← 尼西亚的欧斯特拉提乌斯

亚里士多德《后分析篇》第二卷注释

§30.28-31.36

从月食的直接感知到普遍科学知识

欧斯特拉提乌斯注解了亚里士多德在Bekker 90a27–90a30中关于在月球上直接感知月食及获得普遍认识的论述。他解释了感觉如何把握当下发生的个别事态,而理智随后如何通过经验的重复形成关于普遍原因(中项)的科学知识,从而消解了关于感觉与科学知识相区分的表面矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34

" Ἀλλ’ ἅμα δῆλον ἦν ἄν." Τοῦτό φησιν ὅτι οὐκ ἂν ἦν ζήτησις ἡμῖν ἐπὶ πράγματος ὃ τῇ αἰσθήσει καταλαμβάνεται, ἀλλὰ δῆλον ἂν ἡμῖν ἦν ἅμα τῷ προβαλεῖν τὴν αἴσθησιν· ὡς εἶναι τὸ ἅμα ἀντὶ τοῦ ἀθρόον ὡς ἀχρόνως τῇ τῆς ὄψεως προσβολῇ γινωσκόμενον καὶ μηδεμιᾶς χρῇζον ζητήσεως. ὁποῖον εἶναί τι δοκεῖ καὶ τὸ ἐν ἀρχῇ τοῦ πρὸ τούτου βιβλίου λεγόμενον, ἔνθα περὶ τῶν διαφόρων τρόπων φησὶ τῆς γνωρίσεως, τὸ ‘ἅμα ἐπαγόμενος ἐγνώρισεν’. ‘ἐνίων γάρ, φησί, τοῦτον τὸν τρόπον ἡ μάθησίς ἐστι, καὶ οὐ διὰ τοῦ μέσου τὸ ἔσχατον γνωρίζεται, ὅσα ἤδη τῶν καθ’ ἕκαστα τυγχάνει ὄντα καὶ μὴ καθ’ ὑποκειμένου τινός’. τῶν γὰρ καθ’ ἕκαστα τὴν μάθησιν ἁπλαῖς καὶ ἀθρόαις τισὶ προσβολαῖς, καὶ μάλιστα ὧν διὰ τῆς ὁράσεως ἡ κατάληψις, δεχόμεθα, καὶ οὐ διὰ ζητήσεώς τινος. ταῦτα εἰπὼν ἐπειδὴ ᾔσθετο ἑαυτοῦ ἐναντίαν ἑαυτῷ διδόντος ὑπόνοιαν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ ἕτερα ἀλλήλων φήσαντος ἐπιστήμην καὶ αἴσθησιν, ἐνταῦθα δὲ εἰς ταὐτὸν τρόπον τινὰ συναγαγόντος αὐτὰς1 ὡς ἐπιστητὸν πρᾶγμα τὴν ἔκλειψιν αἰσθητὸν εἶναι ἐνδέχεσθαι εἰρηκότος, λύων τὴν ἔνστασίν φησιν " Ἐκ γὰρ τοῦ αἰσθάνεσθαι καὶ τὸ καθόλου ἂν ἐγίνετο ἡμῖν εἰδέναι· ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει." Οὐ γὰρ τοῦτο, φησί, λέγομεν ὅτι αἰσθητὴ οὖσα ἡ καθ’ ἕκαστα ἔκλειψις ἡ αὐτὴ καὶ ἐπιστητή ἐστιν, ἀλλ’ ὅτι ἡ μὲν αἴσθησις τοῦ νῦν ἀντιφράττειν, τουτέστι τῆς νῦν γινομένης ἐκλείψεως τὴν νῦν ἀντίφραξιν αἰτίαν ὑπάρχειν, εἶτα τοῦ νῦν ἐντεῦθεν εἰληφότος τὴν πρόφασιν καὶ τὸ καθόλου ἐν ἑαυτῷ ὑποστήσαντος ὡς καθόλου πάσης ἐκλείψεως τῆς σελήνης ἐκ τῆς ἐπιπροσθήσεως τῆς γῆς γινομένης, ἡ ἐπιστήμη ἀποτελεῖται.2 τὸ γὰρ τοιοῦτον ἅπαν καθόλου, λέγω δὴ τὸ λογικῶς λαμβανόμενον, ἐκ τῶν καθ’ ἕκαστα τὴν ἀπογέννησιν δέχεται, διὸ καὶ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενὲς ὀνομάζεται. καὶ οὕτως τὸ αἰσθητὸν ἐπιστητὸν γίνεται, οὐχ ὡς τόδε οὐδ’ ὡς νῦν, ἀλλ’ ὡς ἁπλῶς καὶ ἀεί, ταὐτὸν δὲ εἰπεῖν ἐκ τοῦ καθ’ ἕκαστα εἰς τὸ καθόλου μεταπεσόν. Ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει. κατασκευάζει πῶς ἐκ τοῦ αἰσθάνεσθαι τὸ καθόλου γίνεται, ἔτι δὲ καὶ πῶς περὶ τὴν τοῦ αὐτοῦ γνῶσιν ἔστιν οὗ ἐπιστήμη καὶ αἴσθησις ἔχουσαι ἀλλήλων διενηνόχασιν· ἡ μὲν γὰρ αἴσθησις, φησί, τοῦ νῦν γίνεσθαι κριτική ἐστι καὶ τὴν ἀντίφραξιν καὶ τὴν ἔκλειψιν.

“但这本会同时变得明显。” 他的意思是,对于通过感觉把握的事物,我们本不会有探求,而是在运用感觉的同时就对我们变得明显了;因此,“同时”代替了“一下子”,指通过视线的投射而在无时间流逝中被认知,且无需任何探求。这似乎类似于在本书之前的那一卷开头所说的内容,在那里他论及认知的各种不同方式,即“在被归纳引入的同时就认知了”。他说,“因为对某些事物而言,学习正是这种方式,最后项并不是通过中项被认知的,只要它们已经是属于个别事物、且不表述任何基底的事物”。因为我们是通过某些单纯且一次性的投射来接受对个别事物的学习的,特别是那些通过视觉把握的事物,而不是通过某种探求。他说了这些,是因为意识到自己给出了一种自相矛盾的嫌疑——在先前的卷中他曾说科学知识与感觉互不相同,而在这里却在某种程度上将它们归并为同一种东西,说亏食作为可知的事态可以成为可感觉的——为了解决这一反驳,他说: “因为从感知中,我们也能形成对普遍者的认识;因为感觉是关于现在正在遮蔽的;事实上显然现在正在亏食。” 因为他说,我们并不是说,个别的亏食既然是可感觉的,其本身也就是可知的;而是说,感觉是关于现在的遮蔽,也就是现在的遮蔽作为原因属于现在正在生成的亏食,随后理智由此获得端绪,并在自身之中确立起普遍者,即月亮的一切亏食普遍地都是由地球的遮蔽所生成的,科学知识由此得以完成。因为一切这样的普遍者——我指通过理性概念所把握的普遍者——都是从个别事物中获得其产生的,因此它也被称为“在多之上”和“后生的”。这样,可感觉的事物就变为了可知的,不是作为这一个也不是作为现在,而是作为单纯且恒常的,换言之,即从个别事物转变成为了普遍者。“因为感觉是关于现在正在遮蔽的;事实上显然现在正在亏食。”他论证了普遍者是如何从感知中生成的,此外还论证了在某些情况下科学知识与感觉在关涉同一对象的认识的同时是如何彼此不同的;因为他说,感觉是评判现在生成之事的,既评判遮蔽,也评判亏食。

§1.36

"Ἐκ δὲ τούτου τὸ καθόλου ἂν ἐγίνετο." Ἤγουν ἐκ τοῦ νῦν πάλιν καὶ πάλιν γινομένου ἡ τοῦ καθόλου ἂν ἐγίνετο ἔννοια· τοῦτο δέ ἐστιν ἐπιστήμη, ὅταν τι καθόλου γινώσκωμεν διὰ τί γίνεται, ταὐτὸν δὲ καὶ διὰ τί ἐστιν· ὡς τὸ αὐτὸ μὲν γινώσκειν ἐν τοῖς τοιούτοις ἐπιστήμην καὶ αἴσθησιν, ἄλλως δὲ καὶ ἄλλως, ἤγουν τὴν μὲν καθολικῶς τὴν δὲ μερικῶς, καὶ τὴν μὲν ὅτι ἁπλῶς τὴν δὲ ὅτι νῦν ἢ ὡδί, ἢ τοῦτο ἤ τι τοιοῦτον. οὐ ταὐτὸ δὲ τὸ ἐκλεῖπον καὶ ἀντιφράττον, εἰ καὶ ἴσως οὕτως ἀπὸ τῆς λέξεως φαίνεται, ἀλλὰ τὸ μὲν σελήνη3 τὸ δὲ γῆ, ἢ τὸ μὲν ἥλιος, τὸ δὲ σελήνη.

“而由此普遍者本会生成。” 这就是说,从“现在”的屡次生成中,普遍者的概念本会生成;而这就是科学知识,即当我们普遍地认识某个事物为何生成、换言之即为何存在的时候。因此在这些事物中,科学知识与感觉认识的是同一事物,但方式各不相同,即前者普遍地而后者部分地,前者认识其单纯存在,而后者认识其现在或如此、或这个、或诸如此类的存在。亏损者与遮蔽者并不是同一事物,即便从字面上看也许显得如此,而是前者为月亮,后者为地球;或者前者为太阳,后者为月亮。

语法注3 条
  1. 1.34ᾔσθετο ἑαυτοῦ ἐναντίαν ἑαυτῷ διδόντος ὑπόνοιαν, ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ ἕτερα ἀλλήλων φήσαντος ἐπιστήμην καὶ αἴσθησιν, ἐνταῦθα δὲ εἰς ταὐτὸν τρόπον τινὰ συναγαγόντος αὐτὰς

    动词 ᾔσθετο(αἰσθάνομαι 的不定过去时)支配属格反身代词 ἑαυτοῦ 以及随后的一连串属格分词(διδόντος, φήσαντος, συναγαγόντος, εἰρηκότος)。这一复杂的属格结构指出了亚里士多德在前一卷中区分知识与感觉、而在此处却将作为知识对象的日/月食视为可感觉的从而看似合二为一之间的表面矛盾。

  2. 1.35ἀλλ’ ὅτι ἡ μὲν αἴσθησις τοῦ νῦν ἀντιφράττειν, τουτέστι τῆς νῦν γινομένης ἐκλείψεως τὴν νῦν ἀντίφραξιν αἰτίαν ὑπάρχειν, εἶτα τοῦ νῦν ἐντεῦθεν εἰληφότος τὴν πρόφασιν καὶ τὸ καθόλου ἐν ἑαυτῷ ὑποστήσαντος ... ἡ ἐπιστήμη ἀποτελεῖται

    由 ἀλλ' ὅτι 引导的从句内部结构:前半句中,ἡ μὲν αἴσθησις 省略了谓语动词(如 ἐστί 或 αἰσθάνεται),支配带冠词不定式 τοῦ νῦν ἀντιφράττειν(及其同位的宾格不定式从句);后半句中,τοῦ νῦν(在此语境下实指理智 νοῦ)ἐντεῦθεν εἰληφότος ... ὑποστήσαντος 构成属格独立结构,随后进入归结的主句 ἡ ἐπιστήμη ἀποτελεῖται。

  3. 1.36οὐ ταὐτὸ δὲ τὸ ἐκλεῖπον καὶ ἀντιφράττον, εἰ καὶ ἴσως οὕτως ἀπὸ τῆς λέξεως φαίνεται, ἀλλὰ τὸ μὲν σελήνη τὸ δὲ γῆ, ἢ τὸ μὲν ἥλιος, τὸ δὲ σελήνη

    对引文90a28("ἡ μὲν γὰρ αἴσθησις ὅτι νῦν ἀντιφράττει· καὶ γὰρ δῆλον ὅτι νῦν ἐκλείπει")中动词未明示主语的句法辨析。注解指出遮蔽的施事主体(ἀντιφράττον:地球,或日食时的月亮)与亏损的承受主体(ἐκλεῖπον:月亮,或日食时的太阳)并非同一个主语,必须分别看待。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:30.28-31.36