← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§39.3-39.26

第一格肯定命题中简单项的定义与复合定理的论证

厄斯特拉蒂奥斯指出,即便在第一格的全称肯定命题中,也唯有简单项才能被定义,而复合定理只被论证却不可被定义,由此解释了认识“是什么”与“为什么”并非在一切情况下都完全一致的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.45

" Εἶτα οὐδὲ τῶν ἐν τῷ πρώτῳ σχήματι κατηγορικῶν ἁπάντων ἐστὶν ὁρισμός." Ὅτι μὲν οὖν τὰ ἀποφατικὰ καὶ τὰ μερικὰ ὁρισμῷ οὐχ ὑπόκειται, ἤδη εἴρηκε· λέγει δὲ νῦν καὶ περὶ τῶν καθόλου καὶ καταφατικῶν, ἃ ἐν μόνῳ τῷ πρώτῳ σχήματι περαίνεσθαι πέφυκε. λέγει δὲ ὅτι οὐδὲ τούτων ἁπάντων ἐστὶν ὁρισμός. τῶν μὲν γὰρ ἁπλῶν ἔσται, οἷον ἐκλείψεως, ἰσοπλεύρου, ἡμικυκλίου, εἰ καὶ μὴ κατὰ τὸ αὐτὸ καθὸ καὶ ἀπόδειξις· τῶν δὲ συνθέτων οὐδαμῶς· τὸ γὰρ δυσὶν ὀρθαῖς ἴσας εἶναι τὰς τρεῖς γωνίας τοῦ τριγώνου διὰ συλλογισμοῦ μὲν καὶ ἀποδείξεως περαίνεται, οὐδαμῶς δ’ ὁρίζεται· οὐδ’ ἄλλο τῶν συνθέτων οὐδέν. πῶς οὖν πρότερον ἔφασκεν ὅτι ταὐτόν ἐστιν εἰδέναι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν, εἴπερ ἔστι τινὰ ἅπερ διὰ τί μέν ἐστιν, ἔστιν εἰδέναι, τί δ’ ἐστὶν οὐχί; διὰ τὸ μὴ εἶναι ἐπ’ αὐτῶν ἀποδοῦναι τὸ τί ἐστιν, ὡς ἐπί τε τοῦ εἰρημένου ἔχει καὶ ἐπὶ πλειόνων ἑτέρων, οἷον ἐστι καὶ τὸ ἐὰν δύο τρίγωνα δύο πλευρὰς ἴσας ἔχῃ ἑκατέραν ἑκατέρᾳ, ἔχῃ δὲ καὶ γωνίαν γωνίᾳ ἴσην τὴν ὑπὸ τῶν ἴσων πλευρῶν περιεχομένην, καὶ τὴν βάσιν τῇ βάσει ἴσην ἕξει, καὶ τὸ τρίγωνον τῷ τριγώνῳ ἴσον ἔσται, καὶ αἱ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται. ἢ οὐδ’ ἐξ ἀρχῆς τοῦτο ἐλέγετο ὅτι ἐπὶ τῶν ἐν ἑτέρῳ ὄντων ἁπάντων ταὐτόν ἐστιν τὸ εἰδέναι τὸ διὰ τί ἐστι καὶ τί ἐστιν, ἀλλὰ τοῦ μὲν τί ἐστι τῇ εἰδέναι συντρέχειν καὶ τὴν τὸ διὰ τί ἐστιν,1 τοῦ μὲν δὲ ἁπλῶς καὶ τῇ τοῦ διὰ τί ἐστι τὴν τοῦ τί ἐστιν. εἰσὶ γὰρ κατηγορούμενα καὶ ἁπλᾶ καὶ σύνθετα δι’ ἀποδείξεως περαινόμενα· ἐπὶ μὲν οὖν τῶν ἁπλῶν συνδραμοῦνται ἄμφω ἀλλήλοις ὁρισμὸς καὶ ἀπόδειξις, ἐπὶ δὲ τῶν συνθέτων ἀπόδειξις μὲν ἔσται, ὁρισμὸς δ’ οὐχί.

“此外,也并非在第一格中的所有肯定命题都有定义。” 否定的与特称的事物不受制于定义,他此前已经说过;而如今他也论及那些天生仅在第一格中得以断定的全称肯定命题。而且他说,甚至并非这些所有的命题都有定义。因为对于简单的事物而言会有定义,例如日食、等边三角形、半圆,即使并非在与论证相同的方面;但对于复合的事物而言则绝非如此;因为三角形的三个角等于两直角是通过推论和论证得以断定的,却绝不被定义,复合事物中的其他任何事物亦不被定义。那么,如果确实存在某些事物,人们能够认识其为什么存在,却不能认识其是什么,他此前怎么声称认识“是什么”与认识“为什么”是同一回事呢?〔不能认识其是什么,是〕因为在它们身上不可能给出“是什么”,正如在上述情况以及许多其他情况下那样,例如:如果两个三角形的两边各自彼此相等,且两等边所夹的角也彼此相等,则它们的底边也将彼此相等,该三角形将等于彼三角形,且其余的角也将彼此相等。抑或者,从一开始就并未说过在依存于他物的所有事物上,认识“为什么”与认识“是什么”都是同一的,而是说伴随着认识“是什么”,认识“为什么”也一同出现,但认识“是什么”却并非无条件地伴随着认识“为什么”。因为通过论证断定的宾词既有简单的也有复合的:因此在简单事物上,定义与论证二者将彼此一致,但在复合事物上,虽有论证,却绝无定义。

语法注1 条
  1. 1.45ἀλλὰ τοῦ μὲν τί ἐστι τῇ εἰδέναι συντρέχειν καὶ τὴν τὸ διὰ τί ἐστιν, τοῦ μὲν δὲ ἁπλῶς καὶ τῇ τοῦ διὰ τί ἐστι τὴν τοῦ τί ἐστιν

    极度紧缩且带有省略的对比结构。阴性定冠词 τῇ 和 τὴν 后皆省略了女性名词(如 γνώσει / γνῶσιν 或 ἐπιστήμῃ / ἐπιστήμην)。前半句意指“伴随着关于‘是什么’的认识(τῇ [γνώσει] τοῦ τί ἐστιν εἰδέναι),关于‘为什么’的认识(τὴν [γνῶσιν] τὸ διὰ τί ἐστιν)也一同出现(συντρέχειν)”;后半句承接前文的否定语气(οὐδʼ...),表达一种不对称关系:但关于‘是什么’的认识并非无条件地伴随关于‘为什么’的认识出现(οὐ μὴν δὲ ἁπλῶς καὶ τῇ τοῦ διὰ τί ἐστι [γνώσει συντρέχειν] τὴν [γνῶσιν] τοῦ τί ἐστιν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:39.3-39.26