辑方法的关系与第二卷的功用

埃夫斯特拉蒂奥斯探讨了四种逻辑方法(定义法、证明法、划分法与分析法)的主从关系及其数目为四的依据,并阐明了讲授寻求证明中项方法的本卷(第二卷)的学术功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

ἔχει γὰρ ἀμφισβήτησιν, πότερον ἀρχηγικαί εἰσι καὶ αἴτιαι τῆς ὁριστικῆς καὶ τῆς ἀποδεικτικῆς αἱ λοιπαί, ἐπεὶ δι’ αὐτῶν ὁρῶμεν εὑρισκομένους τοὺς ὁρισμούς, ἢ τοῦτο μὲν οὐχί, ὡς ὑπηρέτιδες δὲ αὗται ἐκείναις ὑπόκεινται, ὡσπερεὶ διακονοῦσαι αὐταῖς καὶ τῷ ἐπιστήμονι λόγῳ τὴν ἐξ ἐκείνων προσγινομένην τοῖς πράγμασι προετοιμάζουσαι εἰδοποίησιν. εἰ μὲν γὰρ ὡς αἴτιαι προκατῆρχον ἐκείνων αὗται, αὐτοτελεῖς ἂν ἦσαν καθ’ ἑαυτὰς καὶ οὐ πρὸς ἐκείνας ἀναφερόμεναι· νῦν δὲ πρὸς ἐκείνας αὐτάς ἐστιν ἀφορώσας ἰδεῖν, ὥσπερ ἂν εἴποι τις τὴν πριστικὴν καὶ τὴν μεταλλικὴν πρὸς τὴν χρυσοχοϊκὴν καὶ τεκτονικήν, εὐεργοὺς αὐταῖς τὰς ὕλας ἀποτελούσας.1 τὰ γὰρ γένη ὗλαι τῶν ὁρισμῶν, ἅπερ δὴ ἀδιάρθρωτα ὄντα παραλαβοῦσα ἡ διαίρεσις διαρθροῖ ταῖς διαφοραῖς καὶ ἐπιτήδεια πρὸς τὴν τῶν ὁρισμῶν σχημάτισιν ἀπεργάζεται, εἶτα τοιαῦτα γενόμενα ἡ ὁριστικὴ δεξαμένη καὶ τὴν προσήκουσαν αὐτοῖς τάξιν προσθεῖσα καὶ σύνθεσιν τοὺς ὁρισμοὺς ἀπεργάζεται. ὡσαύτως ἡ ἀναλυτικὴ ἄνεισι μὲν ἀπὸ τῶν ἀτόμων ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τούτων ἐπὶ τὰ ὑπὲρ αὐτὰ γένη, καὶ ἀνευρίσκει ἀεὶ τὰ τοῖς ὑποκειμένοις κοινά, καὶ ταῦτα προτίθησι τῇ ὁριστικῇ· ἡ δὲ λαβοῦσα καὶ συνθεῖσα προσηκόντως τὰ μὲν τοῖς καθ’ ἕκαστα κοινὰ ὁρισμοὺς τῶν εἰδῶν ἀπεργάζεται, τῶν γενῶν δὲ αὖθις τὰ κοινὰ τοῖς εἴδεσιν·2 ὡς εἴ ἀφέλοι τις ἀπὸ τῆς διαιρετικῆς καὶ τῆς ἀναλυτικῆς τὸ πρὸς τοὺς ὁρισμοὺς ἀποβλέπειν καὶ πρὸς τούτους λυσιτελεῖν, ἀτελεῖς τε ἔσονται, καὶ ἢ οὐδ’ ὅλως ἢ ἐπὶ βραχὺ χρησιμεύουσαι. αὗται μὲν οὖν οὕτως· ἡ δέ γε ὁριστικὴ καθ’ ἑαυτήν τε αὐτοτελής ἐστι τὰς οὐσίας τῶν πραγμάτων παραδιδοῦσα, συνίστησι δὲ καὶ τὴν ἀποδεικτικὴν τὸ μέσον καὶ αἴτιον αὐτῇ παρέχουσα, οὗ χωρὶς ἀπόδειξιν γενέσθαι ἀδύνατον. τὸ κῦρος οὖν ἅπαν τῇ ὁριστικῇ ὁ λόγος ἀποδίδωσι, μετὰ δ’ αὐτὴν τὴν ἀποδεικτικὴν τίθεται ὡς ἐξ αὐτῶν ἀποβαίνουσαν,3 τὰς δὲ λοιπὰς ὑπουργοὺς τούτων κρίνει καὶ ὑπηρέτιδας, τῆς μὲν ὁριστικῆς προηγουμένως, διὰ μέσης δ’ αὐτῆς καὶ τῆς ἀποδεικτικῆς. ἡ δὲ ὁριστικὴ τῆς ἀποδεικτικῆς προηγεῖται, εἴ γε ἡ μὲν τὰς οὐσίας τῶν πραγμάτων, ἡ δὲ τὰ ἑπόμενα αὐταῖς ἀποδίδωσιν· ὡς οὖν ἡ οὐσία πρὸς τὰ ἑπόμενα, οὕτως ἡ ὁριστικὴ πρὸς τὴν ἀποδεικτικήν. Οὐ περιττὸν δ’ οἶμαι καὶ περὶ τοῦ ποσοῦ τούτων εὑρεῖν, διὰ τί τέσσαρες ἀλλ’ οὐ πλείους ἢ καὶ ἐλάττους αἱ κοιναὶ τῆς διδασκαλίας καὶ τῆς μαθήσεως μέθοδοι. ἢ γὰρ τὰς οὐσίας ἐπιστημονικῶς μαθεῖν ἐξετάζομεν ἢ τὰ ταύταις ἑπόμενα. πρὸς μὲν οὖν τὰς οὐσίας τῇ ὁριστικῇ χρώμεθα, ἐκ δὲ τῶν δηλωτικῶν τοῦ τί ἦν εἶναι λόγων εἰς ἔννοιαν τῶν ἑπομένων ἐρχόμενοι τὴν ἀποδεικτικὴν εἰς τὴν τῶν τοιούτων κατασκευὴν παραλαμβάνομεν. ἐπεὶ δὲ ὕλης δεῖ τῇ ὁριστικῇ πρὸς τὴν τῶν ὁρισμῶν ἀποτέλεσιν, ἐπιχορηγοῦσι ταύτην ἥ τε διαίρεσις καὶ ἡ ἀνάλυσις. ἐπεὶ γὰρ οἱ ὁρισμοὶ ἢ τῶν εἰδικωτάτων ἢ τῶν ὑπαλλήλων εἰσίν, ἢ ἄνωθεν ἢ κάτωθεν τούτους θηρεύομεν, ἤγουν ἢ ἀπὸ τῶν πρότερον ἢ ἀπὸ τῶν ὕστερον. ἀπὸ μὲν οὖν τῶν προτέρων τὴν θήραν μετιόντες τῶν ὁρισμῶν διαιρέσει χρώμεθα, ἀπὸ δὲ τῶν ὑστέρων ἀναλύσει· ὡς εἶναι προηγουμένας μὲν ἐπιστήμας ὁριστικήν τε καὶ ἀποδεικτικήν, διὰ δὲ ταύτας διαιρετικήν τε καὶ ἀναλυτικήν. Καὶ ὅπου δὲ τὸ βιβλίον χρήσιμον, οὐδὲ τοῦτ’ ἄδηλον τοῖς τοῦ πρὸ αὐτοῦ ἐγνωκόσι τὸ χρήσιμον. εἰ γὰρ ἡ ἐπιστήμη ψυχῆς λογικῆς τελειωτική, προάγουσα ταύτην εἰς τὴν οἰκείαν αὑτῆς ἐνέργειαν, ἐπιστήμη δὲ συλλογισμὸς ὁ διὰ μέσου αἰτίου τοῦ πράγματος, οὐ μόνον τοῦ συμπεράσματος, ὁ δὲ μέσος οὐ πρόχειρος, ἐξ ἀνάγκης ἔδει μεθόδου πρὸς τὴν τοῦ μέσου εὕρεσιν. ταύτην δὴ παραδιδοὺς ἐνταυθοῖ τέλειον πάντῃ καὶ ἀνενδεᾶ τὸν περὶ ἀποδείξεως καὶ ἐπιστήμης λόγον ἀποκαθίστησι. τοῦ καιριωτάτου δ’ ἂν οὗτος ἐλείπετο, εἰ μὴ τὰ ἐνταῦθα παραδεδομένα ἐκτίθοιτο. τὸ γνήσιον δὲ καὶ ὅσα ἄλλα τῶν εἰωθότων ζητεῖσθαι παραλείπεται, περιττόν ἐστιν ἐξετάζειν.

因为这里存在着争议:究竟其余两种方法(划分法与分析法)对于定义法和证明法而言是主导者和原因——既然我们看到定义正是通过它们被发现的;或者并非如此,而是它们作为仆役隶属于定义法和证明法,仿佛在为它们服役,并为科学的论述预先准备由它们赋予事物的形式构成。因为如果它们作为原因统治着定义法和证明法,它们本身就应当是自足的,而不应被引向它们;但事实上一如所见,它们是指向后者的,正如人们可以说,锯木术和采矿术之于金匠术和木工术,是为后者加工出适用的质料。因为属乃是定义的质料,划分法接纳未分化的属,用种差将其分化,并使之适合于形成定义;随后,定义法接纳了已经如此形成的材料,向它们赋予相称的次序与组合,从而造就定义。同样,分析法从个别事物上升到最特殊的种,并从这些上升到它们之上的属,始终寻求属于基底的共同之物,并将这些提供给定义法;定义法接纳并适当地组合它们,将属于个别事物的共同之物造就为诸种的定义,又将属于诸种的共同之物造就为诸属的定义;以至于如果有人从划分法和分析法中剥夺了指向定义并有益于定义的属性,它们就将是不完备的,要么完全无用,要么仅微小有用。这两种方法的情况就是如此;而定义法自身就是自足的,因为它传授事物的实体,并且通过向证明法提供中项和原因——若无此,证明便不可能产生——从而建立了证明法。因此,论述将一切权威赋予定义法,并在其后将证明法置于次位,视其为从这些[定义]中产生之物;而将其余两种方法判定为它们的助手和仆役,首要地是定义法的仆役,并通过定义法的中介也是证明法的仆役。而定义法先于证明法,既然前者传授事物的实体,而后者传授实体的后随属性;因此正如实体之于后随属性,定义法之于证明法亦是如此。 我认为弄清它们的数量,即为什么讲授与学习的共同方法恰好是四种而既不多也不少,也不是多余的。因为我们要么探讨以科学的方式认识实体,要么认识随其而来的后随属性。对于实体,我们使用定义法;而从显明本质的定义走向关于后随属性的概念时,我们采用证明法来确立这些属性。但由于定义法需要质料来完成定义,划分法与分析法便供给这一质料。因为既然定义要么属于最特殊的种,要么属于相继的属,我们便要么从上要么从下搜寻它们,即要么从在先者出发要么从在后者出发。从在先者出发搜寻定义时,我们使用划分法;而从在后者出发时,使用分析法;因此,主导的科学是定义法和证明法,而划分法和分析法则是为了它们而存在的。 至于这部著作的功用何在,对于知晓前一卷功用的人来说也是显而易见的。因为如果科学成全理性灵魂,引导它进入其固有的现实活动,且科学是通过作为事物之原因(而不仅仅是结论之原因)的中项而进行的推论,而中项又非唾手可得,那么就必然需要一种寻求中项的方法。〔亚里士多德〕在此讲授这种方法,从而使关于证明与科学的论述在各方面都臻于完善且无所欠缺。若不阐明此处所传授的内容,这一论述就会缺少最关键的部分。至于真伪性以及其他通常探究的问题中被略去的内容,去考察它们是多余的。

语法注3 条
  1. 1.0ὥσπερ ἂν εἴποι τις τὴν πριστικὴν καὶ τὴν μεταλλικὴν πρὸς τὴν χρυσοχοϊκὴν καὶ τεκτονικήν, εὐεργοὺς αὐταῖς τὰς ὕλας ἀποτελούσας

    宾格分词 ἀποτελούσας 与 τὴν πριστικὴν καὶ τὴν μεταλλικήν 一致。在句法上,在 ὥσπερ ἂν εἴποι τις 之后承接前文的 πρὸς ἐκείνας αὐτάς ἐστιν ἀφορώσας ἰδεῖν,省略了一个宾格加不定式结构(如 ἔχειν):“正如人们可以说锯木术和采矿术对于金匠术和木工术[处于某种关系],为它们加工出适用的质料”。

  2. 1.0τῶν γενῶν δὲ αὖθις τὰ κοινὰ τοῖς εἴδεσιν

    承前句 τὰ μὲν τοῖς καθ’ ἕκαστα κοινὰ ὁρισμοὺς τῶν εἰδῶν ἀπεργάζεται 省略了动词 ἀπεργάζεται 和作宾语补足语的名词 ὁρισμούς 的紧缩结构。补全后结构为:τῶν γενῶν δὲ [ὁρισμοὺς ἀπεργάζεται] αὖθις τὰ κοινὰ τοῖς εἴδεσιν(“又将属于诸种的共同之物[造就为]诸属的[定义]”)。

  3. 1.0ὡς ἐξ αὐτῶν ἀποβαίνουσαν

    分词 ἀποβαίνουσαν 为阴性宾格单数,修饰 τὴν ἀποδεικτικήν(证明法)。中性复数属格代词 αὐτῶν 回指前文由定义法所传授的诸项本质、定义或原因(τὰς οὐσίας / τοὺς ὁρισμούς / τὰ μέσα καὶ αἴτια),表明证明法乃是从这些定义和始基中派生出来的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:5.20-6.36