← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§32.1-33.5

本质与原因的同一性及论证中项

欧斯特拉提乌斯解释了亚里士多德为何再次重申知道“是什么”与“为什么存在”的同一性,说明这是为了在四种探求问题中论证探求即是对中项的探求。随后他阐明了实体与在它物中存在的偶性之区分,指出正当给出的定义如何作为中项和事态原因从而构成证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37

" Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτόν ἐστι καὶ διὰ τί ἐστίν." Ἴσως μὲν οὖν δόξειεν ἂν ταυτολογεῖν εἰπὼν καὶ πρὸ ὀλίγου ταὐτὸν εἶναι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστι, καὶ αὖθις νῦν τὸ αὐτὸ προστιθείς· οὐκ ἔστι δὲ περιττόν, ἀλλ’ ἀναγκαίως τῷ παρόντι λόγῳ εἰσενήνεκται. ἐπεὶ γὰρ εἰπὼν ὅτι ἐν τοῖς ζητήμασι πᾶσι τοῦ μέσου ἐστὶν ἡ ζήτησις, δεῖξαι τοῦτο καὶ ἐκ τῆς ἐναργείας προέθετο, ἔδει δὲ τοῦτο καὶ ἐπὶ τῶν τεσσάρων προβλημάτων δῆλον γενέσθαι, συνεῖλε μὲν ἐν ταὐτῷ τὸ εἰ ἔστι καὶ ὅτι ἔστιν πρότερον, συναιρεῖ δὲ νῦν καὶ τὸ τί καὶ τὸ διὰ τί, ὡς ἐπὶ θατέρου γινομένου δήλου τοῦ εἶναι τοῦ μέσου τὴν ζήτησιν δῆλον τοῦτο γίνεσθαι καὶ ἐπὶ τοῦ ἑτέρου.1

“因此正如我们所说,知道是什么与知道为什么存在是同一的。” 因此,他也许会被认为是在作同义反复,因为不久前他才说过“是什么”与“为什么存在”是同一的,而现在又再次加上了同样的话;但这不是多余的,而是为当前的论证所必需而引入的。因为在他说明了在所有探求中探求都是对中项的探求之后,便打算从明了的事实中也表明这一点,并且这必须在四个问题上也变得清楚,所以他先前将“是否存在”与“存在”归并为同一者,而现在又将“是什么”与“为什么存在”归并在一起,以便在一者上探求是对中项的探求变得清楚的同时,在另一者上这也同样变得清楚。

§1.38

"Τοῦτο δ’ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι, ἢ τῶν ὑπαρχόντων." Ἁπλῶς λέγει καὶ μὴ τῶν ὑπαρχόντων τι τὰ καθ’ αὑτὰ ὑφεστῶτα, ὡς πολλάκις εἴρηται. δεῖ γὰρ συνεξακούεσθαι τῷ τῶν ὑπαρχόντων τι τὸ ἐν ἑτέροις, ὡς εἶναι τὸ ὅλον οὕτως ‘τοῦτο δ’ ἢ ἁπλῶς καὶ μὴ τῶν ἐν ἑτέροις ὑπαρχόντων, ἢ τῶν ἐν ἑτέροις ὑπαρχόντων.’ ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· τοῦτο δὲ τὸ διὰ τί ἐστι καὶ τί ἐστιν ἤ τι τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἢ τι τῶν ἐν ἑτέροις ἐχόντων τὸ εἶναι. διὰ τί γάρ ἐστι ζητοῦμεν ἢ τί ἐστιν, ἢ τι τούτων ἢ τι ἐκείνων.

“而这要么是单纯的而非属于者的某种事物,要么是属于者的某种事物。” 正如屡次所说的那样,他把自立实存的事物称为“单纯的而非属于者的某种事物”。因为在“属于者的某种事物”中必须一同理解“在其他事物中”,从而整个句子如下:“而这要么是单纯的而非在其他事物中属于者的某种事物,要么是在其他事物中属于者的某种事物。”所说的意思是这样的:这“为什么存在”与“是什么”,要么是某种自身属于者,要么是某种在其他事物中具有其存在者。因为我们探求为什么存在或者是什么,要么是关于这些中的某种事物,要么是关于那些中的某种事物。

§1.39

"Οἷον ὅτι δύο ὀρθαί, ἢ ὅτι μεῖζον ἢ ἔλαττον." Παραδείγματα τῶν ἐν ἑτέροις θεωρουμένων τίθησι ταῦτα· αἱ γὰρ δύο ὀρθαὶ ἐν τῷ τριγώνῳ, καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἢ περὶ τοῦ τριγώνου καὶ αὐτὸ νοητέον λεγόμενον (ἀποδείκνυται οὖν ὅτι αἱ δύο τοῦ τριγώνου πλευραὶ τῆς λοιπῆς μείζους εἰσὶ πάντῃ μεταλαμβανόμεναι, καὶ ἀνάπαλιν ἡ μία ἐλάττων τῶν δύο), ἢ καὶ περὶ ἄλλου τινὸς οἷον ἴριδος ὅτι μείζων οὐκ ἔστιν ἡμικυκλίου, ἀλλ’ ἢ ἐλάττων ἢ ἴση. οὐκ εἶπε δὲ ταὐτὸν ἁπλῶς εἶναι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν, ἀλλὰ τὸ εἰδέναι ταῦτα εἶναι ταὐτόν, ὡς συντρεχούσαιν ἐν ταὐτῷ ἀμφοῖν τοῖν εἰδήσεοιν.2 οὕτω γὰρ δεῖ νοεῖν καὶ τὸ πρότερον, ὅτι γε ἀλλήλων ἕτερα ὁρισμὸς καὶ ἀπόδειξις, ὡς ἐφεξῆς δειχθήσεται. συντρέχειν δ’ ἀλλήλαις φησὶ τὴν γνῶσιν τοῦ τί ἐστι καὶ διὰ τί ἐστιν, ὅτι τὸν ὁρισμὸν ἀποδεδομένον ὀρθῶς ἔστι λαβεῖν μέσον ὡς αἴτιον τοῦ πράγματος, οὐ μόνον τοῦ συμπεράσματος, καὶ ποιῆσαι ἀπόδειξιν· καὶ τοῦτο ἐπὶ τῶν ἐν ἑτέροις θεωρεῖσθαι συμβεβηκότων ἢ καθ’ αὐτὸ ἢ ποτε καὶ ἁπλῶς, ὡς τὰ ληφθέντα δηλοῖ παραδείγματα, αἱ δύο ὀρθαὶ καὶ τὸ μεῖζον ἢ ἔλαττον· τῶν γὰρ ἐν ἑτέροις ταυτί.

“例如是两直角,或者是较大或较小。” 他将这些作为在其他事物中被考察的事物的例子;因为两直角存在于三角形之中,而较大和较小本身也必须被理解为关于三角形而说的(因为可以证明,三角形的两边无论以何种方式相加都大于其余一边,反之,一边小于两边之和),或者也是关于某种其他事物而说的,例如彩虹不大于半圆,而是小于或等于半圆。但他并没有说“是什么”与“为什么存在”是单纯同一的,而是说知道这些是同一的,因为这两种知识在同一事物中相合。因为对于先前的说法也必须这样理解,因为定义与论证确实彼此各异,正如在下文中将要表明的那样。他说对“是什么”与“为什么存在”的认识彼此相合,是因为可以把被正确给出的定义作为中项来把握,将其不仅作为结论的原因,而且作为事态本身的原因,并作出论证;而这在其他事物中被考察的偶性上得以成立,无论它们是自身具备的,还是有时且单纯具备的,正如所举的例子表明的那样,即两直角以及较大或较小;因为这些都属于在其他事物之中的存在。

语法注2 条
  1. 1.37ὡς ἐπὶ θατέρου γινομένου δήλου τοῦ εἶναι τοῦ μέσου τὴν ζήτησιν δῆλον τοῦτο γίνεσθαι καὶ ἐπὶ τοῦ ἑτέρου

    在连词 ὡς 之后,由一个属格绝对结构(ἐπὶ θατέρου γινομένου δήλου τοῦ εἶναι τοῦ μέσου τὴν ζήτησιν)与一个表示结果或目的的不定式结构(δῆλον τοῦτο γίνεσθαι...)组合而成。带有中性单数定冠词属格 τοῦ 的不定式短语 τοῦ εἶναι τοῦ μέσου τὴν ζήτησιν 用作γινομένου δήλου 的逻辑主语或同位解释,意为“探求是对中项的探求”。

  2. 1.39ὡς συντρεχούσαιν ἐν ταὐτῷ ἀμφοῖν τοῖν εἰδήσεοιν

    这是由表示原因的连词 ὡς 引导的双数属格绝对结构。分词 συντρεχούσαιν、名词 εἰδήσεοιν、代词 ἀμφοῖν 以及冠词 τοῖν 均为阴性双数属格,意为“因为这两种知识(对是什么的知识与对为什么存在的知识)在同一事物中相合”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:32.1-33.5