- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:35.33-37.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥整理了亚里士多德所预告的关于定义的四个问题(若加上疑难则为五个),随后探讨了“对于接续的诸论述最为固有的起点”这一句述,分析它是指与先前论述的连续性,还是指后续展开的论述(无论是紧接着的论述还是整个定义理论)的出发点。
" Πῶς δὲ τὸ τί ἐστι δείκνυται, καὶ τίς ὁ τρόπος τῆς ἀναγωγῆς, καὶ τί ἐστιν ὁρισμός." Τέσσαρα τὰ πάντα προβλήματα ἃ περὶ τῶν ὅρων διδάξαι προτίθεται, πῶς οἱ ὁρισμοὶ δείκνυνται, τίνα τὴν πρὸς ἀπόδειξιν ἢ ἁπλῶς τὸν συλλογισμὸν οἰκείωσιν ἔχουσι, τί ἐστιν ὁρισμὸς καὶ τίνα τὰ ὁρισμῷ γινωσκόμενα, πότερον πάντα τὰ ὄντα ἢ τὰ μέν, τὰ δ’ οὔ· ὧν προτάξας τὰ ἀπορητικῶς λεγόμενα πέντε τὰ πάντα ποιεῖ.1 ἀπορητικῶς δὲ ποιεῖται τὸν λόγον ἐν τῷ λέγειν ἕτερον εἶναι τὸ ὁριστὸν τοῦ ἀποδεικτοῦ, ὡς μὴ δυνατὸν ὂν τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε εἰδέναι καὶ ἀποδείξει.2
“而‘是什么’如何被证明,归约的方式是什么,以及什么是定义。” 关于定义,他企图讲授的总共有四个问题:定义如何被证明;它们与论证或单纯地与推论具有何种亲缘关系;什么是定义;以及通过定义所认识的事物是哪些,是所有存在者,还是有些是而有些不是。在这些问题之前先置入以疑难方式陈述的事项,他使全部问题成为五个。而他在说可定义之物不同于可论证之物、不可能在同一方面通过定义和论证认识同一事物时,把论述构成为疑难性的。
"Ἀρχὴ δ’ ἔστω τῶν μελλόντων ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων.3" Εἰ τὰ ἐχόμενα ἀλλήλων ὁμωνύμως ἀποδίδονται πρὸς ἄλληλα, ὡς εἶναι τὸ ἐχόμενον ἐχομένου ἐχόμενον καὶ ἀνάπαλιν, ὥσπερ καὶ τὰ ἁπτόμενα, οὐδὲν πάντως ἄτοπον ἐχόμενα λέγειν περὶ ὧν πρὸ βραχέος ἐλέγομεν πρὸς τὰ ἐπαγόμενα. ἐλέγομεν δ’ ὅτι τὰ ἐπιστημονικῶς ζητούμενα πάντα μέσου ἐστὶ ζήτησις καὶ ὅτι ταὐτόν ἐστιν εἰδέναι τὸ τί ἐστι καὶ διὰ τί ἐστι. τῶν γὰρ μελλόντων ζητεῖσθαι πάντων ἐνταυθοῖ περὶ ὁρισμοῦ τὸ νῦν προτιθέμενον τοῖς προλαβοῦσίν ἐστιν οἰκειότατον· ἐπειδὴ γὰρ τὸ αὐτὸ εἶπεν εἰδέναι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστιν, ᾠήθη ἄν τις μίαν λέγειν ἐπιστήμην αὐτὸν τὴν δι’ ὅρου τε καὶ δι’ ἀποδείξεως· ἦν οὖν οἰκεῖον τῶν προσεχῶς εἰρημένων λόγων εἰπεῖν, εἰ ἀληθῶς οὕτως ἔχει ἢ οὔ· τούτου δὲ πρότερον ζητηθέντος καὶ γνωσθέντος ὅτι ἕτερα ἀλλήλων ὁριστὸν καὶ ἀποδεικτόν, ὡς εἶναι δῆλον ὅτι καὶ ὁρισμὸς καὶ ἀπόδειξις, οἰκείως ἕπεται παραδοῦναι πῶς τε ὁ ὁρισμὸς δείκνυται, πότερον συλλογισμῷ τέ καὶ ἀποδείξει ἢ κατά τινα τρόπον ἕτερον, καὶ τί ἐστι καὶ τίνων ἐστί, καὶ εἰ μὴ ἔστιν ἀπόδειξις, τί ἐστιν ἕτερον, καὶ εἰ ἀνάγεται ὅλως εἰς συλλογισμὸν ἢ ἀπόδειξιν. εἰ οὕτως οὖν τὸ ἐχομένων νοήσομεν, οὕτω καὶ τὸ παρὸν ῥητὸν ἐκληψόμεθα ὅτι ‘ἀρχὴ δὲ ἔστω τῶν ῥηθησομένων ἑξῆς ὅπερ ἐστὶν οἰκείως τοῖς προρρηθεῖσιν ἐπιφερόμενον’· ὡς τὸν λόγον προβαίνειν ἀκόλουθόν τε καὶ εὔτακτον. εἰ δ’ ἐχόμενα τὰ ἑξῆς ἑπόμενα εἴποιμεν, διττῶς πάλιν τοῦτο νοήσομεν· ἢ γὰρ ἁπλῶς πρὸς ἅπαντα τὰ περὶ ὅρου ῥηθῆναι μέλλοντα ἢ πρὸς ταῦτα τὰ προσεχῶς ῥηθησόμενα. εἰ μὲν οὖν πρὸς τὰ προσεχῆ, οὐχ ἅπαντα τὰ ἐν τῷ προκειμένῳ κεφαλαίῳ λεγόμενα οἰκείαν ἀρχὴν εἴποιμεν, ἀλλ’ αὐτὴν τὴν πρώτην ἐπιχείρησιν καθολικωτέραν οὖσαν τῶν μετ’ αὐτὴν οἰκείως ἐροῦμεν προτάττεσθαι καὶ διὰ τοῦτο οἰκείαν ἀρχὴν ὀνομάζεσθαι. καθολικώτερον γὰρ εἰπεῖν ὡς οὐκ ἔστιν ἡ ὁριστικὴ ταὐτὸν τῇ ἁπλῶς συλλογιστικῇ τοῦ ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐν πρώτῳ σχήματι καθόλου καταφατικῶς συλλογίζεσθαι τῷ ὁρίζεσθαι, καὶ τὰ ἑξῆς. εἰ δ’ ἁπλῶς πρὸς ἅπαντα τὰ περὶ ὅρου ῥηθησόμενα ἡ ἀρχὴ εἴληπται, εἴη ἂν τὸ λεγόμενον ὅτι ἀρχὴ ἔστω τῶν μελλόντων ἥπερ ἐστὶν οἰκειοτάτη τούτων τῶν λόγων· αὕτη δέ ἐστιν ἡ περὶ τοῦ εἰ ταὐτὸν ὁρισμῷ τε ἐστι γινώσκειν καὶ συλλογισμῷ ἢ ἀποδείξει, ταὐτὸν δ’ εἰπεῖν εἰ ταὐτὸν ὁρισμός τε καὶ ἀπόδειξις. καὶ τοίνυν εἰ κατὰ τὰς δύο ταύτας ἐπιβολὰς τὸ ἐχομένων ληψόμεθα, τὰ αὐτὰ ἐροῦμεν μέλλοντα καὶ ἐχόμενα· τὰ γὰρ ἐντεῦθεν ἑξῆς ῥηθησόμενα ταὐτά ἐστι τὰ μέλλοντα λέγεσθαι, εἴτε πάντα τις εἴποι εἴτε τινά, ὥσπερ εἴρηται· ῥηθείη δὲ τούτων οἰκεία ἀρχὴ τὰ ἐνταῦθα λεγόμενα, ὅτι τοῦ εἰπεῖν πῶς τὸ τί ἐστι δείκνυται καὶ πῶς εἰς συλλογισμὸν ἡ ἀπόδειξις ἀναφέρεται καὶ τί ἐστιν ὅρος καὶ τίνων, ἀναγκαῖόν ἐστι προτάττεσθαι τὸ εἰ ταὐτὸ γινώσκεται ὁρισμῷ τε καὶ ἀποδείξει, ἤτοι εἰ ταὐτὸ ὁρισμὸς καὶ ἀπόδειξις· τούτων γὰρ φανέντων ὡς οὐ ταὐτὸν ἀκολούθως ῥηθήσεται τὰ λοιπά.
“而对于将要讨论的事项,让那对于接续的诸论述最为固有的东西作为起点。” 如果彼此接续(相连)的事物如同相互接触的事物一样,以同名的方式相互归属性地陈述,即与接续者相接续者亦是接续的,反之亦然,那么把我们不久前所讨论的事物相对于随后引入的事项称为“接续的”,就绝非荒谬。因为我们曾说过,以科学方式探求的事物全都是对中项的探求,并且知道“是什么”与知道“为什么”是同一回事。因为在将要于此探求的关于定义的一切事项中,如今所提出的事项与先前所获得的事项是最为契合的;因为既然他说知道“是什么”与知道“为什么”是同一回事,有人可能会以为他是说通过定义的科学与通过论证的科学是单一的科学;因此,对于方才陈述的论述而言,探讨这究竟属实还是不属实乃是恰当的;而在首先探求了这一点并得知可定义之物与可论证之物彼此互异,从而显然定义与论证也是互异的之后,顺理成章地接着便是传授:定义如何被证明,是通过推论与论证还是通过某种其他方式,它是什么以及关于哪些事物,如果它不是论证,它是何种不同的事物,以及它是否全无例外地被归约到推论或论证中。因此,如果我们这样理解“接续的”,我们也将把当前的原文理解为:“让接续将要陈述的事项的起点,是那恰当地附加在先前所陈述之物上的东西”;以便论述顺理成章且秩序井然地向前推进。 但是,如果我们将“接续的”说成是依序跟随的事项,我们将再次以两种方式来理解这一点:要么单纯相对于关于定义将要陈述的一切事项,要么相对于这些直接紧接着将要陈述的事项。如果一方面是相对于直接紧接着的事项,我们不会说在本章中所陈述的一切乃是固有的起点,而是会说最初的论辩本身比其后的论辩更为普遍,因而恰当地被先置,并因此被称为固有的起点。因为说定义之术与单纯的推论之术并非同一回事,比说在第一格中进行全称肯定推论与进行定义并非同一回事等等,是更为普遍的。而另一方面,如果该起点是单纯相对于关于定义将要陈述的一切事项而取的,那么所陈述的意思将是:让将要讨论的事项的起点是这些论述中最为固有的起点;而这正是关于通过定义认识与通过推论或论证认识是否为同一回事,或者说同样的事,即定义与论证是否为同一回事的探讨。因此,如果我们按照这两种路径来理解“接续的”,我们将说将要讨论的事项与接续的事项是同一的;因为从此依序将要陈述的事项,正如所说过的,无论有人说全部还是说其中一部分,都与将要讨论的事项是同一的;而在此所陈述的内容之所以被称为它们固有的起点,是因为在陈述“是什么”如何被证明、论证如何被归约到推论中、以及定义是什么且关于哪些事物之前,必然先置的是:同一事物是否通过定义也通过论证被认识,即定义与论证是否为同一回事;因为在显明它们并非同一之后,其余的事项才将顺理成章地被陈述。
- 1.41ὧν προτάξας τὰ ἀπορητικῶς λεγόμενα πέντε τὰ πάντα ποιεῖ
属格关系代词 ὧν 以紧接在前的四个问题(τέσσαρα προβλήματα)为先行词,修饰以亚里士多德为主语的分词 προτάξας,整句结构为“在这些[四个问题]之前置入以疑难方式陈述的事项,他使全部问题成为五个”。
- 1.41ὡς μὴ δυνατὸν ὂν τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε εἰδέναι καὶ ἀποδείξει
连词 ὡς 与非人称分词独立宾格 μὴ δυνατὸν ὄν 连用,表达亚里士多德设立疑难时的前提与理由(“基于不可能在同一方面通过定义和论证认识同一事物”)。
- 1.42ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων
出自 90a38 的引文。属格 τῶν ἐχομένων λόγων 既可解释为与最高级 οἰκειοτάτη 连用的部分属格(“在接续的诸论述中最固有的”),亦可解释为由 οἰκεῖος 所要求的对象属格/关系属格(“对接续的诸论述而言最固有的”)。厄斯特拉齐奥正是基于该句法的多义性,展开了它是指与前述内容的连接还是指后续讨论之起点的两重解释。
