← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§2.27-4.3

分析的类型与通过溯因确立证明原理

厄斯特拉提奥斯确证了第二卷仅在证明所需的限度内将定义作为中项来讨论,进而探讨了证明科学为何被题名为《分析篇》,梳理了分析的诸种方式,并通过月食与地震的推论范例阐明了从结果上升至原因的分析正是确立证明始基的途径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#2

ἐντεῦθεν δὲ δῆλον καὶ τὸ παρὰ Ἀλεξάνδρου λεγόμενον τὸ τοσοῦτον διδάσκειν περὶ τοῦ ὅρου ὅσον ἀνήκει τῇ ἀποδεικτικῇ.1 ἐπεὶ γὰρ ὡς περὶ μέσου ἐν τῇ ἀποδείξει λαμβανομένου καθ’ αὑτὸ ἐνταῦθα παραδίδοται, οἰκείως αὐτῇ παραδίδοται καὶ ἐφ’ ὅσον ταύτῃ δεῖ, κἂν τρόπον ἢ καὶ τρόπους τῆς αὐτοῦ τούτου κατασκευῆς παραδίδωσι, τούτου ἕνεκα τοῦτο ποιεῖ, ἵνα ἔχωμεν τὸ ἀποδεικτικὸν μέσον ἐπιστημονικῶς εὑρημένον καὶ ἀναμφίβολον. Ἐπεὶ δὲ καὶ τοῦτο τοῖς παλαιοῖς ἐξηγηταῖς παραλέλειπται, τίνος ἕνεκεν Ἀναλυτικὰ ἡ Ἀποδεικτικὴ ὀνομάζεται, χρὴ καὶ περὶ τούτου προσθεῖναι· ἡ γὰρ ἐν τοῖς Προτέροις ἀναλυτικοῖς παρὰ τοῖς ἐξηγηταῖς κειμένη ἀπόδοσις ἐκείνοις μὲν ἴσως ἁρμόσει, τῇ δέ γε Ἀποδεικτικῇ οὐδαμῶς. οὐ γὰρ ἡ ἀποδεικτικὴ ἐπιστήμη ἀτελεστέρα τῆς εἰς τὰ σχήματα ἀναγούσης τῶν συλλογισμῶν ἕκαστον,2 ἵν’ ἐξ ἐκείνης καὶ αὐτὴ ὀνομάζηται, εἴ γε καὶ τέλος ἡ ἀπόδειξις τῶν πρὸ αὐτῆς ἐστι πασῶν περὶ τῶν συλλογισμῶν παραδόσεων· καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀριστοτέλης μαρτυρεῖ ἐκ πρώτης αὐτῆς ἀρχῆς κοινῶς τὴν σκέψιν εἰπὼν περί τε ἀποδείξεως καταγίνεσθαι, καὶ ἐπιστήμης εἶναι σκέψιν ἀποδεικτικῆς. τί οὖν φαμεν; τὸ τῆς ἀναλύσεως ὄνομα ἐπὶ τῶν ἀνιόντων ἔοικε τεθεῖσθαι ἀπὸ τῶν ἐκ τῶν ἀρχῶν ἐπὶ τὰς ἀρχάς, ὡς καὶ αὐτὸ τοὔνομα δηλοῖ· ἀνάλυσις γάρ ἐστιν ἡ εἰς τὰ ἄνω καὶ εἰς τὰ πρότερα λύσις τῶν δευτέρων καὶ ἐξ αὐτῶν ἀποτελουμένων. καὶ τάχα μεταφορικῶς εἴληπται ἀπὸ τῶν ἀποδημούντων καὶ ἀναστρεφόντων εἰς τὰ οἰκεῖα· ὁ γὰρ ἐκ τῆς πατρίδος ἀποδημήσας, εἶτα ὑποστρέφων ὅθεν ἐξελήλυθεν ἀναλύειν λέγεται. ὥσπερ δὲ ὅ τε ὁρισμὸς ἥ τε ἀπόδειξις ἥ τε διαίρεσις πολλαχῶς λέγεται, οὕτω δὴ καὶ ἡ ἀνάλυσις. ἔστι μὲν γὰρ ἀνάλυσις ἡ ἀπὸ τῶν συνθέτων ὁδὸς εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συνετέθησαν ὡς ἐκ συντεταγμένων ἀρχῶν, ταὐτὸν δὲ εἰπεῖν στοιχείων. ἔστι δὲ τῶν συλλογισμῶν ἀνάλυσις εἰς τὰ σχήματα ὡς εἰς ἀρχάς τινας ἤτοι κανόνας τεχνικοὺς καὶ ἐπιστημονικούς· καὶ ἑτέρα αὖθις ὡς εἰς στοιχεῖα τὰς προτάσεις ἢ τοὺς ὅρους, ἐξ ὧν πρώτων συντέθεινται. ἔστιν ἀνάλυσις καὶ ἡ ἀπὸ τῶν μερικωτέρων ἄνοδος ἐπὶ τὰ καθολικώτερα, οἷον ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ εἰδικώτατα καὶ ἀπὸ τούτων ἐπὶ τὰ ὑπὲρ αὐτὰ γένη, ᾗ καὶ χρῆται ὁ Ἀριστοτέλης ἐν τῷ προκειμένῳ βιβλίῳ, δι’ αὐτῆς εὑρίσκειν τοὺς ὁρισμοὺς προτρεπόμενος, ὡς τὸν κοινῶς εὑρισκόμενον λόγον τοῖς ὁμοειδέσι τοῖς καθ’ ἕκαστα ὁρισμὸν εἶναι3 τοῦ εἴδους, καὶ τὸν κοινῶς εὑρισκόμενον λόγον τοῖς ὁμογενέσιν εἴδεσιν ὁρισμὸν ὑπάρχειν τοῦ γένους· ἣν καὶ τῆς διαιρετικῆς ὑπερτίθησιν ὡς ῥᾷον ἢ ἐκείνη καὶ ἀσφαλέστερον τοὺς ὁρισμοὺς θηρᾶν δυναμένην. ἔστι καὶ γνωστοῦ τινος ἀνάλυσις εἰς τὰς ἀρχὰς καὶ τὰ αἴτια, ὅθεν τὸ εἶναι ἔχει καὶ τὸ γινώσκεσθαι, καθ’ ὃν δὴ τρόπον καὶ ἡ ἀποδεικτικὴ ἀναλυτικὴ ὀνομάζεται. ἐπεὶ γὰρ ὡς ἐπὶ πᾶν ἐξ ἀναλύσεως ἡμῖν αἱ ἀρχαὶ ταύτης εὑρίσκονται ἀπὸ τῶν ἡμῖν προτέρων ἀνιοῦσιν ἐπὶ τὰ τῇ φύσει πρότερα, τουτέστι τῶν αἰτιατῶν ἐπὶ τὰ αἴτια, διὰ τοῦτο αὕτη τε ἀναλυτικὴ ὀνομάζεται καὶ ὁ κατ’ αὐτὴν συλλογισμὸς ἀναλυτικός. ὅτι γὰρ ἡ σελήνη ἐξ ἀντιφράξεως τῆς γῆς ἐκλείπει, ἐκ τῶν ὑστέρων ἐπὶ τὰ πρότερα ἀνιόντες γνωρίζομεν, καὶ τότε τὴν ἀπόδειξιν συντίθεμεν. ὅτι μὲν γὰρ ἐκλείπει αἰσθήσει γινώσκεται, τὸ δὲ τούτου αἴτιον ὕστερον εὑρίσκουσα ἡ διάνοια τὴν περὶ τούτου ἐπιστήμην συνίστησιν· ἡ σελήνη ἐκλείπει, τὸ ἐκλεῖπον ἀντιφράττεται, ἡ σελήνη ἄρα ἀντιφράττεται. τοῦτο ἀνάλυσις ἐκ τῶν αἰτιατῶν ἰοῦσα ἐπὶ τὰ αἴτια. εἶτα ἀπόδειξις ἐκ τῶν αἰτίων ἐπὶ τὰ αἰτιατὰ κατιοῦσα· ἡ σελήνη ἀντιφράττεται, τὸ ἀντιφραττόμενον ἐκλείπει, ἡ σελήνη ἄρα ἐκλείπει. πάλιν ἡ γῆ σείεται, σειομένης αὐτῆς πνεῦμα ἐν τοῖς κοιλώμασιν αὐτῆς καὶ σήραγξιν ἀποκλείεται, ἐν τῇ γῇ ἄρα πνεῦμα ἀποκλείεται· τοῦτο ἀνάλυσις. εἶτα ἀπόδειξις· ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται, πνεύματος ἀποκλειομένου σεισμὸς γίνεται· ἐν γῇ ἄρα σεισμὸς γίνεται.

由此,亚历山大所说的“讲授关于定义的内容仅达涉及证明科学的限度”也就变得显明了。因为既然在这里实质上是作为证明中所采用的中项来加以讲授的,那么讲授也就是切合于证明科学且仅以该科学所需为限的;即便他讲授了确立这一定义本身的一种或多种方法,也是为了这个目的而为之,即为了让我们拥有以科学方式发现的且无可置疑的证明性中项。 既然古代注解家们也遗漏了这一点,即证明科学为何被题名为《分析篇》,那么对此也有必要加以补充。因为注解家们在《分析前篇》中所给出的解释,或许适用于那部著作,但对证明科学而言却绝不适用。因为证明科学并不比将各个推论归约到各格的那门科学更不完备,以至于它自身也要根据后者来命名,更何况证明乃是先于它的一切关于推论的讲授的最终目的;亚里士多德本人也从一开始就证实了这一点,概括地指出该考察关乎证明,且是证明科学的考察。 那么我们该怎么说呢?“分析”这一名称似乎被赋予了那些从源于始基的事物上升至始基的事态,正如该名称本身所表明的;因为分析乃是将居于第二位的事物及其生成物向上并向在先的事物进行解构。或许这也是从出游并返回家园的人们那里隐喻而来的;因为一个人背井离乡出游,随后又折返回到其出发之地,便被称为“返回”。正如定义、证明与划分具有多种含义一样,分析亦复如是。 因为有一种分析是从复合之物通向简单之物的道路,复合之物乃是从作为有序始基(即元素)的简单之物中组合而成的。还有一种分析是将推论归约为各格,即归约为某些始基或者专业且科学的准则;另一种则是归约为前提或项等元素,推论最初便是由它们构成的。也有一种分析是从较特殊的事物上升到较普遍的事物,例如从各个具体事物上升到最属种的种,再从这些上升到它们之上的属,亚里士多德在当前这一卷中也采用了这种分析,劝勉人们通过它来寻求定义,理由在于,在同种的具体事物中所共同发现的说明便是该种的定义,而在同属的各种中所共同发现的说明便是该属的定义;他甚至将这种分析置于划分法之上,因为与后者相比,它能更简易且更稳妥地搜寻到定义。还有一种分析是将某个已知事物分解为其始基与原因,该事物由此获得其存在与被认识,而证明科学正是按照这种方式被称为分析科学的。 因为大体而言,我们是通过分析,从对我们而言在先的事物上升到依本性在先的事物,即从结果上升到原因,才发现这门科学的始基,正因如此,它本身被称为分析科学,依循它的推论也被称为分析性推论。因为月亮是由于地球的遮蔽而发生月食,我们是通过从后起之物上升到在先之物才得以认识的,随后我们才构建证明。因为月亮发生月食是通过感觉被认识的,但理智随后发现了这一现象的原因,便确立了关于它的科学:“月亮发生月食;发生月食者被遮蔽;因此月亮被遮蔽。”这是从结果走向原因的分析。随后则是从原因下降到结果的证明:“月亮被遮蔽;被遮蔽者发生月食;因此月亮发生月食。” 再如:“大地在震动;当它震动时,风被闭塞在其空洞与地穴之中;因此风被闭塞在大地之中。”这是分析。随后是证明:“风被闭塞在大地之中;当风被闭塞时,地震发生;因此地震发生在大地之中。”

语法注3 条
  1. 1.0τὸ τοσοῦτον διδάσκειν περὶ τοῦ ὅρου ὅσον ἀνήκει τῇ ἀποδεικτικῇ

    带冠词不定式短语 τὸ ... διδάσκειν 作为前述 τὸ παρὰ Ἀλεξάνδρου λεγόμενον 的同位语从句,具体阐明了亚历山大所陈述的内容。

  2. 1.0τῆς εἰς τὰ σχήματα ἀναγούσης τῶν συλλογισμῶν ἕκαστον

    此句为比较级形容词 ἀτελεστέρα 所要求的比较属格短语。阴性分词 ἀναγούσης 所修饰的名词(ἐπιστήμη 或 πραγματεία)被省略,指代将推论归约到各格的学问(即《分析前篇》所论述的学科)。

  3. 1.0ὡς τὸν κοινῶς εὑρισκόμενον λόγον ... ὁρισμὸν εἶναι

    由连词 ὡς 引导的带不定式的宾格结构(Accusativus cum Infinitivo),表达前述分词 προτρεπόμενος(“劝勉”)的依据或思想内容,并与后文的 καὶ τὸν κοινῶς εὑρισκόμενον ... ὁρισμὸν ὑπάρχειν 构成并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:2.27-4.3