← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§33.6-34.20

定义与论证的区分及认识对象的差异

注疏者就亚里士多德从四个问题转向审视定义之处(90a35)进行注解,基于认识对象的差异论述了定义与论证的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40#1

" Ὅτι μὲν οὖν πάντα τὰ ζητούμενα μέσου τις ζήτησίς ἐστι, δῆλον· πῶς δὲ τὸ τί ἐστι δείκνυται, καὶ τὰ ἑξῆς." Τὸν περὶ τῶν τεσσάρων προβλημάτων λόγον ἱκανῶς παραδοὺς ἐφ’ ἕτερον θεώρημα μέτεισιν ἀκολούθως τοῖς ἔναγχος εἰρημένοις, ἐξετάζων περὶ ὁρισμοῦ. ἐπεὶ γὰρ τὴν κατ’ ἐπιστήμην ζήτησιν ἅπασαν περὶ μέσου εἴρηκε γίνεσθαι κἀντεῦθεν εἰς συλλογισμὸν συντελεῖν, ὡς πᾶσαν εἰς τὴν ἀπόδειξιν ἀναφέρεσθαι, εἴρηκε δ’ ὅτι ἐν οἷς ὁρισμός ἐστι τῶν αὐτῶν καὶ ἀπόδειξις, ἐν τοῖς τοιούτοις τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν, ὡς συνιούσαιν ἀμφοῖν ἐν τούτοις ταῖν γνώσεσιν, τῆς τε δι’ ὁρισμοῦ καὶ τῆς δι’ ἀποδείξεως, εἰκὸς ἦν οἰηθῆναί τινα εἰς ταὐτὸν φέρειν αὐτὸν ὁρισμὸν καὶ ἀπόδειξιν, ὡς εἶναι μίαν καὶ τὴν αὐτὴν ἐπιστήμην ὁριστικήν τε καὶ ἀποδεικτικήν. διὰ τοῦτ’ ἐξ ἀνάγκης μετ’ ἐκεῖνα εὐθὺς ὁ περὶ ὁρισμοῦ λόγος παρ’ αὐτοῦ ἐπιφέρεται ἐν ᾧ δείκνυσι μὲν καὶ τοῦτο αὐτὸ ὅτι ἕτερόν ἐστι τὸ δι’ ὁρισμοῦ τι εἰδέναι καὶ ἕτερον τὸ δι’ ἀποδείξεως, καὶ ὡς οὐ ταὐτὸ ἐπιστάμεθα δι’ ὁρισμοῦ καὶ ἀποδείξεως, ἀλλὰ τῷ μὲν τὴν οὐσίαν τοῦ πράγματος, τῇ δὲ τὸ ἕτερον ἐν ἑτέρῳ ὑπάρχειν· κἂν περὶ τοῦ αὐτοῦ εἴη ὁρισμὸς καὶ ἀπόδειξις, διὰ μὲν τοῦ τὸ τί ἐστιν αὐτὸ γινώσκομεν, διὰ δὲ τῆς τὸ ἐν ἑτέρῳ ὑπάρχειν αὐτό. ἀποδίδωσι δὲ καὶ πῶς ὁ ὁρισμὸς δείκνυται, καὶ τίνι τρόπῳ ἀνάγεται εἰς ἀπόδειξιν, ἔτι δὲ τί ἐστιν ὁρισμὸς καὶ τίνων, πότερον τῶν ὄντων ἁπάντων ἢ τῶν μὲν τῶν δ’ οὔ. ὡς εἶναι τὰ περὶ τοῦ ὅρου ἐν τῷ παρόντι παραδιδόμενα τέσσαρα τὰ πάντα κεφάλαια· τέως δὲ πρότερον περὶ τοῦ προτέρου, ὅπερ ὡς ἀπορούμενον παρεισάγων ἀρχὴν οἰκειοτάτην εἶναί φησι τῶν περὶ τοῦ ὅρου μελλόντων ζητεῖσθαι. δεῖ γὰρ πρότερον φανῆναι ὅτι ἄλλο τί ἐστιν ὁρισμὸς παρὰ τὴν ἀπόδειξιν, καὶ ἕτερον ὁριστικὴ ἀποδεικτικῆς, καὶ ὡς οὐ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει γινώσκομεν, καὶ οὕτω ζητῆσαι ἰδίως περὶ τοῦ ὁρισμοῦ. ὥσπερ γὰρ εἰ ἀμφίβολον γέγονεν, εἰ ταὐτὸν ἢ ἕτερον ψυχή τε καὶ νοῦς, καὶ ἔδει λόγους τινὰς ἀποδιδόναι περὶ τοῦ νοῦ, οἷον τί ἐστι νοῦς ἢ τίς ἡ αὐτοῦ οἰκεία ἐνέργεια, καὶ ὅτι τελειοῦται τῇ τῶν νοητῶν θεωρίᾳ καὶ τὰ τοιαῦτα, ἀναγκαῖον ἦν πρότερον διαστῆσαι αὐτὸν τῆς οὐσίας τῆς ψυχικῆς καὶ δεῖξαι ὡς ἕτερόν ἐστι τῇ φύσει ὁ νοῦς τῆς ψυχῆς, καὶ οὕτως εἰπεῖν τὰ περὶ αὐτοῦ ὀφειλόμενα λέγεσθαι, ἵνα μή τις ἀδιανοησία τοῖς περὶ αὐτοῦ λεγομένοις ἕποιτο τῆς διανοίας συγχεομένης καὶ τὰ αὐτὰ λέγεσθαι οἰομένης καὶ περὶ τῆς ψυχῆς, ἃ δὴ καὶ περὶ τοῦ νοῦ λέγεται, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἃ διαφέροντα τῇ φύσει τὰ αὐτὰ δοκεῖ τισιν ὑπάρχειν, τὸ αὐτὸ δὴ καὶ περὶ τοῦ ὁρισμοῦ ἀναγκαῖον ποιεῖν τῷ ὑπόνοιαν μὲν δόντι1 τὸν αὐτὸν εἶναι τῇ ἀποδείξει, ἕτερον δὲ τῇ ἀληθείᾳ τοῦτον εἰδότι καὶ περὶ αὐτοῦ ἰδίαν τινὰ παραδιδόναι μέλλοντι θεωρίαν. οὐ δείκνυσι δὲ ἐκ τοῦ εὐθέος ἕτερα εἶναι ἀλλήλων ὁρισμὸν καὶ ἀπόδειξιν, ἀλλ’ ἕτερ’ ἄττα,2 οἷς ἐξ ἀνάγκης ἕψεται τὸ ἕτερα εἶναι ταῦτα ἀλλήλων· τὸ γὰρ ὑποκείμενον ἀμφοῖν προχειριζόμενος πρότερον, λέγω δὴ τὸ γνωστόν, καὶ δεικνὺς ὡς ἕτερον μέν ἐστι τὸ διὰ τοῦ ὅρου ἕτερον δὲ τὸ διὰ τῆς ἀποδείξεως γινωσκόμενον δίδωσιν ἐντεῦθεν νοεῖν ὡς καὶ ὁρισμὸς καὶ ἀπόδειξις ἐξ ἀνάγκης ἀλλήλων ἕτερα· ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, καὶ εἴπερ ἦν ἡ αὐτὴ τῇ ἀποδεικτικῇ ἡ ὁριστική, ἦν ἂν καὶ τὸ γνωστὸν ἀμφοῖν ἐξ ἀνάγκης ταὐτόν, εἰ δὲ τὰ ἐπιστητὰ διάφορα, καὶ αἱ ἐπιστῆμαι ἄρα διάφοροι ἀλλήλων καὶ ἕτεραι. ὅτι δὲ τὰ ἐπιστητὰ ἕτερα, αὐτὰ τὰ πράγματα μεταχειριζόμενος δείκνυσιν. ὁρισμῷ μὲν γὰρ γνωστὸν τὸ τί ἐστι γίνεται, πᾶν δὲ τὸ τί ἐστι καθόλου καὶ κατηγορικόν ἐστι· συλλογισμοὶ δὲ οὐ πάντες καθόλου οὐδὲ πάντες κατηγορικοί, ἀλλ’ εἰσὶ μὲν οἵ γε στερητικοί, εἰσὶ δ’ οἳ μερικοί.

“因此,所探求的一切事物都是对中项的某种探求,这是明了的;但‘是什么’如何被证明,等等。” 在充分讲授了关于四个问题的学说之后,他顺着刚才所说的事情转向了另一个理论考察,审视关于定义的问题。因为,既然他曾说过,一切合乎科学的探求都是关于中项的,并由此促成推论,从而一切探求都归结于论证,并且他说过,在对同一事物既有定义又有论证的情况下,在这些事物中“是什么”与“为什么存在”是同一的,因为在这类事物中通过定义与通过论证的两种认识合而为一,所以理所当然有人会认为他将定义与论证归并为同一回事,以至于定义的科学与论证的科学是单一且同一的。正是由于这个缘故,必然地,紧随其后便由他引入了关于定义的论述,在其中他也表明了这一事实:通过定义知道某物与通过论证知道某物是不同的,并且我们通过定义与论证所认识的并非同一事物,而是通过前者认识事物的实体,通过后者认识一事物在另一事物中具备;即使关于同一事物既有定义又有论证,通过定义我们认识它本身是什么,而通过论证则认识它在另一事物中具备。此外,他还说明了定义如何被证明,以及以何种方式被还原为论证,进而说明定义是什么、属于哪些事物,究竟属于所有存在者,还是属于某些存在者而不属于另一些。因此,在当下所讲授的关于定义的内容总共是四个主要部分;但暂时首先讨论第一部分,他将其作为疑难引入,并称之为关于定义所将要探讨的事项的最恰当的出发点。因为必须首先显明,定义是不同于论证的另一种东西,定义的科学不同于论证的科学,并且我们并非通过定义和论证按照同一方面认识同一事物,然后才能专门探求关于定义的事项。因为,正如假若灵魂与理智是同一的还是不同的成了疑问,而必须给出关于理智的某些说明,例如理智是什么,它的本己活动是什么,以及它是通过对可知解事物的观照而达到完善等等,那么就必须首先将它从灵魂的实体中区分开来,表明理智在自然本性上不同于灵魂,然后才谈论关于它应当谈论的事项,以免对关于它所说的话产生某种难以理解,使思想混乱并以为关于理智所说的那些话也是关于灵魂而说的;对于在自然本性上各异却在某些人看来作为同一者而存在的其他事物也是如此;同样地,对于给出了定义与论证是同一者的揣测、但在真理上知道这是另一回事并打算讲授关于它的某种专门理论的人来说,关于定义也必须做完全相同的事情。但他并没有直接表明定义与论证彼此各异,而是表明了某些其他事情,从这些事情必然会得出它们彼此各异的结论;因为他首先着手处理作为两者底层的对象,即我所谓的被认识之物,并通过表明经由定义所认识的事物与经由论证所认识的事物是不同的,由此让人理解定义与论证也必然彼此各异;因为知识是可知之物的知识,而如果定义的知识与论证的知识是同一的,两者的可知之物必然也是同一的,但如果可知之物各异,那么知识也就因此彼此各异且互不相同。至于可知之物是不同的,他通过处理具体事态本身予以表明。因为通过定义,“是什么”成为被认识之物,而一切“是什么”都是全称且肯定的;推论却并非全都是全称的,也并非全都是肯定的,而是有些是否定的,有些是特称的。

语法注2 条
  1. 1.40ὥσπερ γὰρ εἰ ἀμφίβολον γέγονεν... τὸ αὐτὸ δὴ καὶ περὶ τοῦ ὁρισμοῦ ἀναγκαῖον ποιεῖν τῷ ὑπόνοιαν μὲν δόντι

    长篇比较句的骨架。由“ὥσπερ γὰρ εἰ...”引导的包含灵魂与理智类比的与事实相反的条件句结构,与主句“τὸ αὐτὸ δὴ καὶ περὶ τοῦ ὁρισμοῦ ἀναγκαῖον ποιεῖν τῷ...”(同样地,对于……的人来说,关于定义也必须做完全相同的事情)相呼应。与格分词短语“τῷ ὑπόνοιαν μὲν δόντι... ἕτερον δὲ... εἰδότι καὶ... μέλλοντι”是非人称结构 ἀναγκαῖον [ἐστι] 搭配不定式 ποιεῖν 的动作主体(逻辑主语)的与格,指代亚里士多德。

  2. 1.40οὐ δείκνυσι δὲ ἐκ τοῦ εὐθέος ἕτερα εἶναι ἀλλήλων ὁρισμὸν καὶ ἀπόδειξιν, ἀλλ’ ἕτερ’ ἄττα

    对比结构的依存关系。由“οὐ... ἀλλ’...”构成对比,“οὐ δείκνυσι... ἕτερα εἶναι...”(并非直接表明它们彼此各异)与“ἀλλ’ ἕτερ’ ἄττα [δείκνυσιν]”(而是表明某些其他事情)相对照,其中“ἕτερ’ ἄττα”作省略的动词 δείκνυσιν 的宾语,后续关系从句“οἷς ἐξ ἀνάγκης ἕψεται...”对其进行修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:33.6-34.20