← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§34.20-35.32

第一格全称肯定论证无法给出定义

厄斯特拉提奥斯阐明,即使是第一格的全称肯定论证也无法给出定义;他分析了定义与命题在结构上的差异,并论证了从认识与认识对象的互异性无论在分析上、论证上还是归纳上,都表明定义与论证的对象根本不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40#2

οἱ μὲν γὰρ ἐν τῷ δευτέρῳ σχήματι πάντες στερητικοί, οἱ δ’ ἐν τῷ τρίτῳ μερικοί ἅπαντες· καίτοι εἰσὶ καὶ ἐν δευτέρῳ μερικοὶ καὶ ἐν τρίτῳ ἀποφατικοί, ὡς καὶ ἐν τῷ πρώτῳ οὐ τὸ καθόλου μόνον καταφατικόν, ἀλλὰ καὶ τὰ λοιπὰ τρία συνάγεται· ἀλλὰ κατὰ τὸ ἑκατέρου ἰδιαίτερον ἀποδέδωκεν. εἶτα ἵνα μή τις εἴπῃ ὅτι εἰ καὶ μὴ διὰ πάντων τρόπων τε καὶ σχημάτων συλλογιστικῶν ὁρίζεσθαι δυνατόν, ἀλλ’ ἔστι διά τινος, οἷον διὰ τοῦ ἐν πρώτῳ σχήματι καθόλου καταφατικοῦ (τοῦτο γὰρ μάλιστα τὸ σχῆμα καὶ οὗτος ὁ τρόπος δόξαιεν ἂν τῷ ὅρῳ οἰκειότατον) δείκνυσιν ὡς καὶ τοῦτο τοῦ ὅρου ἀλλότριον. ὁ γὰρ συμπεραίνων λόγος ὅτι πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει καθόλου μέν ἐστι καὶ καταφατικός, οὐ μὴν ὅρον ἔδειξεν ἀλλ’ ὅτι ἄλλο ἄλλῳ ὑπάρχει, αἱ δύο ὀρθαὶ τῷ τριγώνῳ· οὔτε δὲ τί τρίγωνον οὔτε τί ὀρθὴ ἔδειξεν, ὅπερ τῷ ὅρῳ πρόκειται δηλοῦν τὸ τί ἐστιν ἕκαστον. ἔτι τὸ μὲν τῇ ἀποδείξει γνωστὸν σύνθετον ἐκ διαφόρων ἐστὶ φύσεων· ἄλλη γὰρ φύσις τοῦ ὑποκειμένου καὶ ἄλλη τοῦ κατηγορουμένου ἐστίν· ἕκαστος δὲ ὁρισμὸς μιᾶς ἐστι φύσεως δηλωτικός. πῶς οὖν ἔσται δυνατὸν ὅρον εἶναι τὸ τῇ ἀποδείξει συμπεραινόμενον; ἀλλ’ οὐδὲ πρότασιν ἢ προτάσεις εἶναι τὸν ὁρισμὸν ἐνδέχεται· οὐδὲν γὰρ ἐν αὐτῷ ἄλλο ἄλλου κατηγορεῖται, ἀλλ’ ὡς φάσις τὸ πᾶν ἐστιν· εἰ γὰρ καὶ πολλὰ τὰ ἐξ ὧν σύγκειται, ἀλλ’ ὡς ἕν τι τὸ ἐκ τῶν πολλῶν. οὐδ’ ἔστι τὸ συναμφότερον ὅρος, τὸ ἐκ τῶν προτάσεων καὶ τοῦ συμπεράσματος· ἀποφάνσεις γὰρ ἅπαντα, καὶ τὸ ἐκ πάντων ὡς μία τις ἀπόφανσις σύνθετος. ὡς ἐν αἰτίας δὲ λόγῳ τοῦ μὴ ταὐτὸν εἶναι τὸ τῷ ὅρῳ τε καὶ τῇ ἀποδείξει γνωστὸν τίθησιν ὅτι εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ τὸ ἐπίστασθαι ἀποδεικτικῶς τὸ ἔχειν ἀπόδειξιν εἶναι· ὥστ’ ἐπειδὴ ἐπὶ τῶν δι’ ἀποδείξεως γινωσκομένων ἀπόδειξίς ἐστι, δῆλον ὅτι οὐκ ἂν εἴη ὁρισμός, δι’ οὗπερ ὡς ἐπιστήμης ταῦτα γινώσκομεν. εἰ γὰρ δι’ ὁρισμοῦ τις ἐπίσταται τὸ ἀποδεικτόν, εἴη ἂν τοῦτο γνωστὸν μὴ ἀπόδειξιν ἔχοντος ἀλλ’ ὁρισμὸν τοῦ γινώσκοντος· ἀλλ’ ὑπέκειτο τῷ ἔχειν ἀπόδειξιν ἐπίστασθαι τὸν ἐπιστάμενον τὰ ἀποδεικτά· οὐκ ἄρα δι’ ὁρισμοῦ ταῦτα ἐπίστασθαι ἐστι. τοῦτο δὴ τί ἂν εἴη ἄλλο ἢ ὅτι1 ληφθέντος πρότερον τοῦ ἕτερον εἶναι τὸ γνωστὸν ὁρισμῷ τοῦ γινωσκομένου δι’ ἀποδείξεως εἰς παράστασιν τοῦ ἕτερα εἶναι ἀλλήλων ὁρισμὸν καὶ ἀπόδειξιν αἰτίαν νῦν τοῦ ληφθέντος προστίθησιν τὸ ἕτερα εἶναι ἀλλήλων ὁρισμὸν καὶ ἀπόδειξιν; ὡς προβαίνειν αὐτῷ τὸν λόγον πρότερον μὲν κατ’ ἀνάλυσιν ἐκ τοῦ ὑστέρου δεδειχότα τὸ πρότερον, ἤτοι ἐκ τῆς τῶν γνωστῶν ἑτερότητος τὴν τῶν γνώσεων, ὃς καὶ τεκμηριώδης συλλογισμὸς λέγεται, εἶτα δὲ καὶ κατὰ ἀπόδειξιν ἐκ τῆς τῶν γνώσεων ὡς αἰτίων διαφορᾶς τὴν τῶν γνωστῶν ἑτερότητα παραστήσαντα.2 εἶτα δὲ καὶ ἐπαγωγικῶς τρόπον τινὰ πιστοῦται τὸ ἕτερα εἶναι τὰ γνωστὰ ὅρῳ καὶ ἀποδείξει, τὰ κατὰ γένος λαμβάνων ἀποδεικτὰ ἢ ὁριστά· τὰ μὲν γὰρ ἀποδείξει γνωστὰ συμβεβηκότα ἐστὶν ἢ καθ’ αὑτὸ ὡς αἱ δύο ὀρθαὶ τῷ τριγώνῳ, ἢ ἁπλῶς ὡς ἡ ἔκλειψις τῇ σελήνῃ· οὐδὲν δὲ τοιοῦτον ὁρισμῷ ποτε ἔγνωμεν, εἰ μὴ ἄρα καθ’ ἑαυτὸ ὁρισαίμεθα, οἷον τί ὀρθὴ καὶ τί ἔκλειψις. οὐκ ἔστι δὲ ταὐτὸν καθ’ αὑτό τι ὁρίζεσθαι καὶ ἐν ἑτέρῳ δεικνύειν ὑπάρχον· οὐ γὰρ εἰ χρῶμα διακριτικὸν ὄψεως τὸ τί ἦν εἶναι τῷ λευκῷ, ἤδη διὰ τοῦτο δῆλον καὶ ὅτι τῇ χιόνι ἐστὶ τὸ λευκόν, ἀλλὰ δεῖ λόγου πρὸς τοῦτο ἐν οἷς μὴ αἰσθήσει ἀρκούμεθα. ἔτι δέ, φησίν, ὁ μὲν ὁρισμὸς οὐσίαν παρίστησιν, τὰ δὲ συμβεβηκότα ἃ τῇ ἀποδείξει γινώσκονται, οὐκ οὐσίαι τῶν οἷς συμβεβήκασιν, εἴτε καθ’ αὑτὸ ταῦτα εἴτε ἁπλῶς.

因为第二格中的推论全都是否定的,而第三格中的推论全都是特称的;尽管第二格中确实也有特称的,第三格中也有否定的,正如在第一格中推导出的不仅是全称肯定的,而且还有其余的三种;但他乃是依据二者各自更具特色的性质来加以说明的。随后,以免有人说,即使不能通过推论的一切式和格来进行定义,但也可以通过某一种,例如通过第一格的全称肯定式(因为这个格和这个式似乎与定义最为契合),他表明这也是与定义不相容的。因为得出“一切三角形的三内角之和等于两直角”这一结论的论述固然是全称且肯定的,然而它所表明的绝非定义,而是表明一事物属于另一事物,即两直角属于三角形;它既没有表明三角形是什么,也没有表明直角是什么,而定义的目的正是阐明各个事物是什么。再者,通过论证所认识的事物是由不同的自然本性复合而成的;因为主项的自然本性是一回事,谓项的自然本性是另一回事;然而每一个定义所阐明的都是单一的自然本性。那么,通过论证所结论的事物怎么可能是一个定义呢?而且,定义甚至也不可能是一个前提或若干前提;因为在定义中没有任何一事物被用来述说另一事物,而是全体如同一单一名词;因为即使构成它的成分是多数的,但由多数构成的产物却宛若一物。由前提和结论构成的两者结合体也不是定义;因为它们全部都是命题,由全体构成的也宛若单一的复合命题。作为定义与论证所认识之物并非同一者的原因,他提出:在本书的前一卷中已经说过,以论证的方式认识就是拥有论证;因此,既然对于通过论证所认识的事物存在着论证,明了的是便不可能存在着我们借以作为科学来认识这些事物的定义。因为假若有人通过定义认识了可论证之物,那么这个认知之物就会在认识者不拥有论证而拥有定义的情况下被认知;但先前已设定,认识可论证之物的人是通过拥有论证来认识的;因此,绝不可能通过定义来认识这些事物。那么,这除了是说:他先前为了确立定义与论证彼此互异而预设了通过定义所认识之物不同于通过论证所认识之物,如今他又把定义与论证彼此互异作为所预设之物的原因补加进来之外,还能是什么呢?其结果是,他的论述首先按照分析从后起者证明先在者,即从认知对象的互异证明认识的互异――这也被称为证据性推论――,随后又按照论证从作为原因的认识之差异确立了认知对象的互异。继而,他又按类选取可论证之物或可定义之物,在某种程度上以归纳的方式证实了通过定义与通过论证所认知的事物是互异的;因为通过论证所认知的事物都是偶性,要么是本然的偶性,如两直角之于三角形,要么是单纯的偶性,如月食之于月亮;但只要我们不是就其自身来加以定义(例如直角是什么以及月食是什么),我们就绝不会通过定义认识任何此类事物。然而,就某物自身来进行定义与证明它在另一物中具备并不是一回事;因为即使分解视觉的颜色是白色的“是什么”,也绝不会因此就清楚白色属于雪,而是对于我们不能满足于感觉的事态,还需要为此给出论证。此外,他说,定义表明实体,但通过论证所认知的偶性,无论它们是本然的还是单纯的,都不是它们所依附之物的实体。

语法注2 条
  1. 1.40τοῦτο δὴ τί ἂν εἴη ἄλλο ἢ ὅτι...

    反问句,表达强烈的肯定断言(“这除了……之外还能是什么呢”,即“这无非是……”)。主句谓语“τί ἂν εἴη ἄλλο ἤ...”之后引出ὅτι从句,从句内部包含属格绝对分词结构“ληφθέντος πρότερον τοῦ ἕτερον εἶναι...”作为背景说明,主干则是“αἰτίαν νῦν τοῦ ληφθέντος προστίθησιν τὸ ἕτερα εἶναι...”(“如今他又把……作为所预设之物的原因补加进来”)。

  2. 1.40ὡς προβαίνειν αὐτῷ τὸν λόγον πρότερον μὲν κατ’ ἀνάλυσιν ἐκ τοῦ ὑστέρου δεδειχότα τὸ πρότερον... εἶτα δὲ καὶ κατὰ ἀπόδειξιν... παραστήσαντα

    该句由引出结果或方式的“ὡς+对格不定式结构(προβαίνειν αὐτῷ τὸν λόγον)”构成,其后带有阳性单数对格分词“δεδειχότα”和“παραστήσαντα”。在句法上,这两个分词既可理解为拟人化地修饰主语“τὸν λόγον”,也可理解为与“αὐτῷ”(亚里士多德)所指的主体在未明言的对格主语上取得一致的语格转移;逻辑上则是在描述论述先通过分析法、继而通过论证法推进的步骤。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:34.20-35.32