- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:37.13-39.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉提奥斯注解了亚里士多德关于同一事物是否能在同一方面既通过定义又通过论证被认识的疑难讨论(90b1–3),阐明定义与推论/论证的本质区别,并将其重构为三段论式的论证结构。
" Ἀπορήσειε γὰρ ἄν τις, ἆρ’ ἔστι τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ εἰδέναι καὶ ἀποδείξει." Ἐνταῦθα δεῖ στῆσαι τὴν πεῦσιν καὶ οὕτως ἐπαγαγεῖν τὸ ἢ ἀδύνατον·1 τοῦτο γὰρ οὐ πυνθανόμενός φησιν, ἀλλ’ ἀποφαινόμενος, ὡς μέλλων τὴν τοῦ εἶναι ἀδύνατον κατασκευὴν ἐπενεγκεῖν. ἀπορήσειε γὰρ ἄν τις, φησί, πρὸς τὰ παρ’ ἡμῶν προσφάτως εἰρημένα, λέγω δὴ τὸ εἶναι ταὐτὸν τὸ τί ἐστιν εἰδέναι καὶ διὰ τί ἐστίν· εἰ γὰρ ταὐτὸν ἁπλῶς τὸ εἰδέναι ὁρισμῷ τε καὶ ἀποδείξει, ὡς ἄν τις ἐκ τῶν ῥηθέντων οἰήσαιτο, ἔσται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε εἰδέναι καὶ ἀποδείξει. ἀλλὰ τοῦτο ἀδύνατον, ὡς δειχθήσεται· καὶ γὰρ εἰ πρὸς ἄλληλα ἐπιστητόν τε καὶ ἐπιστήμη, εἰ ἓν τὸ ἐπιστητόν, καὶ ἡ ἐπιστήμη μία· ἐκείνου δ’ ὄντος ἑτέρου καὶ ἑτέρου καὶ αἱ ἐπιστῆμαι ἀλλήλων ἕτεραι.
“因为有人可能会提出疑难:是否可能在同一方面通过定义和论证来认识同一事物。” 在此应当停住发问,然后补上“还是说不可能?”这一句;因为他说此话并非在询问,而是在断言,正如打算提出关于“这是不可能的”之论证的人那样。因为他说,有人可能会针对我们最近陈述的内容提出疑难,我指的就是知道“是什么”与“为什么”是同一回事;因为如果正如有人根据所说的话可能会认为的那样,通过定义认识与通过论证认识是单纯同一的,那么结果就是在同一方面既通过定义又通过论证认识同一事物。但这正如将被指出的那样是不可能的;因为如果可认识之物与知识是相对的,可认识之物为一个,知识也是单一的;但由于前者彼此互异,诸知识彼此也是互异的。
"Ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ." Ἄλλο προτεθεῖσθαι δοκεῖ καὶ ἄλλο δείκνυσθαι· περὶ γὰρ τοῦ εἰ ταὐτὸν ὁριστὸν καὶ ἀποδεικτὸν ἢ μὴ ἡ ζήτησις ἦν, νῦν δὲ ὅτι ἑτέρου ὁ ὅρος καὶ ἑτέρου ὁ συλλογισμός ἐστι τὸ δεικνύμενον. ἀλλ’ εἰ καὶ ἕτερον τοῦτο ἐκείνου, ὅμως φέρει γε εἰς ταὐτό. ἐπεὶ γάρ τις συλλογισμὸς ἡ ἀπόδειξις, δειχθέντος ἁπλῶς ὅτι ἕτερον καθόλου συλλογιστὸν καὶ ὁριστὸν συλλογισμός τε καὶ ὁρισμός, ὡς μηδαμῇ κοινωνεῖν ἀλλήλοις τῷ εἴδει, δεδειγμένον ἔσται ὅτι καὶ ἀποδεικτὸν καὶ ὁριστόν, ἀπόδειξίς τε καὶ ὁρισμὸς ἀλλήλων ἕτερα· ὡς γίνεσθαι τὸν λόγον οὕτως ἐπιστημονικώτερον ὡς καθολικώτερον. ἔοικε δὲ καὶ καθ’ αὑτὸ πρὸς τὸν συλλογισμὸν εἶναι τῷ ὁρισμῷ ἡ διαφορά, δι’ ἐκεῖνον δὲ καὶ πρὸς τὴν ἀπόδειξιν. ὥσπερ οὖν εἰ ἕτερα προὔκειτο δεῖξαι ἀλλήλων κύκλον καὶ σκαληνόν, οἰκειότερον ἂν ἦν καὶ ἐπιστημονικώτερον ἕτερα δεῖξαι ἀλλήλων κύκλον καὶ τρίγωνον, κἀκείνοις ἂν ἡ ἑτερότης τοῦ σκαληνοῦ καὶ τοῦ κύκλου συναπεδείκνυτο, ταὐτὸν δὴ κἀνταῦθα γέγονε· τοῦ συλλογισμοῦ ἀποδειχθέντος ἁπλῶς, ὅτι ἕτερος κατ’ εἶδός ἐστι τοῦ ὁρισμοῦ, καὶ ὅτι ἡ ἀπόδειξις ὡσαύτως ἔχει συναποδέδεικται· ὁ μὲν γὰρ ὁρισμός, φησί, τοῦ τί ἐστι δοκεῖ. τὸ δοκεῖ ἐνταῦθα οὐ κατὰ τὸ ἀμφίβολον, ἀλλ’ ὅτι κοινή τις δόξα καὶ ἔννοια περὶ ὁρισμοῦ τὸ εἶναι αὐτὸν δηλωτικὸν τοῦ τί ἐστι, τουτέστι τῆς ἰδίας οὐσίας τοῦ ὁριστοῦ. τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν· οἱ γὰρ κυρίως ὅροι κατηγορικοὶ ἅπαντες, οἱ δὲ ἀποφατικοὶ οὐχ ὅροι κυρίως· οὐ γὰρ τί ἐστιν ἀλλὰ τί οὐκ ἔστι δηλοῦσιν. οἱ δὲ συλλογισμοὶ οὐ πάντες τοιοῦτοι· οὐκ ἄρα ἁπλῶς συλλογιστὸν καὶ ὁριστὸν ταὐτόν. καὶ τέως μὲν οὕτω δέδεικται μὴ εἶναι ἁπλῶς· ἔστι δὲ ἡ δεῖξις οὕτω τὴν ἀνάλυσιν δεχομένη· πᾶς ὁρισμὸς τοῦ τί ἐστι δοκεῖ· πᾶν τὸ τί ἐστι καθόλου καὶ κατηγορικόν· πᾶς ἄρα ὁρισμὸς καθόλου καὶ κατηγορικός. οὗτος πρῶτος τρόπος τοῦ πρώτου σχήματος. εἶτα τοῦτον λαβόντες ἐν δευτέρῳ συλλογιζόμεθα σχήματι. πᾶς ὅρος καθόλου καὶ κατηγορικός· οὐ πᾶς συλλογισμὸς καθόλου καὶ κατηγορικός· οὐ πᾶς ἄρα συλλογισμὸς ὅρος· καὶ ἔστιν οὗτος τρίτος τρόπος τοῦ δευτέρου σχήματος. ὅτι δὲ οὐ πᾶς συλλογισμὸς καθόλου καὶ κατηγορικός, ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν· οἱ γὰρ ἐν τῷ δευτέρῳ, φησί, πάντες ἀποφατικοί, οἱ δ’ ἐν τῷ τρίτῳ πάντες μερικοί. εἶτα ἐπειδὴ μὴ καθόλου ἔδειξεν ἢ ὅτι οὐδὲν συλλογιστὸν ὁριστὸν ἢ ὅτι οὐδεὶς συλλογισμὸς ὁρισμός, ὃ ποιῆσαι προὔκειτο, προστίθησιν τὸ ὑπόλοιπον· ἐδείχθη γὰρ τέως ὅτι οὔτε τὰ ἀποφατικὰ οὔτε τὰ μερικῶς συλλογιστὰ ὁριστά ἐστιν· οὐ δὴ οἱ τοιοῦτοι συλλογισμοὶ ὁρισμοί· ὑπελείφθη δὲ μόνα τὰ καθόλου καὶ καταφατικά. λέγει δὲ καὶ ταῦτα τῶν ὁριστῶν ἕτερα, ᾗ συλλογιστά· τὸ δὲ κατὰ τὸ αὐτὸ εἴρηκε μὴ δυνατὸν εἰδέναι τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει, ὅτι γε κατ’ ἄλλο καὶ ἄλλο ἐνδέχεται ποτε·2 οἷον τί μέν ἐστι τρίγωνον ἰσόπλευρον ὁρισμῷ οἴδαμεν, ὅτι τὸ τὰς τρεῖς πλευρὰς ἴσας ἀλλήλαις ἔχον· ὅτι δὲ δύο κύκλων ἀλλήλους τῇ διὰ τῶν κέντρων ἀγωγῇ τεμνόντων καὶ τὴν αὐτὴν διάμετρον ἐχόντων τὸ ἐκ τῆς διαμέτρου καὶ τῶν ἑκατέρων τῶν κύκλων ἀπὸ τῆς ἁφῆς ἐπὶ τὰ κέντρα ἀγομένων εὐθειῶν συγκείμενον τρίγωνον ἰσόπλευρόν ἐστι, δι’ ἀποδείξεως γινώσκομεν. ἕτερον δὲ τοῦτο ἐκείνου· ἐκεῖνο μὲν γὰρ τὸ τί ἐστι δηλοῖ τὸ ἰσόπλευρον τρίγωνον, τοῦτο δὲ τὸ διὰ τί τὸ ὡδὶ ἢ ὁπουοῦν οὕτω γραφόμενον ἰσόπλευρον τρίγωνόν ἐστι.
“因为定义似乎是关于‘是什么’的。” 被提出的论题与被证明的结论似乎互不相同;因为探讨原本是关于可定义之物与可论证之物是否同一,而如今被证明的却是定义是关于一物的,而推论是关于另一物的。但即便这一点与那一点互异,它终究还是引向同一结论。因为既然论证是某种推论,一旦单纯地证明了普遍而言可推论之物与可定义之物、推论与定义在种上完全互不相干地彼此互异,那么也就证明了可论证之物与可定义之物、论证与定义彼此也是互异的;从而使得这一论述因更具普遍性而更具科学性。而且看起来,定义对于推论在自身上也存在着差异,且通过推论对于论证也存在着差异。因此,正如若企图证明圆与不等边三角形彼此互异,证明圆与三角形彼此互异会更为固有且更具科学性,并且通过这些,不等边三角形与圆的互异性也会被一同证明那样,在此发生的完全是同一回事:在推论单纯地被证明在种上不同于定义之后,论证亦是如此也就被一同证明了。“因为定义”,他说,“似乎是关于‘是什么’的”。这里的“似乎”并非出于怀疑,而是因为关于定义有一共通的看法和概念,即它是表明“是什么”的,也就是说表明可定义之物的固有本原实质。而一切“是什么”都是普遍的且肯定的;因为严格意义上的定义全都是肯定的,而否定的定义并非严格意义上的定义;因为它们所表明的不是“是什么”,而是“不是什么”。但推论并非全都是这种性质;因此,单纯的可推论之物与可定义之物并非同一。而且暂且以这种方式证明了它们并非单纯同一。这一证明容受如下的分析:“每个定义似乎都是关于‘是什么’的;每个‘是什么’都是普遍且肯定的;因此每个定义都是普遍且肯定的”。这是第一格的第一式。然后取此结论,我们在第二格中进行推论:“每个定义都是普遍且肯定的;并非每个推论都是普遍且肯定的;因此并非每个推论都是定义”。这是第二格的第三式。而并非每个推论都是普遍且肯定的,他从归纳中指出;因为他说,第二格中的推论全都是否定的,而第三格中的推论全都是特称的。然后,既然他尚未全称地证明没有任何可推论之物是可定义的,或者没有任何推论是定义(而这原本是企图要做的),他便补充了剩余的部分;因为暂且已被证明的是,否定的推论对象与特称的可推论对象都不是可定义的;因此这样的推论不是定义;剩下的唯有全称肯定的〔可推论之物〕。而他说,就其是可推论的而言,这些也不同于可定义之物。他说不可能在同一方面通过定义和论证认识同一事物,是因为在不同的方面有时确实是可能的;例如,等边三角形是什么,我们通过定义知道它是“三边彼此相等的图形”;而两个圆由穿过圆心的线彼此相交且具有相同直径时,由该直径以及从两圆交点引至圆心的直线所构成的三角形是等边三角形,我们则是通过论证认识的。而后者不同于前者;因为前者表明等边三角形是什么,而后者表明如此这般或无论何处这样作出的图形为什么是等边三角形。
- 1.43Ἐνταῦθα δεῖ στῆσαι τὴν πεῦσιν καὶ οὕτως ἐπαγαγεῖν τὸ ἢ ἀδύνατον
此处指明了紧随 ἆρ’ ἔστι τὸ αὐτὸ ... εἰδέναι καὶ ἀποδείξει 之后的短语 ἢ ἀδύνατον(“还是说不可能?”)的句读与句法性质。厄斯特拉提奥斯指出,疑问应在 ἀποδείξει 处断开停住,而 ἢ ἀδύνατον 并非纯粹作为疑问句的备选并列项,而是应作为断言性的断定,预告接续将要展开的不可能性论证。
- 1.44τὸ δὲ κατὰ τὸ αὐτὸ εἴρηκε μὴ δυνατὸν εἰδέναι τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει, ὅτι γε κατ’ ἄλλο καὶ ἄλλο ἐνδέχεται ποτε
该句的骨干为 εἴρηκε 支配的不定式宾格结构(μὴ δυνατὸν [εἶναι] εἰδέναι ...),句首的宾格短语 τὸ δὲ κατὰ τὸ αὐτὸ 作为论题先行提取,强调该否定陈述中的限定条件。随后的 ὅτι 引导原因从句,解释为何必须加上“在同一方面”这一限定(因为在不同方面同时认识同一对象确实是可能的)。
