- 底本
- Eustratius, In Analyticorum Posteriorum Librum Secundum Commentarium. Commentaria in Aristotelem Graeca XXI.1, ed. M. Hayduck, Berlin: Reimer 1907, pp. 1-270. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4031.tlg001.humanitext-grc1:29.17-30.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
厄斯特拉齐奥注解了亚里士多德的文本(90a24–26),通过可感觉中项(月食中地球的遮蔽)的例子,说明四种探求问题(“是否生成/存在”、“为何”、“是什么”以及“是否属性归属”)如何最终都归结为对中项的探求。
" Ὅτι δ’ ἔστι τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν.1" Ὅτι, φησίν, ἐπὶ τῶν ζητημάτων οὐδὲν ἕτερον ἢ τὸ μέσον ζητοῦμεν, δῆλόν ἐστιν ἐπὶ τῶν τῇ ἑαυτῶν φύσει αἰσθητῶν ὑπαρχόντων, κἂν ἡμεῖς διὰ τὸ πόρρω εἶναι ἐκείνων οὐ τῇ αἰσθήσει καταλαμβάνωμεν ὅπως γίνονται.
“而探求是针对中项的,这在其中项为可感觉的事物上表现得很清楚。” 他说,在各种探求中我们所探求的无非是中项,这在就自身本性而言是可感觉的事物上是清楚的,即便我们由于远离它们而未通过感觉把握它们是如何生成的。
"Ζητοῦμεν γὰρ μὴ ᾐσθημένοι, οἷον τῆς ἐκλείψεως, εἰ ἔστιν ἢ μή." Διὰ τοῦτο γάρ, φησί, καὶ ζητοῦμεν, διότι οὐκ αἰσθανόμεθα. ἐπεὶ γὰρ αἰσθητὸν τὸ πρᾶγμα τοῦτο τῇ ἑαυτοῦ ἐστι φύσει, οὐκ ἂν ἐζητοῦμεν, εἰ τοῦ αἰσθητοῦ ᾐσθανόμεθα, ἀλλ’ ὅτι οὐκ αἰσθανόμεθα, διὰ τοῦτο συμβαίνει ζητεῖν ἡμᾶς.
“因为我们没有感知到,比如关于月食,才会探求它是否存在。” 因为他说,正是为此缘故我们才探求,即因为我们没有感知到。因为既然这一事态就其自身本性而言是可感觉的,如果我们感知到了这可感觉的事物,我们就不会探求;但正因为我们没有感知到,为此缘故我们才发生探求。
"Εἰ δ’ ἦμεν ἐπὶ τῆς σελήνης, οὐκ ἂν ἐζητοῦμεν οὔτ’ εἰ γίνεται οὔτε διὰ τί." Διὰ τί δέ, φησίν, οὐκ αἰσθανόμεθα; διότι πόρρω τῆς σελήνης ἐσμὲν ᾗ τὸ πάθος συμβαίνει τὸ τῆς ἐκλείψεως. εἰ γὰρ ἦμεν ἐπ’ αὐτῆς, οὐκ ἂν ἐζητοῦμεν οὔτ’ εἰ γίνεται οὔτε διὰ τί· ἐναργῆ γὰρ ἔχοντες ἐκ τοῦ αἰσθάνεσθαι τὴν κατάληψιν ὅτι ἡ τῆς γῆς ἐν μέσῳ τοῦ ἡλίου καὶ τῆς σελήνης παρέμπτωσις τὴν στέρησιν αὐτῇ τοῦ φωτὸς ἀπεργάζεται, οὐκ ἂν οὐδεμίαν χρείαν ζητήσεως εἴχομεν, οὔτε εἰ γίνεται οὔτε διὰ τί γίνεται, ταὐτὸν δὲ εἰπεῖν οὔτε εἰ ἔστιν οὔτε διὰ τί ἐστιν· ὡς γὰρ ἐπὶ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων τὸ γίνεται, οὕτως ἐπὶ τῶν ἐν τῷ εἶναι τὸ ἔστι.2 καὶ συνάγει τέως ἐν τῷ αὐτῷ τὸ εἰ ἔστι καὶ ὅτι ἔστι, καθὰ καὶ προλαβὼν συνῆψε ταῦτα εἰς ἕν. τὸ γὰρ εἰ ἔστιν ἐνταῦθα καὶ τὸ εἰ γίνεται συναναφαινόμενον ἔχει καὶ τὸ εἰ ὑπάρχει τῷδε τόδε, ὡς περὶ ὑπάρχοντος ἐν ἑτέρῳ τοῦ λόγου γινομένου. συνάψει δὲ καὶ τῷ τί ἐστι τὸ διὰ τί ἐστι, μᾶλλον δὲ ἤδη καὶ ταῦτα συνῆψεν ἔνθα ἔλεγεν ὅτι τὸ αὐτό ἐστι τὸ τί ἐστι καὶ τὸ διὰ τί ἐστιν. ὡς εἶναι δῆλον ἐπὶ τῶν τεσσάρων ὅτι τὸ μέσον ἐστὶ τὸ ζητούμενον· ἐν τῷ προκειμένῳ τοίνυν παραδείγματι τὰ τέσσαρα προβλήματα παριστᾷ τὸ μέσον ζητοῦντα. τὸ γὰρ εἰ γίνεται ἔκλειψις καθ’ ἑαυτὸ μὲν θεωρούμενον εἰ ἔστιν αἴτιόν τι τῇ ἐκλείψει ζητεῖ· εἰ δὲ 〈τὸ〉 εἰ τῇ σελήνῃ γίνεται ἔκλειψις ληφθῇ, τὸ εἰ ὑπάρχει τῷδε τόδε παρίστησι ζητοῦν εἰ ἔστι τι αἴτιον καὶ μέσον τῇ σελήνῃ τοῦ ἐκλείπειν· ὡσαύτως καὶ τὸ τί ἐστιν ἔκλειψις οὕτω μὲν θεωρούμενον ἁπλοῦν ἂν εἴη ζητοῦν τίς αἰτία τοῦ ἐκλείπειν· εἰ δὲ τί ἐστι τῇ σελήνῃ αἴτιον τοῦ ἐκλείπειν ληφθῇ, αὐτὸ τοῦτο ἔσται τὸ διὰ τί ἐστι· δεδομένου γὰρ τοῦ ὅτι ἐκλείπει ζητεῖται τὸ διὰ τί καὶ τὸ αἴτιον ἤτοι τὸ μέσον. ὡς εἶναι καὶ ἐκ τοῦ παραδείγματος δῆλον ὅτι ἐν πᾶσι τοῖς ζητήμασι τὸ μέσον ἐστὶ τὸ ζητούμενον. εἰ οὖν ἦμεν ἐπὶ τῆς σελήνης καὶ ἑωρῶμεν αὐτὴν ἀντιφραττομένην ὑπὸ τῆς γῆς, οὐκ ἂν ἐζητήσαμεν οὔτε εἰ ἔστιν ἔκλειψις οὔτε τί ἐστιν, εἰδότες ἐκ τῆς αἰσθήσεως καὶ ὅτι στέρησίς ἐστι φωτὸς ὑπὸ γῆς ἀντιφράξεως γινομένη· ὁμοίως οὐκ ἂν ἐζητήσαμεν οὔτε εἰ ὑπάρχει τῇ σελήνῃ οὔτε διὰ τί ὑπάρχει, ὅτι τε ὑπάρχει αὐτῇ αἰσθανόμενοι καὶ ὅτι διὰ γῆς ἀντίφραξιν ὑπάρχει.
“而如果我们曾在月亮之上,我们就既不会探求它是否生成,也不会探求为何生成。” 他说,为什么我们感知不到呢?因为我们远离月亮,而月食这一承受正是发生在月亮之上。因为如果我们曾在它上面,我们就既不会探求它是否生成,也不会探求为何生成;因为从感知中获得了明晰的把握,即地球介入太阳与月亮之间造成了月亮光芒的缺失,我们便完全无需探求,既无需探求它是否生成,也无需探求为何生成,换言之,既无需探求它是否存在,也无需探求为何存在。因为正如“生成”施于那些在生成中获得存在的事物一样,“存在”也施于那些处于存在中的事物。他暂时把“是否存在”与“存在”归并为同一回事,正如他先前已经将它们合二为一一样。因为这里的“是否存在”与“是否生成”也伴随呈现出“这是否属于这”,因为这一论述是关于存在于他物之中的属性而作的。他还要把“为何存在”与“是什么”结合起来,或者更确切地说,在他宣称“是什么”与“为何存在”是同一的那些地方,他就已经将它们结合起来了。这是为了使这四种问题中所探求的都是中项这一点变得清楚;因此在眼前的例子中,他表明这四种探题探求的都是中项。因为“月食是否生成”如果就其自身来考察,所探求的是月食是否存在某种原因;但如果取“月食是否在月亮上生成”,它所呈现的就是“这是否属于这”,探求的是月亮之亏食是否存在某种原因和中项。同样,“月食是什么”如果这样来考察,就会是单纯的,探求的是亏食的原因是什么;但如果取“对月亮而言亏食的原因是什么”,这本身就会是“为何存在”;因为在已知“亏食”的前提下,所探求的就是“为何”与原因,也就是中项。这是为了使人从这例子中也清楚地看到,在一切探求中,中项都是被探求的对象。因此,如果我们曾在月亮之上,看到它被地球所遮蔽,我们就既不会探求月食是否存在,也不会探求它是什么,因为我们从感觉中就知道它是由于地球的遮蔽而发生的光的缺失;同样,我们也既不会探求它是否属于月亮,也不会探求为何属于月亮,因为我们既感知到它属于月亮,又感知到它是通过地球的遮蔽而属于月亮的。
- 1.31ὅσων τὸ μέσον αἰσθητόν
关系代词 ὅσων 包含了其先行词 τούτων(相当于 τούτων ὅσων...),作为动词 δηλοῖ 所支配的属格补足成分,指明该现象得以显明的具体事例范围(“在那些中项是可感觉的事物上”)。
- 1.33ὡς γὰρ ἐπὶ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων τὸ γίνεται, οὕτως ἐπὶ τῶν ἐν τῷ εἶναι τὸ ἔστι
这是一个对称的省略比较句,带冠词的定式动词 τὸ γίνεται 与 τὸ ἔστι 被名词化用作主语,两分句中均省略了谓语动词(如 τάττεται 或 λέγεται):“正如‘生成’[适用于]那些在生成中获得存在的事物一样,‘存在’也[适用于]处于存在中的事物”。
